18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

(ῃερς. 10.) Φησὶ γάρ. εὖθ' οἳ σπλάγχνα πάσαντο, θεῷ δ' ἐπὶ μηρία καῖον, οἵ δ' ἰθὺς

κατάγοντο. ἤτοι ἐνελιμενίζοντο. εἶτα εὐθὺς ἐπάγει διασκευὴν σύντομον

ἐλλιμενισμοῦ, ἰδ' ἱστία νηὸς ἐΐσης στεῖλαν ἀείραντες. τήν δ' ὥρμισαν. ἐκ δ' ἔβαν

αὐτοί. Τί δέ ἐστι τὸ σπλάγχνα πάσασθαι καὶ τὸ καίειν μηρία. καὶ ὅτι τὸ ἰθὺς, καὶ δίχα

τοῦ ˉσ λέγεται ἰθύ. καὶ ὅτι ἐΐση λέγεται Ἀττικῶς ἡ ἴση καὶ ἰσόπλευρος. ἢ ἡ πορευτικὴ

ἀπὸ τοῦ ἐΐω τὸ ὁρμῶ. (ῃερς. 11.) καὶ τίς ὁ ὅρμος. καὶ ὅτι ὁρμεῖ μὲν ναῦς, ὁρμίζει δὲ

ἄλλος νῆα, δεδήλωται ἀλλαχοῦ. Τὸ δὲ ἔστειλαν, ἀντὶ τοῦ συνέστειλαν. Καὶ ὅρα ὅτι

ἄλλως μὲν στέλλει νῆα θοὴν ὁ Μέντωρ, ἀντὶ τοῦ, εὐτρεπίζει γάρ. ἄλλως δὲ

στέλλουσιν ἱστία οἱ ἐρέται, συστέλλουσι γάρ. Τὸ δὲ ἀείραντες, πρὸς διαστολὴν

εἴρηται τοῦ καταῤῥίψαι. συνέστειλεν γὰρ τὰ ἱστία, οὐ κάτω ῥίψαντες, ἀλλ'

ἀναδήσαντες πρὸς τῷ κέρατι τῆς νηός. (ῃερς. 14.) Ὅτι εὐφυῶς πλάττει Ὅμηρος

Μέντην τινὰ καὶ Μέντοραν, συνετοὺς ἄνδρας, ἑταίρους τῷ βασιλικῷ παιδὶ

Τηλεμάχῳ. ἐπειδὴ αὐτοὶ μὲν, καὶ συνετοὶ καὶ ἀπὸ τοῦ μένος δοκοῦσιν

ἐτυμολογεῖσθαι, ἢ ἀπὸ τοῦ μένω. ἵνα ᾖ ἐκ τοῦ μένω μὲν, ὁ Μέντης. ὡς ὁ ὀφέλτης ἐκ

τοῦ ὀφέλλω. ἐκ δὲ τοῦ Μέντης, ὁ Μέντωρ. ὡς καὶ ἐκ τοῦ θηρητὴς καὶ ἡγητὴς, ὁ

θηρήτωρ καὶ ὁ ἡγήτωρ. Τηλεμάχῳ δὲ καὶ αὐτῷ θεόθεν φρονοῦντι μένος τε καὶ

θάρσος ἐδόθη, καὶ πατρικὸν ἐνέστακται μένος, καὶ ἄσχετος τὸ μένος εἶναι δοκεῖ.

καθάπαξ δὲ τοιούτῳ φανέντι, συμπαρέπεται ὁ Μέντωρ, τουτέστιν ἡ ἐμφανιζομένη

αὐτῷ Ἀθηνᾶ. καὶ συμπλέει. καὶ τὰ πρακτέα ὑποτίθεται. καὶ δὴ καὶ ἐν τῇ Πύλῳ

παραινεῖ τῷ μαθητῇ Τηλεμάχῳ, μὴ αἰδεῖσθαι τὴν πρὸς τὸν γέροντα Νέστορα

ὁμιλίαν. λέγουσα. Οὐ μέν σε χρὴ ἔτ' αἰδοῦς οὐ δ' ἠβαιόν. ἵνα δηλαδὴ μὴ ἐν κενοῖς ὁ

πλοῦς γένηται. καὶ ἦν τῷ ὄντι συστο 1.110 λῆς αἴτιον καὶ αἰδοῦς, ἐντυχία

τηλικούτου γέροντος ἀτελεῖ μείρακι, καὶ ὡς ὁ Τηλέμαχος ἐρεῖ, αἰδὼς νέον ἄνδρα ὃς

μήπω μύθοις πεπείραται πυκινοῖς, ἄνδρα γεραίτερον ἐξερέεσθαι. διὸ καὶ ἐρωτᾷ ὁ

νεανίας τὴν διδάσκαλον Ἀθηνᾶν, πῶς ἂν ἔλθοι καὶ προσπτύξηται τὸν γέροντα ὅ

ἐστιν ὁμιλήσῃ. προσαγορεύσῃ. καὶ ἡ διδάσκαλος, τὸ μὲν πῶς ἂν ἔλθοι, διδάσκει.

προηγησαμένη αὐτῷ τῆς ὁδοῦ. γενήσεται δὲ καὶ εὐχῆς αὐτῷ μετ' ὀλίγον καθηγητὴς,

εὐξαμένῳ καθὰ καὶ ἡ Ἀθηνᾶ. ἐρεῖ γάρ. ὡς δ' αὕτως ἠρᾶτο καὶ ἑξῆς. μεθόδους μέντοι

δημηγορίας, οὐ δίδωσιν. οὐ γὰρ προτίθεται ὁ ποιητὴς τέχνας διδάξαι ῥητορικάς. ἐρεῖ

δὲ, ὡς ἄλλα μὲν αὐτὸς ἐνὶ φρεσὶ σῇσι νοήσεις, ἄλλα δὲ καὶ δαίμων ὑποθήσεται. καὶ

τὸ ἑξῆς. καὶ τοίνυν ἐρωτήσαντος Νέστορος ὦ ξένοι τίνες ἐστὲ καὶ τὰ λοιπὰ, πορίζεται

αὐτόθεν ὁ νεανίας ἀφορμὴν τῆς πρὸς τὸν Νέστορα ὁμιλίας ὡς Ὁμήρῳ σύνηθες. καὶ

θάρσος θεόθεν λαβὼν, καὶ ἀρξάμενος τῆς πρὸς τὴν ἐρώτησιν ἀποκρίσεως, περαίνει

οὕτω τὴν ὁμιλίαν. Ἐν τούτοις δὲ τὸ, οὐ μέν σε χρὴ ἔτι αἰδοῦς, ἀντίπτωσίς ἐστιν

ἀρχαϊκὴ συνήθης. ἀντὶ τοῦ οὐ μήν σοι χρεία αἰδοῦς. Ἔστι γὰρ κἀνταῦθα, ἡ μὲν

αἰδὼς, πρὸς ἀνολβίῃ. τὸ δὲ θάρσος, ὄλβιον. Τὸ δὲ οὐδ' ἠβαιὸν, ἀντὶ τοῦ, οὐδόλως.

καθ' ὁμοιότητα τοῦ ἧττον ἀντὶ τοῦ οὐδαμῶς. καὶ τοῦ, τί βαιὸν, οὕτως παρὰ

Σοφοκλεῖ. καὶ τοῦ, ὀλίγον οἱ παῖδα ἐοικότα γείνατο Τυδεύς. Τοῦ δὲ προσπτύξασθαι

χρῆσις κεῖται καὶ ἐν τοῖς φθάσασι. (ῃερς. 23.) Τὸ δὲ πεπειρῆσθαι, πρὸ ὀλίγων

ἐνεργητικὸν εἶχε τὸ πειρήσω καθὰ προδεδήλωται. (ῃερς. 24.) Τὸ δὲ, αἰδώς δ' αὖ νέον

ἄνδρα γεραίτερον ἐξερέεσθαι, γνωμικῶς μὲν ἐῤῥέθη. σχῆμα δὲ ἀμφιβολίας ἔχει.

οἰήσεται γάρ τις, ἀμφίβολον εἶναι εἴτε αἰδὼς, νέον ἄνδρα ἐρώτησιν διδόναι ἀνδρὶ

γέροντι. εἴτε καὶ ἀνάπαλιν. τοιαῦτα γὰρ ὑποβάλλουσι νοεῖν αἱ συνεχεῖς δύο

αἰτιατικαί. ὡς καὶ ἐν τῷ, ὦ Ζεῦ, δὸς καταβαλεῖν τὸν σὺν ἐμέ. (ῃερς. 15.) Ὅτι τὸ,

πόντον ἐπέπλως, ἀντὶ τοῦ ἐπέπλευσας, ἢ ἀπὸ τοῦ πλῶμι γίνεται ὡς ἐκ τοῦ δίδωμι τὸ

ἐδίδως. ἢ μᾶλλον κατὰ τοὺς παλαιοὺς, ἀπὸ τοῦ ἐπέπλωσας κατὰ ἀποκοπήν. (ῃερς.

16.) Ὅτι ἀσαφῶς εἰπὼν τὸ, ὅπου κύθε γαῖα τὸν Ὀδυσσέα ἤγουν ἔκρυψε, ἐπάγει

ἑρμηνείαν τὸ, καὶ ὅν τινα πότμον ἐπέσπε. δῆλον γὰρ ὅτι ὃν ἡ γῆ ἔκρυψεν, ἐκεῖνος

καὶ πότμον ἐπέσπεν. Ἔστι δὲ τὸ μὲν κύθε, δεύτερος ἀόριστος τοῦ κεύθω. τοῦ δὲ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

125

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!