18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἐπαληθείς. αἰτία δὲ τῆς τοιαύτης συστολῆς τοῦ ˉυ, οὐ μόνον ἡ ἀσθένεια τῶν μετ'

αὐτὸ κειμένων δύο ψιλῶν συμφώνων κατὰ τοὺς παλαιοὺς, ἀλλὰ μάλιστα ἡ ἀνάγκη

τοῦ μέτρου. οὐ γὰρ ἦν ἄλλως ποδίζεσθαι τὰ ἐξ Αἰγύπτου ταῦτα παράγωγα, εἰ μὴ ἐν

συστολῇ τοῦ ῥηθέντος διχρόνου. αὐτοῦ δὲ συσταλέντος, γίνεται δάκτυλος. ἡ τοιαύτη

δὲ ἀνάγκη, καὶ τοῦ Σκαμάνδρου καὶ τῆς Ζελείας, ἀφείλετο τὸ δύνασθαι ἐκτείνειν τὰ

πρὸ αὐτῶν βραχέα ὡς ἐν Ἰλιάδι ἐφάνη. (ῃερς. 128.) Αἱ δὲ ἀργύρεαι ἀσάμινθοι καὶ τὰ

ἐφεξῆς, τῶν κειμένων ἐν Θήβαις κτημάτων δείγματα, οἷα ἐκεῖθεν εἰς Σπάρτην

ἐλθόντα. (ῃερς. 129.) Περὶ δὲ ταλάντων, πολλαχοῦ διείληπται. (ῃερς. 130.) Τὸ δὲ

χωρὶς, ἀντὶ τοῦ, ἰδίᾳ καὶ ἐν μέρει. ἀγαθὸν δὲ πάντως τοιαύτη ἔρις γυναικὸς πρὸς

ἄνδρα, δωρεῖσθαι καὶ αὐτὴν ὁμοίως τῷ ἀνδρὶ, ὡς εὐεργετικοὺς ἀμφοτέρους εἶναι καὶ

οὕτω τὴν κατὰ βίον ἐξισάζεσθαι πορείαν αὐτοῖς. (ῃερς. 131.) Τάλαρος δὲ, ὡς μὲν

γίνεται ἀπὸ τοῦ τάλας καὶ τοῦ αἴρειν οἱονεὶ ὁ τλήμων φέρειν τὰ ἐν αὐτῷ, δῆλον.

ἴσως δὲ λεχθείη ἄν ποτε καὶ κάλαθος. εἰ καὶ ἄλλως, δημητρειακοῦ καρποῦ

συγκομιστὴς ὁ κάλαθος ὡς καὶ ὁ παρὰ τῷ Καλλιμάχῳ δηλοῖ. ἦν δέ τις φασὶ τάλαρος,

καὶ τυροκομεῖον λεγόμενος. ἐν δὲ τοῖς τοῦ δειπνοσοφιστοῦ, φέρεται ὅτι Τίμων ὁ

σιλλογράφος καὶ τὸ μουσεῖον τάλαρόν που φησίν, ἐπισκώπτων τοὺς ἐν αὐτῷ

τρεφομένους φιλοσόφους ὅτι ὡς ἐν πανάγρῳ τινὶ σιτοῦνται. καθά περ οἱ

πολυτιμότατοι ὄρνιθες πολλοὶ μὲν βόσκονται ἐν Αἰγύπτῳ πολυφύλλῳ βυβλιακῇ

χαρακίται ἀπείριτα δηριόωντες μουσάων ἐν ταλάρῳ. τοῦτο δὲ χρήσιμον καὶ εἰς τὸ

ἀποφώλιος, ὅπερ ἐν τοῖς ἑξῆς που ἐρεῖ ὁ Ὅμηρος· οἱ γὰρ ἐν τοιούτῳ ταλάρῳ τοιοίδε

ὄρνιθες, προσφυῶς ἂν καὶ ἐν φωλεῷ μουσῶν εἶναι λεγόμενοι, ἀποφώλιοι ἂν εἶεν

εἴπερ ἀποῤῥιψεῖεν ὡς ἀπῳδοί τινες καὶ παράμουσοι. ὑπόκυκλος δὲ τάλαρος, ὁ

περίτροχος καὶ περιφόρητος τοῖς ὑποκάτω τροχίλοις, ἢ κυκλοτερής. (ῃερς. 134.)

Νῆμα δὲ ἀσκητὸν, τὸ πεφιλοκαλημένον καὶ ἐπιμεμελημένον. ἔστι δὲ καὶ ἔριον εἰπεῖν

ἀσκητὸν, ὡς ἐκ τοῦ ἤσκειν εἴρια καλά. καὶ χιτῶνα δὲ, διὰ τὸ, πτύξασα καὶ ἀσκήσασα

χιτῶνα. καὶ λέχος δέ που ἀσκητὸν ἐρεῖ Ὅμηρος ἐν τοῖς μετὰ ταῦτα. κυριολεκτεῖται

δὲ μάλιστα τὸ ἀσκεῖν, ἐπὶ ἀνδρῶν ἀθλητῶν ὡς καὶ ἐν ἄλλοις δεδήλωται. Βεβυσμένος

δὲ, ὁ γέμων καὶ μετὰ ὠθισμοῦ τινος μεστὸς, παρὰ τὸ βύω. ὅθεν καὶ ὁ κωμικός φησιν,

τὸ στόμ' ἐπιβύσας κέρμασι, τῶν ῥητόρων. καὶ ξύλα δὲ οὕτω παραβύει τις

ὑποκαιόμενα, τρίποδι. ἐντεῦθεν καὶ παράβυστος ὃς ἑαυτὸν παρέβυσε τόπῳ τινὶ

ἐπικρύψας. καὶ τὸ ἐν παραβύστῳ, ἀντὶ τοῦ ἐν τόπῳ καὶ γονίᾳ ᾧ τις οὕτω πως

παραβέβυσται. καὶ ὠτίον δὲ βλαβὲν τοὺς πόρους, βεβύσθαι λέγεται μέχρι καὶ νῦν

παρά τισι τῶν ὑπὲρ Σινώπην Λευκοσύρων. ἐκεῖθεν δὲ καὶ ἡ ἀκροβυστία καὶ ὁ

ἀκρόβυστος. Τὸ δὲ τετάνυστο, δηλοῖ μὴ ὀρθὴν ἵστασθαι τὴν ἠλακάτην, ἀλλὰ περὶ

τὸν τάλαρον κεῖσθαι ἀπὸ χείλους εἰς χεῖλος διήκουσαν. ἴσως δὲ 1.156 καὶ μῆκος

αὐτῆς ἡ λέξις δηλοῖ. (ῃερς. 135.) Ἰοδνεφὲς δὲ, τὸ μέλαν φασίν. ἢ πορφυροῦν. ἢ τὸ

λεγόμενον κατὰ παλαιοὺς, ἰάνθινον. σύγκειται δὲ κατὰ πλεονασμὸν τοῦ ˉδ ἀπὸ ἴου

καὶ νέφους. ἀμφοτέρων μελάνων σωμάτων. Τὸ δὲ εἶρος, πρωτότυπόν ἐστι τοῦ εἰρίον

ὡς τειχίον. ὅθεν ἔριον ὡς ἴχνιον. παραβλητέον δὲ τὴν ἐνταῦθα τῆς ἡρωΐδος Ἑλένης

ταλασιουργίαν, τῇ τοῦ ἐπιτρίπτου βασιλέως Σαρδαναπάλου. ἡ μὲν γὰρ εὐγενῶς

προῆλθε ἐπιδεικνυμένη τὰ γυναιξὶ προσήκοντα, καὶ λαλεῖ σπουδαῖα καὶ θαυμάζεται.

ὁ δὲ, ἐψιμυθιώμενος φασὶ καὶ κεκοσμημένος γυναικιστὶ, μετὰ τῶν παλλακίδων

ἔξαινε πορφύραν, γυναικείαν στολὴν ἔχων, καὶ κατεξυρημένον πώγωνα, καὶ

κατακεκισσηρισμένον. ἦν δέ φασι καὶ γάλατος λευκότερος, καὶ ὑπογέγραπτο τοὺς

ὀφθαλμούς. (ῃερς. 141.) Ὅτι οὕτω πρὸς θέαν προσώπου περίεργος ἡ Ἑλένη καὶ

μνήμων ὄψεως, ὥστε πολλῶν εἰκασμοὺς ἐναποκειμένους φέρειν τῇ ψυχῇ. φησὶ

γοῦν, ὡς οὔπω τινά φημι ἐοικότα ὧδε ἰδέσθαι οὔτ' ἄνδρ' οὔτε γυναῖκα, σέβας μ' ἔχει

εἰσορόωσαν, ὡς ὅγ' Ὀδυσσῆος υἱῷ ἔοικε Τηλεμάχῳ. τοῦτο δὲ, ἀφελῶς ἐῤῥέθη καὶ

ἐνδιαθέτως. ἢ καὶ ὡς εἰπεῖν, ἐκ περισσοῦ. ἤρκει γὰρ εἰπεῖν μόνον τὸ, Ὀδυσσέως υἱῷ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

177

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!