18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἀνεπαίσθητον τῆς τοῦ φωτισμοῦ φησὶ παραυξήσεως ἐν ἑκάστῃ ἡμέρᾳ οὐδὲ

ἐπινοῆσαι ῥᾴδιον πῶς ἔστιν ἑκάτερον αὐτῶν ἑτερήμερον. λέγει δὲ μᾶλλον τοῖς

κύκλοις ἐφαρμόζειν τὸ ἑτερήμερον τοῖς τε ἄλλοις καὶ τοῖς τροπικοῖς. καὶ ταῦτα μὲν

κατὰ ἀλληγορίαν. ἡ δὲ ἱστορία πολλὰ τοὺς ∆ιοσκούρους σεμνύνει. τὸ δὲ ἐξ ᾠοῦ

γενέσθαι αὐτοὺς τῶν νεωτέρων ἔστι πλάσμα, κείμενον καὶ παρὰ Λυκόφρονι.

Ὅμηρος δὲ οὐδὲν τοιοῦτον μυθολογεῖ, ἀρκούμενος μετριάζειν ἐν τοῖς τοιούτοις.

οὕτω δέ πως καὶ Κλέαρχος αἰδούμενος οἷον ἐπὶ τῷ μυθικῷ τούτῳ λήρῳ εὑρὼν τὰ

ὑπερῷα καλούμενα παρὰ τοῖς παλαιοῖς καὶ ᾠὰ εἶπε τὴν Ἑλένην ἐν τοιούτοις

οἰκήμασι τραφεῖσαν φήμην πέμψαι πολλοῖς ὡς ἐξ ᾠοῦ εἴη γεγεννημένη. Καὶ

Νεοκλῆς μέν φασιν ὁ ἐκ Κρότωνος ἀπὸ σελήνης τὸ τοιοῦτον ἔφη ᾠὸν πεσεῖν.

ᾠοτοκεῖν γὰρ τὰς σεληνίτιδας γυναῖκας φησὶ, καὶ τοὺς ἐκεῖ γενομένους

πεντεδεκαπλασίους ἡμῶν εἶναι. καὶ οὕτω μὲν αὐτός. ὁ δὲ Ἔριφος, λόγιος δὲ ἦν καὶ

αὐτὸς ἀνὴρ, χήνεια ληρεῖ ᾠά τε καὶ Μεγάλα τὴν Λήδαν τεκεῖν, ἐξ ὧν οἱ καὶ ἐν τῇ

Ἰλιάδι κείμενοι ∆ιόσκουροι. ὁ δὲ μελοποιὸς Ἴβυκος καὶ τοὺς μολιονίδας ὁμοίως

παράγει ἐξ ᾠοῦ, εἰπὼν αὐτοὺς, ἅλικας ἰσοκεφάλους ἑνιγύους ἀμφοτέρους γεγαῶτας

ἐν ᾠέῳ ἀργυρέῳ καθὰ καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐγράφη. ἡ δὲ λυρικὴ Σαπφὼ καὶ

αὐτὴ στοιχοῦσα τῷ εἰρημένῳ περὶ τῶν ∆ιοσκούρων μύθῳ, ἀλλ' αὐτὴ οὔτε ᾠὸν

δυσυλλάβως οὔτε ὤεον διὰ τοῦ ˉε τρισυλλάβως γράφει, ἀλλὰ στίξασα καὶ οὕτως

ἐκφωνήσασα τὸ ˉι προσγέγραπται ἐν τῷ ᾠὸν, τρισυλλάβως 1.418 προφέρει ἐν τῷ,

φασὶ δή ποτε Λήδαν ὤϊον εὑρεῖν. καὶ ἀλλαχοῦ, ὠΐου πολὺ λευκότερον. καὶ οὕτω μὲν

ἡ Σαπφώ. Ἐπίχαρμος δέ φασι καὶ αὐτὸς διὰ τοῦ ˉε λέγει ὤεον ὁμοίως τῷ Ἰβύκῳ, ἐν

τῷ, ὤεα χανός. καὶ Σιμωνίδης ἐν τῷ, οἷόν τε χηνὸς ὤεον Μαιανδρίου. Ἀθήναιος δὲ ὁ

ταῦτα παραδοὺς καὶ ᾠάριον οἶδε διὰ τεσσάρων, ἤγουν τετρασυλλάβως. ὡς καὶ

σταμνάριον τὸ σταμνίον, ἐξ οὗ καὶ Ζεὺς παρὰ τῷ κωμικῷ Στάμνιος, παίζοντι τὰ

συνήθη, ἔνθα σταμνίου ∆ιὸς υἱὸν λέγει τὸν ∆ιόνυσον. καὶ ταῦτα μὲν τοιαῦτα. (ῃερς.

297.) ἡ δὲ Λήδα ἴσως ἂν ἀπὸ τοῦ λῄδιον γίνοιτο. ἔστι δὲ λῄδιον Ἀττικῶς, λειόν τι

περιβόλαιον οἰκεῖον τοῖς τρυφῶσιν. εἰ δὲ τοῦθ' οὕτως ἔχει, ἔστιν ἀπορῆσαι πῶς μὴ

καὶ ἡ Λήδα προσγεγραμμένον ἔχει τὸ ˉι ἐν τῇ παραληγούσῃ κατὰ τὸ λῄδιον. ὃ

διαλυθὲν ἐκ τοῦ λεῖον, εἶτα τρέψαν τὸ προπαραλῆγον ˉε εἰς ˉη καὶ γενόμενον

ὑποκοριστικῶς ἐν τετρασυλλαβίᾳ ληΐδιον, συνῃρέθη τῇ προσγραφῇ τοῦ ˉι εἰς

λῄδιον. περὶ οὗ φησὶν Ἀθήναιος, ὅτι περιᾴδονται τὰ Κορίνθια λῄδια. τό δέ γε παρὰ

Ἡροδότῳ λήδανον ἀπέοικε τῶν τοιούτων βάρβαρον ὂν, ὡς αὐτὸς ἐκεῖνος

ἐπισημαίνεται. (ῃερς. 299.) Περὶ δὲ ∆ιοσκούρων διείληπται μὲν καὶ ἐν τοῖς εἰς τὴν

Ἰλιάδα, ῥητέον δὲ καὶ νῦν ὅτι κατ' ἐξαίρετον αὐτοὶ ἔχουσι τὸ ὑφὲν λέγεσθαι

συγκειμένως. ἄλλως μέντοι ἐν παραθέσει πολλοὶ ἐλέγοντο τοῦ ∆ιὸς κοῦροι, καθότι

καὶ Ἑλένη κούρη ∆ιός. ἔτι δὲ καὶ Ἀφροδίτη. ἱστορία δὲ, ἡ λέγουσα ὅτι Ξενοφῶν ὁ

γλυκὺς ἐκεῖνος Ἀττικὸς μέλισσα ἐπωνομάζετο, παραδίδωσι καὶ ὅτι οἱ ἐξ ἐκείνου καὶ

Φιλησίας υἱοὶ Γρύλος καὶ ∆ιώδωρος ∆ιόσκουροι ἐπεκαλοῦντο. (ῃερς. 300.) Ἰστέον δὲ

ὅτι Τυνδαρίδας εἰπών τις τοὺς ∆ιοσκούρους ἀπορήσοι ἂν εἰκότως διὰ τί μὴ διὰ

διφθόγγου ἡ παραλήγουσα γράφεται, ὡς ἀπὸ τοῦ Τυνδάρεως, ἵνα συναιροῖτο ὡς ἐκ

τοῦ Τυνδαρεΐδης. καὶ ἔχει μὲν λόγον ἡ ἀπορία. κρατεῖ δὲ ἡ διὰ τοῦ ˉι γραφὴ ὡς

ἀποβληθέντος τοῦ ˉε πρὸς χρησιμότητα μέτρου δακτυλικοῦ. Ἐξαίρετα δὲ τοῖς

∆ιοσκούροις τῷ μὲν τὸ ἱππόδαμον, τῷ δὲ τὸ πὺξ ἀγαθόν. Ἰστέον δὲ ὅτι τὸ, οὓς ζωοὺς

κατέχει φυσίζοος αἶα, ῥηθείη ἂν καλῶς ἐπὶ τῶν καὶ μετὰ θάνατον τιμωμένων.

ὁμοίως κατὰ παρῳδίαν καὶ τὸ οἳ καὶ νέρθεν γῆς τιμὴν ἔχοντες ζώουσι, τιμὴν δὲ

λελόγχασιν ἶσα θεοῖσι. (ῃερς. 302.) Τὸ δὲ ἄλλοτε μὲν ζώουσ' ἑτερήμεροι ἄλλοτε δ'

αὖτε τεθνᾶσιν, οἰκεῖον ἐπὶ τῶν νῦν μὲν εὐτυχούντων, νῦν δὲ οὔ. Παρήχησιν δέ τινα

ἔχει τὸ, (ῃερς. 300.) ζωοὺς κατέχει φυσίζοος αἶα. τίς δὲ ἡ φυσίζοος, ἡ Ἰλιὰς δηλοῖ.

(ῃερς. 302.) Ἰστέον δὲ ὅτι τὸ ἄλλοτε μὲν ζώουσιν ἄλλοτε δ' αὖ τεθνᾶσιν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

476

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!