18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

οὐκ ἐκσπᾶ, ἐδόκει γὰρ ἐπιστήμη τις εἶναι ἀκριβὴς, ἐπί τι δὲ αὐτὴν διασείει. εἰπών.

ὄρνιθες δέ τε πολλοὶ ὑπ' αὐγὰς ἠελίοιο φοιτῶσ'. οὐδέ τε πάντες ἐναίσιμοι. Καὶ ὅρα

ὅπως ἣν ἐξαίρει πανταχοῦ οἰωνοσκοπίαν ὁ ποιητὴς, ὅμως νῦν διαλεκτικώτερον

ἐπιχειρῶν, καταῤῥιπτεῖ. δηλῶν, ὡς παντὶ λόγῳ λόγος παλαίει. καὶ τὸ

ἀμφοτερόγλωσσον ἐξασκῶν. λέγει δέ τι τοιοῦτον ἐν ἀλλοίῳ σχήματι καὶ ἐν Ἰλιάδι ὁ

Ἕκτωρ. καὶ ὁ βουλόμενος ζητείτω ἐκεῖνο. κατεπιχειρεῖ δὲ καὶ ἡ παρὰ τῷ Σοφοκλεῖ

Ἰοκάστη τῆς μαντικῆς, Ὁμηρικῷ ζήλῳ. καὶ ζητητέον τῷ ἐθέλοντι. Σημείωσαι δὲ καὶ

ὡς ἀστείως ἐνταῦθα παρείληπται τὸ, ὄρνιθες πολλοὶ, ἵνα εἰ μὲν ὄρνιθας νοήσοι τις

ἁπλῶς τὰ πτηνὰ, εἴη ἀληθὲς ὡς οὐ πάντες ἐναίσιμοι. εἰ δὲ ὄρνιθες νοηθεῖεν οἱ τοῦ

μέλλοντος δηλωτικοὶ καθ' ὃ σημαινόμενον εἴρηται τὸ, θάμβησαν δ' ὄρνιθας ἐπεὶ

ἴδον ὀφθαλμοῖς, ψεύδηται ὁ Εὐρύμαχος. πάντες γὰρ οἱ τοιοῦτοι ὄρνιθες, ἐναίσιμοι.

Ἰστέον δὲ ὅτι παρὰ τοῖς παλαιοῖς ὄρνιθες κεῖνται καὶ αἱ ἰδικῶς οὕτω καλούμεναι. καὶ

φέρεται εἰς τοῦτο χρῆσις ἐκ Μενάνδρου, εἰπόντος. ἀλεκτρυών τις ἐκεκράγει μέγα, οὐ

σοβήσετ' ἔξω τὰς ὄρνιθας ἀφ' ἡμῶν; καὶ ὅτι οὐ μόνον ἀρσενικῶς οἱ ὄρνιθες ὡς

ἐνταῦθα, ἀλλὰ καὶ θηλυκῶς. οἷον, ὄρνιθι λιγυρῇ. καὶ ὅτι οὐ μόνον ὄρνιθες, ἀλλὰ καὶ

ὄρνις. καὶ αἰτιατικὴ ἐνικὴ οὐ μόνον ὄρνιν, ἀλλὰ καὶ ὄρνιθα. καὶ ὅτι ∆ωριεῖς τὸ ὄρνις

ὄρνιξ λέγοντες, κλίνουσιν αὐτὸ διὰ τοῦ ˉχ ὄρνιχος. Τὸ δὲ ὑπ' αὐγὰς, συντίθησι τὸν

παρὰ τοῖς μεθ' Ὅμηρον ὕπαυγον. αὐτὸ δὲ τὸ ὑπ' αὐγὰς ἠελίοιο, περίφρασίς ἐστι τοῦ,

ὑφ' ἡελίῳ ἢ ὕφ' ἥλιον. (ῃερς. 182.) Τὸ δὲ ἐναίσιμοι, ἀντὶ τοῦ, πεπρωμένον τι

δηλοῦντες. ἀλλαχοῦ δὲ ἡ λέξις, σεβασμιότητα ἐμφαίνει τὴν κατὰ τὸ καθῆκον. ὡς ἐν

τῷ, γῆρας γὰρ, ἐναίσιμον ἄνδρα τίθησιν. Ὅρα δὲ τὴν ἀλαζονείαν τοῦ Εὐρυμάχου ἐν

τούτοις, εἴγε τοῦ Ἁλιθέρσου ὃς εὖ οἶδε τὰ εἰς μαντικὴν, ἐπιστημονικώτερος εἶναι

βρενθύεται. εἰπών. ἄγε δὴ μαντεύεο σοῖσι τέκεσι. καὶ τὰ ἑξῆς ὡς πρὸ βραχέων

ἐγράφη. καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἐπαρᾶται καταφθίσθαι σὺν τῷ Ὀδυσσεῖ τὸν

Ἁλιθέρσην. (ῃερς. 185.) Ὀνειδίζει δὲ καὶ δώρων λῆψιντῷ γέροντι ἐκ τοῦ Τηλεμάχου.

καὶ θῳὴν ἐπιθήσειν ἀπειλεῖται εἰ τὸν Τηλέμαχον ἀνήσει ὅ ἐστιν ἀναπείσει

χαλεπαίνειν. θῳὴν εἰπὼν ἐτυμολογικῶς, τὴν ἐπιτεθειμένην τινὶ ζημίαν. ὅθεν καὶ

ἀθῷος ὁ μὴ θῳὴν πάσχων. Ὅτι δωροδοκίαν φράζει τὸ, σῷ οἴκῳ δῶρον ποτιδέγμενος

αἴκε πόρῃσιν ἤγουν παράσχῃ. οὗ μέλλων τὸ πόρσω. ἐξ οὗ τὸ πορσύνειν. (ῃερς. 188.)

Ὅτι ὃ φθάσας εἶπεν ἐπὶ Αἰγυπτίου ὡς μυρία ᾔδη, σαφέστερον ἐνταῦθα ἐπὶ Ἁλιθέρσου

φησί. παλαιά τε πολλά τε εἰδώς. Ὅτι ἀπειλὴ κατὰ τοῦ ἐρεθίζοντος νεώτερον τινὰ εἰς

ὀργὴν αὕτη ἀπὸ ἐνδόξου τινός. Αἴκεν νεώτερον ἄνδρα παλαιά τε πολλά τε εἰδὼς,

Παρφάμενος ἐπέεσσιν ἐποτρύνῃς χαλεπαίνειν, Αὐτῷ μέν οἱ πρῶτον ἀνιηρέστερον

ἔσται. σοὶ δὲ γέρον, θῳὴν ἐπιθήσομεν, ὅ ἐστι ζημίαν ὡς ἐῤῥέθη. ἣν ἐνὶ θυμῷ τίνων,

ἀσχάλλοις. χαλεπὸν δέ τοι ἔσσεται ἄλγος. ἔστι δὲ τὸ παρφάμενος, ἀντὶ τοῦ

παραπείσας. ἐξ οὗ καὶ ἡ παραίφασις γίνεται. δηλοῖ δὲ νῦν ἡ λέξις, οὐ τὴν ἁπλῶς

πειθὼ ἐκ παραινέσεως, ἀλλὰ τὸ παράγειν λόγοις, ὅ ἐστι παραλογίζεσθαι. Τὸ δὲ

ἐποτρύνειν, καὶ ἀνιέναι εἶπεν ὁ ποιητὴς, ὅπερ ἐστί φασι λέξις κυνηγετικὴ, ὅτε τις

κύνα τοῦ δεσμοῦ ἀνεὶς, ἀφήσει κατὰ θηρός. λέγει δὲ ἐποτρύνειν, τὸ ἐπὶ τῇ φυσικῇ

ὀτρυντύϊ, ἐπιβάλλειν καὶ ἑτέραν ἐρεθιστικῶς. (ῃερς. 190.) Τὸ δὲ ἀνιηρέστερον,

ὤφειλε μὲν εἶναι ἀνιηρότερον, μέτρου δὲ χάριν, οὕτω λαλεῖται. ὡς καὶ τὸ

αἰδοιέστερον. καὶ λοιπὰ τοιαῦτα. ἐν οἷς καὶ τὸ ἀμορφέστατος γυνὴ παρ' Ἡροδότῳ ἐν

ἀκριβεστέροις ἀντιγράφοις. καὶ τὸ ποδηγέστερον ἐκ τοῦ ποδηγὸς, ἀντὶ τοῦ,

ὁδηγητικώτερον. ὅπερ ἐν τοῖς τοῦ Σουΐδα κεῖται. πλεονάζει δὲ τοιαύταις παραγωγαῖς

καὶ ὁ Πίνδαρος. οἱ δὲ παλαιοὶ καὶ ταῦτα φασίν. εὕρηται καὶ δικαιέστερον. καὶ

ἀκρατέστερον ἐκ τοῦ ἄκρατος. Ἐπίχαρμος δὲ καὶ ἀλλοιέστερον λέγει. καὶ

ἐπιηρεστέραν. καὶ ἀναγκαιέστατον. καὶ ὡραιέστατον. Στησίχορος δέ,

ὑπερθυμέστατον ἀνδρῶν. Ἑκαταῖος δὲ, οἱ Βιαντίδαι, ἄνδρες σπουδαιέστατοι

ἐγένοντο. καὶ Ἡρόδοτος, τὰ σπουδαιέστερα τῶν πραγμάτων. ∆ημόκριτος δὲ,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

104

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!