18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

στήσαντο κρητῆρας ἐπιστεφέας οἴνοιο. λεῖβον δ' ἀθανάτοισι θεοῖς αἰειγενέτῃσιν.

(ῃερς. 433.) Ἐκ πάντων δὲ μάλιστα ∆ιὸς γλαυκώπιδι κούρῃ. ἤγουν τῇ Ἀθηνᾷ. Ἔνθα

ὅρα τὴν διπλὴν αὔξησιν. ἐπίτασιν γὰρ δηλοῖ καὶ ἡ ˉεκ πρόθεσις, καθὰ καὶ τὸ

μάλιστα. εἶτα συμπληρῶν, λέγει. (ῃερς. 434.) Παννυχίη μέν ῥ' ἥγε, καὶ ἠῶ πεῖρε

κέλευθον. Κληῖδες μὲν οὖν τίνες εἰσὶν, ἡ Ἰλιὰς ἐδήλωσεν. (ῃερς. 4.) Ἴκμενον δὲ καὶ

νῦν οὖρον, ἢ τὸν ὑγρὸν λέγει παρὰ τὴν ἰκμάδα ὃ καὶ ἀρέσκει τοῖς παλαιοῖς ἐπεί περ

ἀλλαχοῦ ἀνέμων μένος ὑγρὸν ἀέντων φησὶν, ἢ τὸν φορὸν καὶ εἰς τὸ ἱκέσθαι

ἐπιτήδειον, ὡς οἱονεὶ ἱκόμενον. Οὖρον δὲ, τὸν εὐδιεινὸν ὡς δι' αὐτοῦ ὀρούειν ὅ

ἐστιν ὁρμᾶν τὴν ναῦν. ἀφ' οὗ καὶ ὁ ἐξουρίας πλοῦς, ἤγουν ὁ ἐκ πνοῆς εὐδιεινῆς. ὃ

καὶ πληθυντικῶς λέγεται ἐξ οὐρίων, ἤγουν ἐξ εὐδιεινῶν πνευμάτων. ἐκεῖθεν καὶ

οὐρίσαι, τὸ ἀποκαταστῆναι εἰς οὔριον, ὥς φασιν οἱ παλαιοί. καὶ κατουρίζειν ῥῆμα

τραγικῶς. ὁ μέντοι οὐρὸς ὀξυτόνως, ἄλλο τι ἐν τῇ Ἰλιάδι δηλοῖ. Ἰστέον δὲ ὅτι οὐ

μόνον πνοὴ οὐρία λέγεται, ἀλλὰ καὶ κατὰ τὴν ἱστορίαν τοῦ δειπνοσοφιστοῦ, καὶ

ὄρνεόν τι οὕτω καλεῖται. ὅπερ οὐ πολύ φασι λείπεται νήττης. τῷ χρώματι,

ὑποκέραμος. ἔχουσα 1.107 ῥύγχος μακρόν τε καὶ στενόν. (ῃερς. 421.) Ἀκραῆ δὲ λέγει,

τὸν ἄκρως ἀέντα ἤτοι πνέοντα. οἱ δὲ, γράφουσιν εὐκραῆ. ὥς τε δύναταί τις ἀκραῆ

λέγειν, καὶ τὸν μὴ κεκραμένον ἀλλ' ἀκριβῆ ζέφυρον. Κελάδοντα δὲ, οἱ μὲν, τοῦ

ζεφύρου ἐπίθετον ἐκδέχονται. οἱ δὲ, τοῦ πόντου. ἐπεὶ καὶ ἐν Ἰλιάδι οἱ παλαιοὶ, ἵππον

ἐγκέλαδον τῷ Ποσειδῶνι παραδιδόασιν, ὡς ἐν τῇ ˉν ῥαψῳδίᾳ ἐγράφη. Ὅπλα δὲ τίνα

λέγει, πρὸ ὀλίγων εἴρηται. (ῃερς. 424.) Τὸ δὲ ἱστὸν στῆσαν, ἐτυμολογίας τρόπος καὶ

αὐτὸ καθὰ καὶ τὸ στησαμένη μέγαν ἱστόν. Ὅρα δὲ ὅτι ἐνταῦθα μὲν, ἱστὸν στῆσαν

ἔφη. κατωτέρω δὲ, παθητικῶς στήσαντο κρατῆρας. ὁποῖόν τι καὶ ἐν Ἰλιάδι κεῖται. Τὸ

δὲ εἰλάτινον, τεχνικῶς εἶπεν. ὡς δέον ὂν τοιοῦτον εἶναι τὸν τῆς νηὸς ἱστόν.

Μεσόδμη δὲ, ἡ ὀπὴ δι' ἧς ὁ ἱστὸς ἐνείρεται. λεχθεὶς οὕτω, παρὰ τὸ μέσον τῆς νηὸς

δεδομῆσθαι. μέση γὰρ τοῦ τοιούτου πλείου ἔστι. (ῃερς. 425.) Προτόνους δὲ ἢ προτόνα

οὐδετέρως κατὰ μεταπλασμὸν λέγει, σχοινία δι' ὧν ὁ ἱστὸς ἀποδεσμεῖται ὡς ἂν ἔχῃ

βεβαίως ἵστασθαι. οἱ δὲ παλαιοὶ, προτόνους φασὶ, κάλωας ἀπὸ τοῦ καρχησίου εἰς

πρώραν καὶ πρύμναν διατείνοντας. εἴρηται δὲ περὶ προτόνων, καὶ ἐν Ἰλιάδι ἐν τῷ,

προτόνοισιν ὑφέντες. ἐπίτονος μέντοι, δέρμα φασὶν ᾧ πλοίου ἱστὸς κατασφαλίζεται.

καὶ ἔοικε διαφέρειν προτόνου εἴ τις ἐξακριβοῖτο αὐτόν. (ῃερς. 426.) Τὰ δὲ λευκὰ

ἱστία λινᾶ εἶναι δοκεῖ. διὸ καὶ λίνα τὰ τοιαῦτα λέγονται ὁμωνύμως τοῖς δικτύοις. ὧν

ἡ κλῆσις, μέχρι καὶ νῦν φέρεται παρά τε ἄλλοις καὶ τοῖς περί που τὴν Παμφυλίαν. οἳ

λινάριά τε καλοῦσι τὰ θηρατικὰ δίκτυα. καὶ ὅτε δὲ ζῶον ἐμπεσὸν αὐτοῖς ἐκφύγῃ,

ἐκλινίσαι φασὶν αὐτὸ, ῥητορικῶς φράζοντες. ὅτι δὲ τὰ λευκὰ ἱστία καὶ εἰς οἰωνὸν

ἦσαν ἀγαθὸν, ἐδήλωσε Θησεὺς οἷς τεκμήριον δυσπραγίας ἔθετο πλείων εἰς Κρήτην

διὰ τὸν Μινώταυρον, εἴπερ ἡ κατ' αὐτὸν ναῦς ἐκεῖθεν εἰς Ἀθήνας ἐπαινιοῦσα,

μέλανι ἐπιταχύνεται ἱστίῳ καὶ μὴ λευκῷ. Τὸ δὲ ἐϋστρέπτοισι βοεῦσιν ἕλκεσθαι τὰ

ἱστία, χρήσεως ἀρχαίας ἐστί. καθ' ἣν καὶ νῦν οἱ περί που τοὺς ταύρους ἀρκτικοὶ,

φωκῶν δέρμασι καί τισι τοιούτοις τὴν τῶν σχοίνων χρείαν ἀποπληροῦσι. λέγει δὲ

βοέας καὶ ἐν συναιρέσει βοεῖς, τοὺς ἐκ βοείων ἱμάντων κάλωας. οὓς, καὶ κάλους οἱ

ὕστερον φασίν. οἱ καὶ τὸν λαγὼν συστέλλοντες καὶ τὸ πληθυντικὸν λαγοὺς

λέγοντες. Τὸ δὲ εὐστρέπτοις, ἀντὶ τοῦ εὐμαλάκτοις ἢ εὐκλώστοις. οὕτω γὰρ μάλιστα

οἱ ἱμάντες χρήσιμοι ἐγίνοντο. ἀφ' ὧν καὶ ἱμονιὰ κατὰ Αἴλιον ∆ιονύσιον, ἱμάς.

σχοινίον. ᾧ ὕδωρ ἀντλοῦμεν. καὶ ἱμᾶν, τὸ ἀντλεῖν, ἐκεῖθεν δὲ καὶ τὸ ἀνιμᾶσθαι

κάτωθεν δηλαδὴ ἄνω. καὶ τὸ ἀνάπαλιν καθιμᾶσθαι, οἷον. νύκτωρ πολλοὺς διὰ τῶν

τειχῶν αὐτοὺς καθιμήσαντας, φεύγει ὡς δὲ καί τινες φλοιοὶ καὶ αὐτοῖ δὲ σχοῖνοι τὸ

φύτον, ἀνεπλήρουν ὅσα καὶ οἱ καθ' Ὅμηρον βοέες, οὐκ ἄδηλόν ἐστι. καὶ σχοίνοις

μὲν τοῖς κατὰ τὸ φυτὸν, τὰ κοινότερον σχοινία παρονομάζονται ὡς καὶ ἐν τοῖς εἰς

τὴν Ἰλιάδα ἐῤῥέθη. ὁ δ' ἐκ φιλύρας φλοιὸς, πολλὴν ὅτι μάλα εἰς τὰ τοιαῦτα ὕλην

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

122

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!