18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἱερᾶς. Ἀλκαῖος δέ φησιν ἐκ πλήρους, νῦν δ' οὗτος ἐπικρέκει κινήσας τὸν πείρας

πυκινὸν λίθον. τοιοῦτον δὲ καὶ παρὰ Θεοκρίτῳ τὸ, τὸν ἀπὸ γραμμᾶς κινήσω λίθον.

∆ιοδώρου 1.29 δέ φησι τοῦ Μεγαρικοῦ ἐνάγοντος τὸν τοιοῦτον λίθον εἰς ὁμοιότητα

τῆς τῶν ἄστρων χορείας, Κλέαρχος τοῖς πέντε φησὶ πλάνησιν ἀναλογεῖν. λέγει δὲ

καὶ τοὺς ἀστραγάλους οἳ καὶ ἄστριες καὶ ἄστριχοι λέγονταί φησι, πτώσεις ἕκαστον

ἔχειν τέσσαρας κατ' ἀντίθετον συγκειμένας ὁμοίως κύβῳ. ἔχουσι δέ φησιν

ἀντικείμενα, μονάδα καὶ ἑξάδα, εἶτα τριάδα καὶ τετράδα. ἡ γὰρ δυάς φασι καὶ πεντὰς

ἐπὶ κύβων μόνον παραλαμβάνονται ὡς ἐχόντων ἐπιφανείας ἕξ. καὶ ὅτι τῶν κατὰ

τοὺς ἀστραγάλους πτώσεων, αἱ μὲν, θεῶν εἰσιν ἐπώνυμοι. αἱ δὲ, ἡρώων. αἱ δὲ,

βασιλέων. αἱ δὲ, ἐνδόξων ἀνδρῶν. αἱ δὲ, ἑταιρίδων. λέγεται δέ τις ἐν αὐταῖς φησι καὶ

Στησίχορος. καὶ ἑτέρα, Εὐριπίδης. ἔτι λέγει ἐκεῖνος ὁ τὰ περὶ τῆς καθ' Ἕλληνας

παιδιᾶς γράψας, καὶ ὅτι τῶν κατὰ τοὺς ἀστραγάλους βόλων, ὁ μὲν τὰ ἓξ δυνάμενος,

Κῷος καὶ ἑξίτης ἐλέγετο. ὁ δὲ τὰ ἓν, Χῖος. ἔτι δὲ, καὶ κύων. ὅθεν καί τις παροιμία,

Χῖος παραστὰς Κῷον οὐκ ἐάσω. ἧς μέμνηται φησι Στράττις ἐν τῷ, Χῖος παραστὰς,

Κῷον οὐκ ἐᾷ λέγειν. Ἔνθα ἐνθυμητέον καὶ τὸ τοῦ κωμικοῦ. πέπτωκεν ἔξω τῶν

κακῶν, οὐ Χῖος ἀλλὰ Κεῖος. καὶ νοητέον ὡς ἢ ἔσφαλται ἡ γραφὴ τοῦ Κεῖος, ἢ ἀλλὰ

παρῴδηται ὑπὸ τοῦ κωμικοῦ. περὶ δὲ τοῦ εἰρημένου κυνὸς, κἀκεῖνο λέγει αὐτὸς

γραφὲν καὶ ἀλλαχοῦ, ὅτι εἶδός τι κυβείας, καὶ πόλις. ἐν ᾗ ψήφων πολλῶν ἐν

διαγεγραμμέναις τισὶ χώραις κειμένων, ἐγίνετο ἀνταναίρεσις. καὶ ἐκαλοῦντο αἱ μὲν

γραμμικαὶ χῶραι, πόλεις ἀστειότερον. αἱ δὲ ἀντεπιβουλεύουσαι ἀλλήλαις ψῆφοι,

κύνες διὰ τὸ δῆθεν ἀναιδές. Ὅτι δὲ καί τις βόλος ἀστραγαλιστικὸς, κύων ἐκαλεῖτο,

προδεδήλωται. Ἔτι ἰστέον καὶ ὅτι κατὰ τὴν τοῦ δειπνοσοφιστοῦ ἱστορίαν, Ῥόδιοί

τινες εἰς τοῦτο προέβησαν ἀσελγείας, ὡς καὶ κυβεύειν πρὸς ἀλλήλους περὶ γυναικῶν

ἐλευθέρων ἀστραγάλοις, ἐλάττω ἢ πλείω βάλλοντες. ἐπιφανέστατα δέ φησι ταῦτ'

ἔπαιζε σὺν ἄλλοις, καὶ Ἡγησίλοχος ὁ προστατεῖν τῆς πόλεως ἀξιῶν. εἰς δὲ τὸ

προσεχῶς εἰρημένον ἀβάκιον, σημείωσαι ὡς ὑποκοριστικόν ἐστιν αὐτὸ τοῦ ἄβακος.

ὅ ἐστι σανὶς, καὶ φιλοσόφοις μὲν χρήσιμος εἰς διαγράμματα. καὶ πεττευτικὴ δέ. ἡ καὶ

σηλία καὶ τηλία ὡς ἐν τοῖς τοῦ κωμικοῦ δηλοῦται καλουμένη παρὰ τὸ σήθειν, καθὰ

δηλοῖ τὸ, κυβεύων, εἶτα ὦσεν ὑπὸ τὴν κλίνην τὸν ἄβακα ὡς γράφει Ἀθήναιος.

ἐτυμολογίαν δὲ τοιούτου ἄβακος ὃς καὶ κοινολεκτεῖται, ἐν τῷ μεγάλῳ ἔστιν εὑρεῖν

ἐτυμολογικῷ. (ῃερς. 108.) Ὅτι οὕτω βίαιοι οἱ μνηστῆρες, ὥστε οὐ μόνον κτείνοντες

τοὺς τοῦ Ὀδυσσέως βόας ἀπεχρῶντο τῇ ἐκεῖθεν τροφῇ, ἀλλ' οὐδὲ τῶν βυρσῶν

παρεχώρουν τοῖς ὑπηρέταις. φησὶ γοῦν ὅτι ἐπέττευον, ἥμενοι ἐν ῥινοῖσι βοῶν οὓς

ἔκτανον αὐτοί. Σημείωσαι δὲ ὅτι ἔχει τι σκώμματος οὗτος ὁ λόγος. ὥσπερ γὰρ

Ἡρακλέος ἐγκώμιον τὸ λέοντος ἔχειν δορὰν ὃν ἔκτανεν αὐτὸς, οὕτω ψόγος τῆς τῶν

μνηστήρων τρυφῆς ἡ τῶν ῥινῶν τῶν βοῶν χρῆσις οὓς ἔκτανον αὐτοί. (ῃερς. 109.)

Ὅτι ἐνδοξότεροι θεραπόντων, οἱ κήρυκες. βασιλικοὶ μὲν γὰρ ἄνδρες καὶ θεῖον γένος

οἱ κήρυκες. οἱ δὲ θεράποντες, ἁπλῶς ὑπηρέται εἰσὶ φίλοι, οὐ μὴν κατὰ τοὺς δούλους.

οἱ μέντοι γλωσσογράφοι, τοὺς Κρῆτας φασὶ, θεράποντα τὸν ὁπλοφόρον δοῦλον

καλεῖν. Ἰστέον δὲ καὶ ὅτι κήρυκα μὲν ὀτρηρὸν οὐ λέγει ὁ ποιητὴς, θεράποντα δὲ

πολλαχοῦ καλεῖ ὀτρηρὸν, παρὰ τὸ τρῶ τὸ δειλιῶ, ἢ παρὰ τὸ ὀτρύνω. (ῃερς. 110.) Ὅτι

ἐκφράζων ὁ ποιητὴς ἐπιμέλειαν συμποσίου, φησί. κήρυκες δ' αὐτοῖσι καὶ ὀτρηροὶ

θεράποντες, οἱ μὲν, οἶνον ἔμισγον ἐνὶ κρητῆρσι καὶ ὕδωρ. οἱ δὲ, σπόγγοισι

πολυτρήτοισι τραπέζας νίζον καὶ προτίθεντο, ἰδὲ κρέα πολλὰ δατεῦντο. τουτέστι

δατέοντο. ἐμέριζον. ἀφ' οὗ ὁ δαιτρός. Καὶ ὅρα εὐτέλειαν συμποσίου καὶ ταῦτα τῶν

σπαταλώντων μνηστήρων. τὰ γὰρ καίρια μόνα προτίθενται καὶ οὐδέν τι τῶν

περιέργων τῷ συμποσίῳ παρεισκρίνουσι, τοῖς ἀναγκαίοις ἀρκούμενοι. διὸ οὐδὲ

ἀκρατοποτεῖν δοκοῦσιν, ὡς οἱ κρητῆρες δηλοῦσιν, οἷς τοὔνομα, ἐκ τοῦ κερᾶν

ὁπωσοῦν. διάφορα γὰρ εἴδη κράσεων καὶ Ὅμηρος ἐγίνωσκεν. ὅθεν καὶ τὸν Ἀχιλλέα

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

33

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!