18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

καὶ ἀλσέων καὶ ποταμῶν καὶ τοιούτων τινῶν γινομένας, ἀνιττομένη δι' αὐτῶν

φυσικάς τινας δυνάμεις, τάς τε ἄλλας, καὶ ὅσαι ὑπουργοῦσι τοῖς τρυφῶσι κατὰ τὴν

Κίρκην, διά τε γενέσεως ζῴων καὶ καρπῶν ὡραίων φορᾶς, καὶ ὅσων ἄλλων αἴτια τὰ

στοιχεῖα. ὧν καὶ αἱ τοιαῦται νύμφαι γεγενῆσθαι λέγονται, ὡς ἐκεῖθεν

προβεβλημέναι. τινὲς δέ γε τῶν παλαιῶν ἀσυμβιβάστως μὲν πρὸς πλάτος

ἀλληγορίας, ὅμως δὲ ὑπενόησαν, ἐνιαυτὸν μὲν τὴν Κίρκην. τὰς δ' ἐνταῦθα τέσσαρας

αὐτῆς διακόνους τὰς τέσσαρας ὥρας, οὐδέν τι γενναῖον ὑπειπόντες οὕτως. (ῃερς.

349.) ἄλλως μέντοι ἔστιν εἰπεῖν ὡς ἡ Κίρκη διακόνοις τέσσαρσι χρᾶται πρὸς

ἀνάλογον ἔμφασιν τῆς τῶν ὡρῶν τετρακτύος, αἳ τὰ εἰς τρυφὴν πορίζουσι τοῖς

ἐθέλουσιν. Ἔστι δὲ ὁ περὶ αὐτῶν Ὁμηρικὸς λόγος τοιοῦτος. ἀμφίπολοι δ' ἄρα τέως

μὲν ἐνὶ μεγάροισι πένοντο τέσσαρες. αἵ οἱ δῶμα κάτα δρήστειραι ἔασι. γίνονται δ'

ἄραταί γε, ἔκ τε κρηνέων, ἀπό τ' ἀλσέων, ἔκ θ' ἱερῶν ποταμῶν, οἵ τ' εἰς ἅλαδε

προρέουσι. τάων ἡ μὲν ἔβαλε θρόνοις ἔνι ῥήγεα καλὰ πορφύρεα καθύπερθεν, (ῃερς.

353.) ὑπένερθεν δὲ λῖθ' ὑπέβαλλεν, ὁ ἐστι λῖτα ὑπετίθει. ἡ δ' ἑτέρη προπάροιθεν

θρόνων ἐτίτανε τραπέζας ἀργυρέας. ἐπὶ δέ σφισι τίθει χρύσεια κύπελλα ἢ κάνεια. ἡ

δὲ τρίτη κρητῆρι μελίφρονα οἶνον ἐκίρνα ἡδὺν ἐν ἀργυρέῳ. νέμε δὲ χρύσεια

κύπελλα. ἡ δὲ τετάρτη ὕδωρ ἐφόρει καὶ πῦρ ἀνέκαιε πολλὸν ὑπὸ τρίποδι μεγάλῳ.

ἰαίνετο δ' ὕδωρ. (ῃερς. 355.) Καὶ ὅρα πολυσκευῆ παρασκευὴν τραπέζης τά γε περὶ

σκεύη καὶ λοιπὴν ἑτοιμασίαν. τίνα δὲ καὶ τὰ εἰς δαῖτα παρατεθέντα, οὐ

παρεσημῄνατο ἡ Ὁμηρικὴ Μοῦσα, τὸ μέν τι καὶ ἀφιεῖσα νοεῖν τὸν ἀκροατὴν ἅπερ

εἰκός ἐστιν ἐνταῦθα νοεῖσθαι, τὸ δὲ καὶ ὀκνοῦσα καὶ τοῖς τοιούτοις ἐνασχολῆσαι ἄρτι

τοὺς λόγους, ἴσως δὲ καὶ αἰνιξαμένη τὴν δαῖτα ἀπὸ ἀλσέων καὶ ποταμῶν καὶ τοιῶν

δέ τινων παρατεθεῖσθαι, ὁποῖα τά τε καθ' ὕλην ζῷα καὶ τὰ ἐξ αὐτῆς φυόμενά τε καὶ

θάλλοντα, κρέα δηλαδὴ καὶ μέθυ ἡδὺ ὡς ἐν τοῖς ἑξῆς ὁ ποιητὴς λέγει, καὶ ἄλλα δέ

τινα κατὰ τὸ εἰκὸς, ὡραῖα γεννήματα γῆς. ἐν τούτοις δὲ καὶ τὸ ἐγκρατὲς τοῦ

φιλοσοφοῦντος Ὀδυσσέως ἐμφαίνεται. οὐ γὰρ εὕρηται ἐμφαγὼν οὔτε πρὸ τῆς τῶν

φίλων λύσεως οὔτε εὐθὺς μετὰ τὸ ἐκείνους λύσασθαι, ἀρκεσθεὶς ὡς ἔοικε τηνικαῦτα

καιροῦ ἀντὶ βρώσεως τῇ χαρᾷ. ἴσως δὲ καὶ κατὰ τὸ σιωπώμενον συμφαγὼν καὶ

αὐτὸς ἐκείνοις μετὰ τὴν λύσιν. καὶ τοιαῦτα μὲν ταῦτα. (ῃερς. 360.) Ὅρα δὲ ὅτι ὁ

ποιητὴς καὶ τὰ ἑξῆς ἐπάγων τοῖς προῤῥηθεῖσι φησίν· αὐτὰρ ἐπειδὴ ζέσεν ὕδωρ ἐνὶ

ἤνοπι χαλκῷ, ἐς ῥ' ἀσάμινθον ἕσασα, (ῃερς. 361.) λό' ἐκ τρίποδος μεγάλοιο. ἤγουν

ἔλουε, 1.385 θυμῆρες κεράσασα κατὰ κρατός τε καὶ ὤμων, ὄφρα μοι ἐκ κάματον

(ῃερς. 363.) θυμοφθόρον εἵλετο γυίων, ὃ τελικόν ἐστιν αἴτιον τοῦ λούεσθαι. δῆλον

γὰρ ὡς λούεταί τις, ἵνα ἐξέληται τοῖς θερμοῖς ὕδασι τὸ ἐκ τοῦ κάμνειν κακόν. ἄλλως

γὰρ χάριν ἀποῤῥύψεως καὶ ψυχροῖς καταντλεῖταί τις, ἢ περὶ θάλατταν ἢ ἐν ποταμῷ.

ἐπεὶ δέ φησιν ἔλουσε καὶ ἔχρισεν ἐλαίῳ καὶ ἐνέδυσε, τότε δὴ ἐπὶ θρόνου καθίσασά με

ἀργυροήλου καλοῦ δαιδαλέου ἐσθίειν ἐκέλευσεν, ἐμῷ δ' οὐχ' ἥνδανε θυμῷ, (ῃερς.

374.) ἀλλ' ἤμην ἀλλοφρονέων, ἢ κατά τινα τῶν ἀντιγράφων, ἄλλα φρονέων, κακὰ

δ' ὄσσετο θυμός. ἤτοι προεβλέπετο, ἐφαντάζετο. πάθος δὲ τοῦτο φρονίμου ἀνδρός.

ὃς καὶ παρακειμένων τῶν ἡδέων οὐ μόνον οὐ μεταλήψεται, ἀλλὰ καὶ φοβηθήσεται

μή πού τι ἔσται δεινὸν, ἄλλα φρονῶν παρὰ τὰ βλεπόμενα. τοιοῦτον γάρ τι νῦν τὸ

ἀλλοφρονεῖν, εἰ καὶ ἐν Ἰλιάδι ἐπὶ τοῦ ἠλλοιῶσθαι τὴν φρόνησιν κεῖται, καὶ ὡς

εἰπεῖν παραφρονεῖν. καθ' ὃ σημαινόμενον καὶ Ἡρόδοτος τῇ λέξει χρῆται,

ἀλλοφρονῆσαι εἰπὼν τὸ οὕτω τινὰς μανῆναι ἀλλοιωθέντας τὴν φρόνησιν, ὡς καὶ

κτείνειν φησὶν ἀλλήλους ἅτε πολεμίους. (ῃερς. 349.) ∆ρήστειραι δὲ αἱ δουλεύτριαι

παρὰ τὸ δρᾶν τὸ ὑπουργεῖν, ἐξ οὗ καὶ δρηστὴρ καὶ μετὰ προθέσεως ὑποδρηστὴρ, ὁ

ὑποεργός. ὅτι δὲ δρᾶν οὐ μόνον κοινότερον τὸ ποιεῖν ποιητικῶς δὲ καὶ τὸ ὑπουργεῖν,

ἔστι δὲ ὅτε καὶ τὸ θύειν, ὁ Ἀθήναιος δηλοῖ. (ῃερς. 350.) Αἱ δὲ ἀπὸ κρηνῶν καὶ

ποταμῶν αὗται δρήστειραι Νηΐδες ἂν εἶεν, ὥσπερ αἱ ἀπὸ ἀλσέων ∆ρυάδες, εἴτουν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

438

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!