18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

Λαιστρυγόνων, εἴγε μὴ γεωργοῦντες ἐκ τοιούτων ἔζων ὡς εἰκὸς καὶ αὐτοὶ

σκυθικώτερον. καὶ μᾶλλον ἤπερ οἱ Κύκλωπες. ἐκείνοις γὰρ αὐτοφυῆ τὰ ἐκ γῆς

ἥμερα κάρπιμα. Ἡ δὲ θηριώδης ἀγριότης τῶν Λαιστρυγόνων ἔπεισε τοὺς

ἀλληγοροῦντας, εἰς ἤθη μεταλαβεῖν αὐτοὺς θηριώδη μικρόν τι ἀπεοικότα τοῦ θυμοῦ

Κύκλωπος. ὑφ' ὧν Λαιστρυγόνων ἄλλοι μὲν ἂν παραπόλοιντο ἐν αὐτῷ τῷ λιμένι

παθόντες ναυάγιον οἴκτιστον, ὥσπερ καὶ ὑπὸ Κύκλωπος τοῦ θυμοῦ οἱ αὐτῷ

περιπεπτωκότες. Ὀδυσσεὺς μέντοι ἀπαθὴς ἂν διεκφύγῃ καὶ τὰ τοιαῦτα κακά. (ῃερς.

102.) Ὅτι καὶ ἐνταῦθα ὡς καὶ ἐπὶ τῶν Λωτοφάγων προΐησιν Ὀδυσσεὺς τοὺς

πευσομένους ποῖ γῆς εἰσὶν ἄνδρε δύο κρίνας, τρίτατον κήρυκα ἅμα ὀπάσας ἤτοι δοὺς

ἕπεσθαι, ἵνα δηλαδὴ μὴ ὦσιν εὐεπιχείρητοι διὰ τὸν κήρυκα, ὡς προγέγραπται. οἱ δὲ,

ᾔεσαν λείην ὁδὸν ᾗπερ ἅμαξαι εἰς ἄστυ ἀφ' ὑψηλῶν ὀρέων (ῃερς. 104.) καταγίνεον

ἤγουν κατῆγον τὴν ὕλην. (ῃερς. 105.) κούρῃ δὲ ξύμβληντο τουτέστι συνήντησαν

πρὸς ἄστεος ὑδρευούσῃ, θυγατρὶ ἰφθίμῃ Λαιστρυγόνος Ἀντιφάταο. ἡ μὲν ἂρ ἐς

κρήνην κατεβήσετο καλλιρέεθρον, Ἀρτακίην. ἔνθεν γὰρ ὕδωρ προτὶ ἄστυ φέρεσκον.

καὶ οἱ μὲν προσφωνοῦντες ἠρώτων ὅστις τῶνδ' εἴη βασιλεὺς καὶ τοῖσιν ἀνάσσει. ἡ δὲ

μάλ' αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ. οἱ δὲ εἰσελθόντες τὴν γυναῖκα εὗρον

ὅσην ὄρεος κορυφὴν, κατὰ δ' ἔστυγον αὐτήν. ἡ δὲ ἐξ ἀγορῆς ἐκάλει κλυτὸν

Ἀντιφατῆα, ὃν πόσιν. ὃς δὴ αὐτοῖς βουλευσάμενος ὄλεθρον αὐτίκα ἕνα μάρψας

ἑτάρων ὡπλίσσατο δόρπον. οἱ δὲ δύο ἀΐξαντες ἔφυγον. Ἀντιφάτης δὲ βοὴν ἔθετο δι'

ἄστεος. οἱ δ' ἀΐοντες φοίτων ἴφθιμοι Λαιστρυγόνες ἄλλοθεν ἄλλος, μυρίοι, οὐκ

ἄνδρεσσιν ἐοικότες, ἀλλὰ Γίγασι τοῖς τοῦ μύθου. (ῃερς. 121.) οἱ δ' ἀπὸ πετράων τῶν

ἐν τῷ λιμένι δηλαδὴ, ἀνδραχθέσι χερμαδίοισι βάλλον. ἄφαρ δὲ κακὸς κόναβος κατὰ

νῆας ὀρώρει, ἀνδρῶν τ' ὀλλυμένων νηῶν θ' ἅμα ἀγνυμενάων· ἰχθῦς δ' (ῃερς. 124.)

ὣς πείροντες ἀτερπέα δαῖτα πένοντο. τερπνὴν μέντοι ἄλλως σφίσιν αὐτοῖς. Καὶ ὅρα

ὅπως τὰ σκυθρωπὰ καὶ οὐ γλυκέα πρὸς ἀκοὴν συντομώτατα ἔφρασε, τὴν τῶν νηῶν

τε θραῦσιν, καὶ ὡς οἱ ἄνδρες ἐβρώθησαν. ἔστι δ' ἐν τούτοις εἰπεῖν καὶ ὅτι οὐ λίαν

πάνυ ἀπέοικε τῆς κατὰ τὸν Κύκλωπα βριαρόχειρος ῥωμαλεότητος, ἡ τῶν

Λαιστρυγόνων. οἷς ἀνδραχθῆ τὰ χερμάδια, ὡς καὶ τῷ Πολυφήμῳ ἐλαφρὸν ἡ τοῦ

ὄρους κορυφή. καὶ ὅτι ὑπερφίαλοι καὶ οὗτοι κατὰ τοὺς Κύκλωπας εἴγε 1.371 καὶ

Γίγασιν ἐοίκασι. (ῃερς. 113.) καὶ ὅτι ἐγγύς που Κυκλωπείας φύσεως ἡ τοῦ Ἀντιφάτου

ὑπογράφεται γυνὴ, οἷα οὖσα ὅση ὄρεος κορυφὴ, καθὰ καὶ ὁ Πολύφημος ἐῴκει ὄρει

ὑλήεντι. καὶ ὁ Ἀντιφάτης ὡς οἷον ἥμισυ Κύκλωπός ἐστι τὴν βορότητα. ἕνα γὰρ

ἑτάρων μάρψας ἐδείπνησε, τοῦ Κύκλωπος σὺν δύο αὐτοὺς θοινομένου. εἰ δὲ τὸν

κήρυκα ὁ Ἀντιφάτης ἔμαρψεν, οὐκ ἔστι σαφῶς εἰπεῖν. (ῃερς. 102.) Ὅρα δὲ ὅτι ἐν τῷ,

ἄνδρε δύω κρίνας, τρίτον δὲ κήρυκα δοὺς, ἁπλούστερον ὁ ποιητὴς γράφει. τοὺς μὲν

γὰρ δύο τῷ φυσικῷ καλέσας ὀνόματι, ἄνδρε γάρ. τὸν δὲ τρίτον, τῷ ἐκ τοῦ

ἀξιώματος. ἄλλως γὰρ, ἀνὴρ πάντως ἦν καὶ ὁ κῆρυξ. καὶ οὐκ ἔστιν ἐνταῦθα

διαστολὴ ὁποία μετ' αὐτὸ ἐν τῷ, οὐκ ἄνδρεσιν ἐοικότες ἀλλὰ Γίγασι. (ῃερς. 103.)

Λείαν δὲ ὁδὸν, τὴν ἁμαξιτὸν λέγει. διὸ καὶ ἐπάγει ἑρμηνεύων περιφραστικῶς, ᾗπερ

ἅμαξαι καὶ τὰ ἑξῆς. (ῃερς. 104.) Ἄστυ δὲ ὅτι πάλαι μὲν ἅπαν πόλισμα, ὕστερον δὲ

ἰδίως τὸ Ἀττικὸν, καθὰ καὶ πόλις ἰδιαζόντως ἦν ὅτε ἡ Ἀλεξάνδρεια κατ' ἐξοχὴν,

δεδήλωται ἐν ἄλλοις, ὁμοίως καὶ ὅτι τῷ ἄστεϊ παρωνόμασται ὁ κατὰ παίδευσιν

ἀστεῖος πρὸς διαστολὴν ἀγροίκου τοῦ καὶ ἀγρότου καὶ ἀγροιώτου καὶ ἀγρείου δὲ διὰ

παραληγούσης διφθόγγου. Τὸ δὲ ἀγινεῖν παράγωγον ὂν τοῦ ἄγειν σεσημείωται τοῖς

παλαιοῖς ὡς ἀεὶ ἐκτείνει τὴν γˉι συλλαβήν. οἷον. ἕκαστος μῆλον ἀγινεῖ. καὶ,

πάροιθεν ἀγίνεσκον. καὶ, ἠγίνεον ἀνὰ ἄστυ. ἔνθα ἡ γˉι συλλαβὴ μετὰ τῆς ὄπισθεν

αὐτῆς ἀπαρτίζουσα σπονδεῖον, τὰς ἐφεξῆς τέσσαρας προκοιλίου στίχου λόγῳ,

δακτυλικῶς ποδίζει. Τὸ δὲ πρὸ ἄστεος ἀρχή ἐστι τοῦ παρὰ τοῖς ὕστερον προαστείου.

(ῃερς. 105.) Τὸ δὲ ὑδρευούσῃ παθητικῶς οἱ μεθ' Ὅμηρον φασὶν Ἀττικοί. παράφρασις

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

422

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!