18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

καὶ τὸ λαγωὸς εἰ μὲν ἐκ τοῦ Ἰωνικοῦ ἐστι, πλεονασμὸν ἔχειν τοῦ ˉω μεγάλου ἐν τῷ

μέσῳ. εἰ δὲ ἐκ τοῦ Ἀττικοῦ, πλεονάσαι τῷ ˉο μικρῷ ἐν τῇ ληγούσῃ. ὅτι δὲ κάλος διὰ

τοῦ ˉο μικροῦ βαρυτόνως ἐλέγετο κατὰ διάλεκτον καὶ τὸ κοινὸν ἐπίθετον ὁ καλὸς,

δηλοῦσιν οἱ παλαιοί. λέγοντες ὅτι Αἰολεῖς, τὸ καλὸς καὶ σοφὸς καὶ δεινὸς καὶ

δυνατὸς, κάλος φασὶ καὶ σόφος καὶ δεῖνος καὶ δύνατος. οὕτω δὲ καὶ τὰ κατ' αὐτά.

βαρυντικοὶ γὰρ εἰσί. διὸ καὶ τὰ εἰς εˉυς ἀρσενικὰ δίχα τοῦ Ζεὺς μονοσυλλάβου

ὄντος, ἐβάρυνον. βασίλευς καὶ Πήλευς λέγοντες, καὶ τὰ λοιπὰ ὁμοίως. Πόδες δὲ, τὰ

κάτω δύο σχοινία. οἷς πρὸς πρώραν καὶ πρύμναν δεσμεῖται τὸ ἱστίον. καλοῦνται δὲ

πόδες, διὰ τὸ κάτω εἶναι. ἀπεναντίας ταῖς προῤῥηθείσαις ὑπέραις ὡς οἷον ὕπερθεν

κεφαλαῖς τοιούτων ποδῶν. ἐξ ὧν ῥῆμα ποδῶ ποδώσω. ὡς δηλοῖ καὶ ὁ Λυκόφρων

ἔνθα ποδωτὰ λίνα τὰ ἱστία φησίν. οἱ δὲ παλαιοὶ φράζουσι καὶ οὕτω. πόδες πλοίου,

σχοῖνοι κάτωθεν συνέχοντες τὴν ὀθόνην. ἢ οἱ μεταγωγοὶ τοῦ κέρατος. ἢ κατὰ

ἄλλους, οἷς συνέχεται ἀπὸ πρώρας καὶ ἀπὸ πρύμνης ὁ ἱστός. ἢ τὰ ἑκατέρωθέν φασι

προσδεδεμένα τοῖς ἀρμένοις σχοινία. ἐν τούτοις δὲ, σημειωτέον τὴν Ὁμηρικὴν

συντομίαν. οὔτε γὰρ ὕλην ὑπέθετο ἀφ' ἧς αἱ ὑπέραι καὶ τὰ ἐφεξῆς αὐταῖς, οὔτε εἶπεν

ὡς καὶ αὐτὰ ἡ Καλυψὼ ἤνεγκεν. ἀλλὰ τοῦτο μὲν, ἐσίγησεν ὡς ἤδη φανερόν. τὴν δὲ

ὕλην αὐτῶν οὐκ εἶπεν ὥσπερ οὐδὲ τὴν τῶν φαρέων διὰ τὸ μὴ ἀναγκαῖον. Τὸ δὲ

πόδας ἐνέδησεν, ἔχει τι ἀστεῖον, ὡς εἰ καὶ εἶπε πόδας ἐπέδησεν ἤγουν ἔδησε. (ῃερς.

263.) Τὸ δὲ τῷ δ' ἄρα πέμπτῳ πέμπ' ἀπὸ νήσου, ἔχει τι σώφρονος παρηχήσεως. (ῃερς.

262.) Τὸ δὲ σημειώσασθαι ἡμᾶς νῦν ἐπὶ Ὀδυσσέως τὸ τέταρτον ἦμαρ ὡς ἐνδεικτικὸν

τῆς ἐκείνου φερεπονίας καὶ τοῦ κατ' αὐτὸ κινδυνώδους, εἴη ἂν, ἢ περίεργον ἢ

ἀπειρόκαλον. δοκεῖ γὰρ ἡ τετρὰς, ἔχειν τι βαρύτητος. ὡς ἡ κατὰ τὸν Ἡρακλέα

ἱστορία δηλοῖ. ὃς ἡμέρᾳ τετάρτῃ γεννηθεὶς, δυστυχὴς ἀπέβη. ὅθεν καὶ παροιμία τὸ,

τετράδι γέγονα. ἤγουν ἑτέροις πονῶ. οἱ γὰρ ἐν ταύτῃ φασὶ τῇ ἡμέρᾳ γεγονότες ὡς

Ἡρακλῆς ἱστορεῖται, ἄλλοις δοκοῦσι ταλαιπωρεῖν. ὡς καὶ νῦν Ὀδυσσεὺς θαλάσσῃ

καὶ ἀνέμοις, οἳ τὴν σχεδίαν ἀπήγαγον ὕστερον. (ῃερς. 263.) Ὅτι τὸν Ὀδυσσέα ἔπεμψε

Καλυψὼ, εἵματά τ' ἀμφιέσασα θυώδεα καὶ λούσασα. ἐν δέ οἱ ἀσκὸν ἔθηκε μέλανος

οἴνοιο, τὸν ἕτερον. ἕτερον δ' ὕδατος μέγαν. ἐν δὲ καὶ ἤϊα κωρύκῳ. ἐν δέ οἱ ὄψα τίθει

μενοεικέα πολλά. (ῃερς. 268.) καὶ ταῦτα μὲν ἀνθρωπίνως. τό δ' ἐφεξῆς, οὐ τοιοῦτον.

φησὶ γάρ. οὖρον δὲ προέηκε ἀπήμονά τε λιαρόν τε. Καὶ ὅρα τὸ λιαρὸν οὖρον

συντελοῦν εἰς τὸ, οὐδέ ποτ' οὖρος ἔσβη. περὶ οὗ προγέγραπται. (ῃερς. 264.) Ὅρα δὲ

ὅτι οὐ μόνον οἶκος θυώδης ὡς προδεδήλωται, ἀλλ' ἰδοὺ καὶ εἵματα θυώδεα. Τὸ δὲ

ἀμφιέσασα καὶ λούσασα καὶ ὧδε πρωθύστερόν ἐστι, πρῶτον γάρ τις λουσάμενος, εἶτα

ἀμφιέννυται. (ῃερς. 265.) Τὸ δὲ ἀσκὸν οἴνου τὸν ἕτερον, ἕτερον δ' ὕδατος, φανερῶς

δηλοῖ, ἐπὶ δύο τὸ ἕτερον λέγεσθαι ὡς καὶ ἐν τοῖς ἑξῆς φανήσεται. ὅθεν καὶ

ἑτερόφθαλμος, ὁ δυεῖν ὀφθαλμῶν ἔχων τὸν ἕτερον. (ῃερς. 266.) Τὸ δὲ ἕτερον δ'

ὕδατος μέγαν, παιδευτικῶς ἐῤῥέθη. ὡς δέον ὂν, πλεῖον ὕδατος ἤπερ οἴνου μετέχειν.

μέγας γὰρ οὐχ' ὁ τοῦ οἴνου ἀλλ' ὁ τοῦ ὕδατος ἀσκός. Τὸν δὲ ἐνταῦθα μέλανα οἶνον,

πρὸ ὀλίγου ἐρυθρὸν ἡ Καλυψὼ εἶπε. καὶ εἴη ἂν, ἄμφω ταυτά. καθὰ καὶ τὸ μέλαν αἷμα

εἰπεῖν, ταυτόν ἐστιν ὡς εἰ καὶ ἐρυθρὸν εἴπῃ τις. Ἤϊα δὲ ὅτι 1.215 τὰ ἐφόδια λέγεται,

καὶ πρὸ τούτων δεδήλωται. ἔοικε δὲ, ἄλφιτα μόνα λέγειν ἄρτι, οὐ μὲν πάντα κοινῶς

τὰ ἐφόδια. τὰ γοῦν ὄψα ἰδίᾳ ἔθηκε κατά τινα ἴσως ἐν ἐφοδίοις ἐξοχήν. (ῃερς. 267.)

Κώρυκον δὲ, τὸν θύλακον λέγει ὃν καὶ δέρματα πυκινὰ φθάσας ἔφη. καὶ εὐραφέα δὲ,

ἐν τῷ ἐϋῤῥαφέεσσι δοροῖσιν. οἱ δὲ παλαιοί, καὶ κωρυκίδα τὸ τοιοῦτον σκεῦος

καλοῦσι. παράγοντες καὶ Ἀριστοφάνους χρῆσιν ταύτην. σπυρὶς οὐ μικρὰ καὶ κωρυκὶς

ἣ καὶ τοὺς μάττοντας ἐγείρει. τὸν δὲ θύλακον, καὶ θυλάκιον ὑποκοριστικῶς φασιν οἱ

ἀρχαῖοι. καὶ μάρσιππον. οὐ μὴν δὲ, ἀλλὰ καὶ κυνοῦχον. ὡς δηλοῖ ὁ γράψας ὅτι

κυνοῦχος, θυλάκιον. μάρσιππον. Παυσανίας δὲ, καὶ φάσκολον ἑρμηνεύει τὸν

θύλακον. εἰπὼν ὅτι θύλακος, ῥαπτὸς φάσκωλος. περὶ οὗ καὶ προγέγραπται. ὁ δὲ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

244

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!