18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

Περίφαντος. τοιαύτῃ δὲ κλίσει ἐκεῖνος ὑπάγει, καὶ ὅσα δὶς τὸ αὐτὸ σύμφωνον ἔχει.

Γίγας Γίγαντος. Μίμας Μίμαντος ὄρος. οὗ μνήσεται Ὅμηρος ἐν τοῖς ἑξῆς. Ἔτι ἰστέον

καὶ ὅτι ὁ περὶ Καλυψοῦς καὶ Ἄτλαντος ἐνταῦθα μῦθος, οὐ μόνονἐγείρει τὸ

ἀφηγηματικὸν ὕπτιον ὡς τερατώδης, ἀλλὰ καὶ ἄλλον τρόπον ἀφελῶς ἔχει διὰ τὴν

Ἀθηνᾶν οὕτως εἰκῇ ἀφηγουμένην τῷ εὖ εἰδότι πατρὶ τὰ κατὰ τὸν Ἄτλαντα. ∆ῆλον

δὲ καὶ ὡς Ἄτλας λέγεται, ἢ πρὸς στέρησιν τοῦ μὴ τάλας εἶναι, ἢ ἐπιτατικῶς ὡς

πολύτλας. εἰ δὲ καὶ ἀνεγραμμάτισται ἀπὸ τοῦ τάλας ὁ Ἄτλας, περίεργον μὲν εἰπεῖν

οὐ πάντῃ δὲ ὑπόκενον. δῆλον δὲ ὁμοίως καὶ ὅτι τὸ, ὃς θαλάσσης πάσης βένθεα οἶδε

καὶ ἑξῆς ἕως τοῦ, ἀμφὶς ἔχουσιν, οὐ μακρὰν θείας ἐννοίας ἐστίν. ὡς δὲ θάλασσα, οὐ

μόνον στοιχειακὸν ὄνομα ἦν ἀλλὰ καὶ ἱματίῳ προσυφαίνετο, δῆλον ἐκ τοῦ εἰπόντος.

πορφυρᾶς περιβολὰς καὶ ἰοβαφεῖς καὶ ὑακινθίνας καὶ φλογίνας καὶ θαλασσοειδεῖς.

ἴσως δὲ καὶ ἀπὸ ἀκτῆς θαλασσίας παρώνυμον ἦν τι φόρημα, ὡς δηλοῖ ὁ γράψας τὸ,

φοροῦντες δὲ καὶ ἀκταίας. ἔστι δέ φασι τοῦτο, σπαθητὸν ἰσχύος καὶ κουφότητος

χάριν. εἰ μή που ἐκ τοῦ ἄγω τὸ κλῶ ἡ εἰρημένη ἀκταία γίνεται, κατακλῶνται γὰρ τὰ

σπαθώμενα. (ῃερς. 50.) Ὅτι δὲ Ὅμηρος ὀμφαλὸν θαλάσσης νοεῖ τὸ μέσον ἀκολούθως

τοῖς τολμήσασι γῆς ὀμφαλὸν εἰπεῖν τὸ καὶ μεσόμφαλον γῆς παρὰ Σοφοκλεῖ, δηλοῖ

καὶ ὁ μεταβολεὺς ∆ημοσθένης. εἰπὼν ὡς ἐν νήσῳ ποι ὑπὸ μέσης τῆς θαλάσσης καὶ

Ὀδυσσεὺς ἀπειλημένος ἦν ὑπὸ Καλυψοῦς τῆς Ἄτλαντος. ὃν σύ φησιν ὦ Ζεῦ, τήν τε

θαλάσσης γνῶσιν ἐξεπίστασθαι, καὶ τὴν οὐρανοῦ καὶ γῆς ἕδραν συνέχειν ἔταξας.

(ῃερς. 51.) Ὅτι τὸ, θεά δ' ἐν δώματα ναίει, καινότερον συντέτακται. εἴτε γὰρ εἴποι τις

ἐνναίει τὰ δώματα, οὐ πάνυ συνήθης ἡ σύνταξις. εἴτε εἴποι ἐν τὰ δώματα ναίει,

∆ωρικῶς συντέτακται, ὡς ἔστιν ἐκ τοῦ Πινδάρου μαθεῖν. (ῃερς. 53.) Ὅτι θηλυκῶς

λέγει τὰς κίονας κατὰ διάλεκτον 1.19 Ἰωνικήν. ἔστι δὲ τοῦτο καὶ τῶν Ἀττικῶν.

μυρία δὲ τοιαῦτά ἐστι παρὰ τοῖς ποιηταῖς. οἳ τὰς βοῦς λέγουσι. καὶ τὰς ἵππους καὶ τὰς

ἡμιόνους. καὶ τὰς ἑλλούς. καὶ τὰς κύνας. καὶ τὰς ὄϊς. καὶ ἕτερα. Αἴλιος δὲ ∆ιονύσιος

παρασημειούμενός τινα ὅπως κατὰ γένη προφέρονται, φησὶν οὕτω. κακκάβη

θηλυκῶς ὁ κάκκαβος. ὃ καὶ παρὰ τῷ Ἀθηναίῳ κεῖται ἐν τῷ, κακκάβα ζέουσα. οὕτω

καὶ ἡ ἁρπάγη δι' ἧς ἐκ φρεάτων κάδδους ἀνάγουσιν. ἔτι καὶ ἡ βῶλος. καὶ ἡ ὕαλος.

καὶ ἡ φάρυγξ, καὶ ἡ στρύχνος. καὶ ἡ χάραξ τὸ τῆς ἀμπέλου ὑπόστημα. ὁ μέντοι χάραξ

ἀρσενικῶς, τὸ χαράκωμα τοῦ στρατοπέδου. ἔτι θηλυκῶς, καὶ ἡ τύλη τὸ φύμα τὸ ἐπὶ

τοῦ αὐχένος. καὶ ἡ ὄμφαξ. καὶ ἡ ἄσβολος. καὶ ἡ ψύλλα. καὶ ἡ μείραξ. καὶ ἡ θόλος. καὶ

ἡ μήκων. Θουκυδίδης οὖν μήκωνα μεμελιτωμένην φησί. ταῦτα κατὰ γένος θηλυκόν.

ἀρσενικῶς δὲ, ὁ χοῦς. ὁ ὄροφος. ὁ θίς. ὁ λιμός. ὁ σκότος. ὁ τάρας. ὁ ἀκράγας.

οὐδέτερα δὲ, τὸ νῶτον. τὸ ζυγόν. τὰ ἐπίδεσμα. τὸ στρωματόδεσμον. τὸ θύμον. τὸ

σίαλον. τὸ κέδρον. τὰ θεμέλια. τὸ τέμαχος. ἀρσενικὰ δὲ καὶ οὐδέτερα. ὁ τάριχος καὶ

τὸ τάριχον. τὰ στάδια καὶ οἱ στάδιοι. δῆλον δὲ ὅτι Ἀττικῶς ταῦτα πάντα. ἐπεὶ καὶ

Ἀττικαῖς λέξεσιν ὁ ῥηθεὶς ∆ιονύσιος ἐπεξέρχεται. ἄλλως γὰρ καὶ ἡ θὶς λέγεται. ὅτι

καὶ ἡ λιμός. καὶ τὸ σκότος. καὶ ἡ τάρας. καὶ ἡ ἀκράγας καὶ ἕτερα τῶν τοῦ ∆ιονυσίου,

ἑτέρως. ὁ χοῦς μέντοι τὸ μέτρον, ἀεὶ ἀρσενικῶς. ὁ δέ γε τῆς γῆς, καὶ θηλυκῶς

εὕρηται παρὰ τῷ γεωγράφῳ. (ῃερς. 54.) Ὅτι ἐν τῷ γαῖαν καὶ οὐρανὸν ἔχουσιν,

ἐλλέλειπται ἡ ἀνˉα πρόθεσις. ἔστι γὰρ ἀντὶ τοῦ, ἀνέχουσι καὶ ἀναβαστάζουσι.

πολλαχοῦ δὲ τοιαῦτα ποιεῖ Ὅμηρος, ὡς καὶ ἐν Ἰλιάδι φαίνεται. Μαλακοῖς καὶ

αἱμυλίοις λόγοις ἡ Καλυψὼ τὸν Ὀδυσσέα ἔθελγεν ὅπως Ἰθάκης ἐπιλήσεται. εἶεν δ'

ἂν τῆς μὲν ἱστορουμένης Καλυψοῦς αἱμύλιοι λόγοι, οἱ κατὰ ἔρωτα κολακεύοντες.

καὶ οὓς ἂν εἴπῃ γυνὴ ἐρῶσα. καὶ διατοῦτο κατὰ τὸν Ἡσίοδον αἱμύλα κωτίλλουσα.

τῆς δὲ ἀναγομένης εἰς φιλοζωΐαν σωματικὴν Καλυψοῦς αἱμύλα ῥήματα νοοῖντο ἄν,

τὸ ἑαυτοῦ τινα κήδεσθαι. τὸ μὴ τὸν θυμὸν ἔδειν μερίμναις. τὸ τὴν φύσιν, τοῦ ἡδέος

μᾶλλον στοχάζεσθαι ἤπερ τοῦ λυπηροῦ. τὸ τὴν ἡδονὴν ἀοχλησίαν εἶναι σαρκός. τὸ

μὴ πονεῖν ἄγαν ὡς ἂν εἴη μακρόβιος καὶ μικροῦ καὶ ἀθάνατος. καὶ ὅσα τοιαῦτα.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

21

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!