18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

οὖσι κλαίει. οὕτω δὲ καὶ Μενέλαος καὶ οἱ παρ' αὐτῷ βασιλικοὶ φίλοι παῖδες. (ῃερς.

85.) Ὅρα δὲ ὅτι τὸ κατὰ κεφαλῆς ἐρύσαι φᾶρος, κατὰ κρᾶτα καλύψαι ὁ ποιητὴς

παρέφρασεν, ἀμφοῖν δὲ ἑρμηνεία τὸ, κάλυψε δὲ καλὰ πρόσωπα. τοιοῦτον δὲ καὶ τὸ

ἐν τῇ ˉδ ῥαψῳδίᾳ χλαῖναν, πορφυρέην ἄντ' ὀφθαλμοῖϊν ἀνασχών. Πληθύνει δὲ

κἀνταῦθα τῷ ἥρωϊ τὰ πρόσωπα Ὅμηρος ὡς καὶ ἀλλαχοῦ τῷ Αἴαντι, εἰπὼν ταῦτα καὶ

καλὰ διὰ τὴν προλεχθεῖσαν θεσπεσίαν χάριν ἣ κεφαλῇ καὶ ὤμοις ἐπεχέθη. δῆλον δ'

ὅτι πρόσωπον μὲν κατὰ τὴν παλαιὰν παρατήρησιν, κυρίως ἐπὶ ἀνθρώπου. ῥύγχος δὲ,

ἐπὶ τετραπόδων. ῥάμφος δὲ, ἐπὶ πτηνῶν. αἱ μέντοι καταχρήσεις, ἔστιν ὅτε καὶ τὰ

τοιαῦτα ἐναλλάσσουσι. (ῃερς. 88.) Τὸ δὲ ὀμορξάμενος, θέμα ἔχει τὸ ὀμόργω. ἐξ οὗ

κατὰ παραγωγὴν, καὶ τὸ ἀπομόργνυσθαι. καθ' ὁμοιότητα παραχθὲν τοῦ ἄγνυσθαι καὶ

ἄχνυσθαι καὶ τῶν ὁμοίων. δοκεῖ δὲ καὶ δίχα τοῦ ˉο προφέρεσθαι τὸ πρωτότυπον, ὡς

δηλοῦσιν οἱ γράφοντες τὸ ἀπεμόρξαντο καὶ τὰ τοιαῦτα. Ὅτι δὲ τὸ ἀμέργω παντελῶς

ἕτερόν ἐστι τοῦ ῥηθέντος ὀμόργω, ἐν ἄλλοις ἐδηλώθη. ἐξ οὗ δοκεῖ καὶ ἡ ἀμόργη

παρῆχθαι. οὐ μόνον λεγομένη ἐπὶ ὕλης ἐλαίου, ἀλλὰ καὶ πορφύραν σημαίνουσα

1.285 κατὰ τοὺς παλαιούς. εἰ δὲ καὶ τὸ ὀμόργω ἀπὸ τοῦ ἀμέργω δόξειε γενέσθαι διὰ

τὸ καὶ τὴν ἐλαϊκὴν ἀμόργην σπογγισμοῦ δέεσθαι, οὐκ ἂν εἴη πάντῃ ἀλλόκοτον.

(ῃερς. 93.) Ὅτι ὥσπερ Μενέλαος ἔγνω τοὺς βασιλικοὺς παῖδας κρύφα

κοινολογουμένους, προσέσχε γὰρ ὡς ἐχρῆν, οὕτω κἀνταῦθα τοῦ Ὀδυσσέως πρῶτος ὁ

βασιλεὺς ᾔσθετο κλαίοντος. φησὶ γάρ. ἔνθ' ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα

εἴβων ἢ λείβων. Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατ' ἠδὲ νόησεν, ἥμενος ἄγχ' αὐτοῦ.

(ῃερς. 95.) βαρὺ δὲ στενάχοντος ἄκουσεν. ὥστε, οὐ τὸ δάκρυον μόνον κατεμήνυσε

τὴν Ὀδυσσέως λύπην, ἀλλὰ καὶ ὁ βαρὺς στεναγμός. οὕτω δὲ ἀπαραλλάκτως κεῖται

καὶ ἐν τοῖς ἑξῆς ἔνθα ἐλεεινὸν ὑπ' ὀφρύσι δάκρυον εἴβων, τοὺς μὲν ἄλλους

ἐλάθανεν, οὐ μὴν καὶ τὸν βασιλέα. ἐκεῖ δὲ τὸ εἴβειν καὶ λείβειν φησὶν, εἰπών.

δάκρυον εἶβε. καὶ ἐπαγαγὼν εὐθὺς τὸ, δάκρυα λείβων. (ῃερς. 94.) Τὸ δὲ ἐφράσατο καὶ

τὸ ἐνόησεν, ἐκ παραλλήλου τὸν αὐτὸν ἔχουσι νοῦν. δύναται δὲ καὶ ἄλλως τὸ

φράσασθαι μὲν, βουλὴν καὶ σκέψιν ἁπλῶς δηλοῦν. τὸ δὲ νοῆσαι, κατάστασιν βουλῆς

καὶ ὡς εἰπεῖν, ἀποτελεύτησιν. ἵνα τὴν φράσιν ἐπισφραγίσῃ ἡ ἐντελὴς νόησις. (ῃερς.

98.) Ὅτι εὕρηται βρῶσις ἐνταῦθα μέχρι κόρου παρὰ τοῖς τρυφηταῖς Φαίαξιν. ὅπερ ὡς

καὶ ἡ Ἰλιὰς δηλοῖ, σπάνιον παρὰ τῷ ποιητῇ. φησὶ γάρ. ἤδη μὲν δαιτὸς κεκορήμεθα

θυμὸν ἐΐσης, φόρμιγγός τε. (ῃερς. 99.) ἣ δαιτὶ συνήορός ἐστι θαλείῃ. τουτέστιν ἥτις

συνήρμοσται καὶ συνέρευκται προσεταιριζομένη τῇ εἰλαπίνῃ. διὸ τινὰ τῶν

ἀντιγράφων ἀντὶ τοῦ θαλείη, ἑταίρη γράφουσι. παραμυθεῖται δέ πως νῦν ὁ τῆς

φόρμιγγος κόρος, τὸν τῆς δαιτός. ὡς διὰ τοῦτον, μὴ δὲ ἐκεῖνον δοκεῖν ψεκτόν. θεῖον

γὰρ ἡ ἀοιδή. ὥστε τοιοῦτόν τι καὶ ὁ αὐτῆς κόρος. (ῃερς. 98.) Τὸ δὲ ἐΐση, νηός τε

ἐπίθετον καὶ εὐωχίας ὡς μυριαχοῦ δηλοῦται. Συνήορος δὲ, γίνεται παρὰ τὸ ἀείρω τὸ

συζευγνύω. ἐξ οὗ καὶ ὁ παρήορος. ὁ μέντοι ἐν Ἰλιάδι μετήορος, ἀπὸ τοῦ ἀείρω τὸ

κουφίζω καὶ ἐπαίρω γίνεται. οἱ δὲ ἀπήωροι κλάδοι ἐν τοῖς ἑξῆς, τουτέστιν

ἀποκρεμεῖς καὶ πόῤῥω τῆς ῥίζης ὄντες. κατὰ δὲ ἑτέρους εἰπεῖν, ἀφεστῶτες,

παρεκτεταμένοι, ἀπηρτημένοι, ἐκτείνουσι τὴν παραλήγουσαν, ὡς μὴ γενόμενοι ἀπὸ

τοῦ ἀείρω ἀλλ' ἐκ τοῦ αἰωρῶ. (ῃερς. 100.) Ὅτι φιλενδεικτῶν ἐπὶ τοῖς ἐγχωρίοις

ἄθλοις ὁ βασιλεὺς Ἀλκίνοος, (ῃερς. 101.) φησί. νῦν δ' ἐξέλθωμεν καὶ ἀέθλων

πειρηθῶμεν πάντων. τῶν συνήθων δηλαδὴ τοῖς Φαίαξιν. ὡς ἂν ὁ ξεῖνος εἴπῃ τοῖς

ἑαυτοῦ οἴκαδε νοστήσας, ὅσσον περιγινόμεθ' ἄλλων. (ῃερς. 103.) πύξ τε,

παλαισμοσύνῃ τε, καὶ ἅλμασιν, ἠδὲ πόδεσσιν. ἑνὶ στίχῳ περιλαβὼν τέσσαρας ἄθλους.

ἔνθα σκοπητέον, πῶς εἶδεν ὁ Φαίαξ εἴπερ τῶν ἄλλων ἀνθρώπων περιγίνονται ἐν

ἄθλοις οἱ ὑπ' αὐτὸν, ὁ ἐκτοπίζων τὴν κατ' αὐτὸν γῆν καὶ μήτε εἰδώς τινας μήτε

γινωσκόμενος. ἢ τοίνυν τοῦτο ἀλαζονεύεται, τὸ πάντων δηλαδὴ περιγενέσθαι. ἢ

ἐκεῖνο, ἤτοι τὸ ἀπῳκίσθαι τὴν κατ' αὐτὸν νῆσον. (ῃερς. 100.) Ὅρα δὲ καὶ ὅτι ἅμα δαῒς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

324

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!