18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἀμήχανόν ἐστι τὸν Ὀδυσσέα ἐκ τῆς κατὰ τὴν Καλυψὼ νήσου πλεύσαντα νοστῆσαι

οἴκαδε, ἀλλ' ἐκεῖνος πολυμήχανος ὢν καὶ διατοῦτο καὶ ναυπηγεῖν εἰδὼς, νέηται

ἤγουν νοστήσει εἰς τὴν πατρίδα. τὸ γὰρ τοιοῦτον νέεσθαι, δῆλον ὅτι τὸν νόστον

παράγει. Τοῦ δὲ φράσσεται, πρωτότυπον τὸ φῶ ἐξ οὗ πλεονασμῷ τοῦ ˉρ, φρῶ. ὅθεν

τὸ φράζω. καὶ περὶ μὲν τοῦ φῶ καὶ τῆς κατ' αὐτὸ ὁμωνυμίας, ἐν τοῖς μετὰ ταῦτα

ῥηθήσεται. τὸ δὲ φράζειν καὶ φράζεσθαι, ὁμωνυμίαν καὶ αὐτὸ ἔχει. καὶ νῦν μὲν, τὸ

βουλεύεσθαι δηλοῖ. ἀφ' οὗ καὶ φραδὴς νοῦς. ὡς τὸ, φραδέος νόου τέτυκται. καὶ

ἀριφραδὴς ὁ ἄγαν συνετός. οὗ διέσταλται κατὰ τόνον, Ἀριφράδης τὸ κύριον, καὶ

φράδμων ὁ βουλευτής. οἷς ἐναντίον, ὁ ἀφραδής. τιθέμενος καὶ ἐπὶ νεκύων κατὰ τὸν

ἐξωτερικὸν μῦθον. ἔτι δὲ λέγεται φράζειν, καὶ τὸ λαλεῖν λεκτικῶς. ὅθεν καὶ φράσις

καὶ περίφρασις καὶ παραφραστὴς καὶ ὅσα τοιαῦτα. δοκεῖ δὲ ἔκ τινος ἑτεροσημάντου

φῶ καὶ φρῶ, γίνεσθαι τὸ φράσσω. ἀφ' οὗ ὁ κατάφρακτος στρατιώτης καὶ οἱ φραγμοὶ

καὶ ὅσα τοιαῦτα. (ῃερς. 7.) Ὅτι ὡς καὶ ἀλλαχοῦ φαίνεται, τὸ ῥῆμα μὲν τοῦ λέγειν,

οἶδεν ὁ ποιητής. ὡς καὶ ἐνταῦθα ἐν τῷ, ἀτρεκέως κατάλεξον. τὸ δὲ ἐξ αὐτοῦ ὄνομα

τὸ λόγος, οὐκ οἶδεν, ἀλλὰ μῦθον ἀεὶ τὸν λόγον φησίν. ἔστι δὲ πάντως τὸ κατάλεξον

ταυτὸν τῷ, ἀγόρευσον. διὸ καὶ ἐπάγεται τὸ, μάλ' ἀτρεκέως ἀγόρευσον. (ῃερς. 9.) Ὅτι

ἐκ τῆς κεφαλῆς καὶ τῶν ὀμμάτων χαρακτηρίζεται ἡ τοῦ Τηλεμάχου πρὸς τὸν πατέρα

ὁμοιότης, ἐν τῷ, αἰνῶς κεφαλήν τε καὶ ὄμματα καλὰ ἔοικας ἐκείνῳ. ὁ δὲ λόγος

ἁρμόζει παντὶ ἔχοντι πρὸς τὸν τεκόντα ἐμφέρειαν. ἐρεῖ δέ τι τοιοῦτον καὶ ἐν τοῖς

ἑξῆς ὁ Μενέλαος ὃς ἔκ τε χειρῶν καὶ ποδῶν καὶ ὀφθαλμῶν βολῆς καὶ χαίτης, τὴν

πρὸς τὸν Ὀδυσσέα τῷ Τηλεμάχῳ συνάξει ὁμοιότητα. (ῃερς. 210.) Ὅτι κυρίως μὲν, τὸ

μίσγεσθαι λέγεται ἐπὶ ὑγρῶν. χείμαῤῥοι γοῦν ἐν Ἰλιάδι μίσγεσθαι λέγονται, ὅθεν καὶ

ἡ μισγάγκεια. 1.51 καὶ κήρυκες οἶνον ἔμισγον ἐν κρατῆρσι καὶ ὕδωρ. ἐνταῦθα δὲ,

φίλοι ἀλλήλοις θαμὰ μίσγεσθαι λέγονται. συνακίρναται γάρ πως ἡ φιλία τοῖς ἤθεσι.

καὶ ἔστι σωμάτων μὲν, τὸ παρατίθεσθαι. ψυχῶν δὲ, τὸ μίσγεσθαι, συνανακιρναμένων

φιλικῶς. δῆλον δὲ ὅτι καὶ ἐπὶ συνεύνων τὸ μίσγεσθαι λέγεται. καὶ ὡς οἰκεία ἡ λέξις

ἐπὶ μάχης καὶ ἔριδος. ὅθεν καὶ τὸ ἐπιμὶξ μάχεσθαι. οἴδασι δὲ καὶ φιλόσοφοι τὴν

αὐτὴν λέξιν ἐν τοῖς κατ' αὐτοὺς συλλογιστικοῖς σχήμασιν. (ῃερς. 211.) Ὅτι ἀναβῆναι

εἰς Τροίαν ὡς καὶ προεγράφη, τὸ ἀναπλεῦσαι. δῆλον δὲ ὅτι καὶ βῆναι τὸ τοιοῦτον

λέγεται, οὐχ' ἁπλῶς μέντοι ἀλλὰ μετὰ νηὸς, ὡς δηλοῖ τὸ, ἔνθά περ ἄλλοι Ἀργείων οἱ

ἄριστοι ἔβαν κοίλαις ἐπὶ νηυσί. καὶ ὅρα τὸ, Ἀργείων οἱ ἄριστοι οὓς ὡς ἀρίστους

ἥρωας ἐν Ἰλιάδι καλεῖ ὁ ποιητής. (ῃερς. 214.) Ὅτι τὸ πεπνυμένοςὁ φρόνιμος, ἀπὸ τοῦ

πνύω ἐνεστῶτος γίνεται, αὐτὸ δὲ, ἢ ἀπὸ τοῦ πονῶ πονύω κατὰ συγκοπὴν ὃ δηλοῖ τὸ

ἐνεργῶ. ἐνεργὴς γὰρ ὁ φρόνιμος, ἢ ἀπὸ τοῦ πινύσσω τὸ φρονῶ. ἐξ οὗ καὶ ἀπινύσσειν

τὸ ἀφραίνειν. καὶ πινυτὸς ὁ φρόνιμος. (ῃερς. 216.) Ὅτι λόγου μειρακιώδους καὶ

ἀφελοῦς τὰ τοῦ Τηλεμάχου μιμητικῶς ὑπὸ Ὁμήρου γραφέντα. ἐν οἷς ἐρωτηθεὶς εἰ

τοῦ Ὀδυσσέως ἐστὶν υἱὸς, λέγει ἁπλοϊκῶς ὅτι ἡ μήτηρ μέν φησιν Ὀδυσσέως ἐμὲ εἶναι

υἱὸν, αὐτὰρ ἔγωγε οὐκ οἶδα, οὗ γάρ πω τις ἑὸν γόνον αὐτὸς ἀνέγνω. ἤγουν ἡ μήτηρ

μὲν εὖ γινώσκουσα, τοῦ Ὀδυσσέως ἐμὲ υἱὸν εἶναι φησὶν, ᾗ τινι πάντως καὶ πείθομαι.

ἐγὼ μέν τοι οὐκ οἶδα ἐξ ἐμαυτοῦ δηλονότι. ὅτι μὴ δὲ ἄλλως τις ἀφ' ἑαυτοῦ ἔγνω

πόθεν γέγονεν, εἰ μὴ μάλιστα μὲν, ἐκ μητρὸς ἤδη δὲ καὶ ἀπ' ἄλλων εὖ εἰδότων. διὸ

καὶ φησί. τοῦ μ' ἐκ φασὶ γενέσθαι, ἐπεὶ σύγε τοῦτο ἐρεείνεις. Καὶ ὅρα ὅτι οὐκ εἶπεν ἡ

μήτηρ μέν με φησὶ τούτου εἶναι αὐτὰρ ἐγὼ οὐ πείθομαι, ἀλλὰ οὐκ οἶδα οἴκοθεν.

πείθομαι δὲ δηλαδὴ τῇ μητρί. διὸ καὶ ἐπάγει, ὡς δὴ ἔγωγ' ὄφελον μάκαρος δή τινος

εἶναι υἱός. Ὀδυσσεὺς γὰρ ἀποτμότατος ἐγένετο ἀνθρώπων. (ῃερς. 218.) Πιστεύων

ἄρα τῇ μητρὶ, ἀπεύχεται Ὀδυσσέα ἔχειν πατέρα. ἴσως δὲ, καὶ βαρυνομένης ψυχῆς ἡ

φαινομένη αὕτη ἀφέλεια, καὶ οὐκ ἐξ ὀρθοῦ, ἀφελοῦς. ἐνάγει γὰρ αὐτὸν ἡ λύπη, εἰς

τὸ μὴ ἂν ἔχειν ῥᾳδίως πιστεῦσαι ὡς Ὀδυσσέως ἔστιν υἱός. τοῦ τηλικούτου. τοῦ οὕτω

μεγάλου. (ῃερς. 221.) Τὸ δὲ τοῦ μ' ἐκ φασὶ γενέσθαι, ὅμοιόν ἐστι τῷ ἐν Ἰλιάδι. τόν με

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

58

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!