18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

μνήματος δὲ ὁ μνηματίτης. δοκεῖ δὲ ταῦτα καὶ μᾶλλον ὅτ' ἂν ἐν λόγοις θεωρῶνται

εἰς ταυτὸν ἥκειν τοῖς ὕστερον καλουμένοις ἐπικηδείοις καὶ θρήνοις. ὧν διαφορὰ,

καθότι θρῆνος μέν φασιν ᾄδεται παρ' αὐτῇ τῇ συμφορᾷ πρὸ ταφῆς καὶ μετὰ ταφὴν

καὶ κατὰ τὸν ἐνιαύσιον χρόνον τῆς κηδείας, ᾀδόμενος ὑπὸ θεραπαινίδων καὶ τῶν

σὺν αὐταῖς ὁ δὲ ἐπικήδειος ἔπαινός ἐστι τοῦ τελευτήσαντος, μετά τινος μετρίου

σχετλιασμοῦ, ὥστε συγγενῶς ἔχει ὁ ἐπικήδειος λόγος τῷ μνηματίτῃ καὶ ἐπιταφίῳ. οἱ

μέν τοι θρῆνοι διεκπίπτουσιν εἰς ἀλλόφυλον, προσήκοντες αὐτοὶ τοῖς παρ' Ὁμήρῳ

ἀοιδοῖς θρήνων ἐξάρχοις. οἷς ἐοίκασι καὶ οἱ τοὺς ἐλεγείους ᾄδοντες, εἴγε παρὰ τὸ

ἐλέγειν ὁ ἐλεγεῖος παράγεται στίχος. καὶ ταῦτα μὲν τοιαῦτα. (ῃερς. 57.) Ἐν τοῖς

Ὁμηρικοῖς δὲ κεῖται καί τι νόημα λυπηρόν τε καὶ ἀστεῖον, ἄλλως μέντοι καὶ ἄλλως

ἐν τῷ· Ἐλπῆνορ, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα; (ῃερς. 58.) ἔφθης πεζὸς ἐὼν ἢ ἐγὼ

σὺν νηῒ μελαίνῃ; Ὀδυσσεὺς μὲν γὰρ δακρύσας καὶ ἐλεήσας ἔφη οὕτως, ὡς δηλοῖ τὸ,

τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ. οἴκτου γὰρ ταῦτα ῥήματα. ὁ μέντοι

ἀκροατὴς διαχεθεὶς μειδιάσοι ἂν ἐπὶ τῷ νοήματι, ὡς τοῦ πεζοῦ δῆθεν Ἐλπήνορος

παραδραμόντος τάχει τὸν πλέοντα. (ῃερς. 55.) Ἰστέον δὲ καὶ ὅτι φιλοίκτου μὲν

ἀνδρὸς τὸ, τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ. βλαβέντος δ' ἐκ μέθης τὸ,

(ῃερς. 61.) ἆσέ με δαίμονος αἶσα κακὴ καὶ ἀθέσφατος οἶνος. Ἐλπήνωρ δὲ τοῦτο λέγει

ἀφηγούμενος ὡς διὰ μέθην καθὰ καὶ προεγράφη καταπεσὼν τέγεος ἐξετραχηλίσθη.

Κακὴν δὲ αἶσαν λέγει τὴν ἀντιδιαστελλομένην ἀγαθῇ τύχῃ, ταυτόν δ' εἰπεῖν, ἀγαθῷ

δαίμονι. (ῃερς. 83.) Ὅτι παρήχησιν τινὰ ἔχει ὡς καὶ ἐν ἄλλοις ἐδηλώθη τὸ, εἴδωλον

δ' ἑτέρωθεν ἑταίρου πόλλ' ἀγόρευεν. (ῃερς. 87.) Ὅτι διδάσκων ὁ ποιητὴς

προτιμᾶσθαι τῶν ἡδέων τὰ συμφέροντα πλάττει τὸν καρτερικὸν Ὀδυσσέα

οἰκτιζόμενον μὲν ἐπὶ τῇ μητρὶ φανείσῃ καὶ πυκινὸν ἀχεύοντα, μὴ ἐῶντα δὲ ὅμως

αἵματος ἆσσον ἐλθεῖν αὐτὴν, πρὶν Τειρεσίαο πυθέσθαι. (ῃερς. 85.) Αὐτολύκου δὲ

γενεαλογεῖ ὁ ποιητὴς Ἀντίκλειαν τὴν τοῦ Ὀδυσσέως μητέρα. περὶ οὗ ὅτι

κλεπτίστατος ἦν, ἐν τοῖς μετὰ ταῦτά που δηλωθήσεται. (ῃερς. 85.) Πυκινὸν δὲ

ἀχεύειν ὥσπερ καὶ πυκινὸν ἄχος, ἢ τὸ κατὰ συνέχειαν καὶ μὴ ἀραιῶς ἐκ

διαλειμμάτων, ἢ ἐπεὶ διαχέει μὲν ἡ χαρὰ, πυκνοῖ δὲ καὶ συστέλλει ἡ λύπη. (ῃερς. 90.)

Ὅτι εἰ καὶ αἱ λοιπαὶ τῶν τεθαμμένων ψυχαὶ μὴ πιοῦσαι χοῆς καὶ αἵματος οὔτε

ἐπεγίνωσκον οὔτε τι προσεφώνουν, ἀλλ' ἐλθοῦσαι ἀνεχώρουν ὀπίσω καθὰ μετ'

ὀλίγα ὁ Τειρεσίας ἐρεῖ δίχα γε, ὡς ἐῤῥέθη, τοῦ Ἐλπήνορος τοῦ μή πω ταφέντος, ἀλλ'

ὁ Τειρεσίας καὶ μὴ πιὼν αἵματος ἐπιγινώσκει τὸν Ὀδυσσέα καὶ προσφωνεῖ

ὁμιλητικῶς (ῃερς. 94.) καὶ τοῦτό ἐστιν αὐτῷ διάφορον πρὸς τὰς ἄλλας ψυχὰς ὡς

πεπνυμένῳ πρὸς σκιάς. δεδιὼς δὲ ὅμως τὴν ἐπισειομένην ὕλην καὶ αὐτὸς, τὸ ξίφος

δηλαδὴ, ἀναχωρεῖν τε τοῦ βόθρου κελεύει τὸν Ὀδυσσέα, καὶ τὸ φάσγανον ἀπίσχειν,

ὅ ἐστιν ἄπο ἔχειν, ἤτοι ἀφιστᾶν, ἵνα πιὼν εἴπῃ τὸ ἀληθές. ὥστε καὶ ὁ Τειρεσίας εἰ καὶ

γνωρίζει πρὸ τοῦ πιεῖν, ἀλλ' οὐ μαντεύεται, μισθὸν δὲ αὐτὸ τοῦ πιεῖν ἀντιδίδωσιν.

(ῃερς. 91.) Ἐν τούτοις δὲ τὸν σεμνὸν Τειρεσίαν σχήματι καινῷ ἐξαγγέλλει, ὡς καὶ

1.401 προεδηλώθη, καινῶς φράζων τὸ καινὸν, ὡς ἡ ποιητικὴ δηλοῖ φράσις, ἔχουσα

οὕτως. ἦλθε δ' ἐπὶ ψυχὴ Θηβαίου Τειρεσίαο, (ῃερς. 94.) χρύσεον σκῆπτρον ἔχων, ἐμὲ

δ' ἔγνω καὶ προσέειπεν. ἔδει μὲν γὰρ εἰπεῖν ψυχὴ Τειρεσίου χρύσεον σκῆπτρον

ἔχουσα. καὶ οὐκ ἦν οὐδὲν τοῦτο κώλυμα τῷ μέτρῳ. ἀπεδόθη δὲ ὅμως πρὸς τὸ

σημαινόμενον τὸ, ὁ Τειρεσίας. οὕτω δέ πως καὶ ἀνωτέρω ἐπὶ τῆς τοῦ Ὀδυσσέως

μητρὸς καινῶς ἐσχημάτισεν, εἰπών· ἦλθε ψυχὴ μητρὸς Ἀντίκλεια, τουτέστιν ἡ μήτηρ

Ἀντίκλεια. πρὸς δὲ ψυχὴ Τειρεσίου ἔχων σκῆπτρον ὅμοιον καὶ τὸ, ἤτοι Ἀθηναίη

ἀκέων ἦν. δηλοῖ δὲ ὁ ποιητὴς, ὡς οὐκ ἐχρῆν εἰπεῖν ἐνταῦθα ψυχὴ Τειρεσίου, εἴπερ

αὐταὶ μὲν εἴδωλα καὶ σκιαὶ ἀΐσσουσιν, ὁ δὲ πέπνυται, ἀλλὰ ἔδει Τειρεσίαν εἰπεῖν. διὸ

εἰπὼν ψυχὴ ἐπάγει τὸ οἰκεῖον, ἤγουν τὸ ἔχων, ὁ Τειρεσίας δηλαδὴ οὐχ' ἡ ψυχὴ τοῦ

Τειρεσίου. ἃ δέ γε προσέειπεν ὁ Τειρεσίας τὸν Ὀδυσσέα, εἰσὶ ταῦτα· διογενὲς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

456

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!