18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἀνσχεθέειν, ἢ ἀντὶ τοῦ ἀνασχεῖν ἤτοι ἀναδῦναι ἀνελθεῖν καὶ ὡς εἰπεῖν ἀνατεῖλαι,

ὅπερ ὅμοιόν ἐστι τῷ ἀνέδυ, καὶ κύματος ἐξαναδὺς, ἢ ἀντισχεῖν, κατὰ συγκοπήν. ὡς

καὶ ἄντιτα ἐν Ἰλιάδι ἔργα, τὰ ἀντίτιτα. (ῃερς. 322.) Τὸ δὲ ἅλμην πικρὴν, κοινῶς

ἐῤῥέθη καὶ οὐ κατὰ τὸ, πικρὸν ἀποπνείουσαι ὀδμὴν, ὃ ἐπὶ τῶν φωκῶν ἐλέχθη. ἐκεῖνο

γὰρ Ἰωνικὸν καὶ Ἀττικόν. ὡς καὶ τὸ, οἷα τρέφει κλυτὸς Ἀμφιτρίτη. (ῃερς. 323.) Τὸ δὲ

κελαρύζειν,ὠνοματοπεποίηται, ἦχον δηλοῦν ὑγροῦ ἠρέμα ῥοιζοῦντος ἐν τῷ

καταῤῥέειν. καθ' ὅμοιον δέ τι ὠνοματοπεποίηται καὶ ἡ τοῦ Ἡσιόδου λακέρυζα.

(ῃερς. 324.) Τὸ δὲ τειρόμενός περ, τὸ στεῤῥὸν τοῦ Ὀδυσσέως δηλοῖ. ὃς καὶ οὕτω

διαταραχθεὶς οὐκ ἔσχε λήθην τοῦ συμφέροντος. (ῃερς. 325.) Τὸ δὲ ἐλάβετο, καὶ

ἔλαβεν εἰπὼν, ὅμως καὶ αὐτὸ γενικῇ συντάσσει. ἔφη γὰρ, ἐλάβετ' αὐτῆς, ἤγουν τῆς

σχεδίας, καὶ λάβε πέτρης, τουτέστιν ἥψατο. (ῃερς. 326.) Τὸ δὲ μέσῃ ἐκάθιζεν,

αὐτοπαθῶς ἐῤῥέθη. ὥστε οὐκ ἀεὶ καθίζει τις ἄλλον, ἀλλὰ καὶ αὐτὸς καθίζει. ὃ

ταυτόν ἐστι τῷ ἕζεται. (ῃερς. 327.) Τὸ δὲ φορεῖν, ταυτὸν τῷ φέρειν. διὸ εἰπὼν τήν δ'

ἐφόρει μέγα κῦμα. καὶ (ῃερς. 328.) Βορέης φορέῃσιν ἀκάνθας, ἐπιφέρει. ἄνεμοι

φέρον. καὶ προβάλεσκε φέρεσθαι. τὸ μέντοι κατὰ τάχος φέρειν, καὶ διώκειν λέγει.

οἷον. Εὖρος Ζεφύρῳ εἴξασκε διώκειν. (ῃερς. 332.) Τὸ δὲ κατὰ ῥόον, παροιμίαν ποιεῖ

τὴν λέγουσαν φέρεσθαί τι κατὰ ῥοῦν ἤγουν εὐτυχῶς πλέειν ἢ ὅποι τύχῃ. τοιοῦτον

γάρ τοι καὶ τὸ, ἔνθα καὶ ἔνθα κατὰ ῥοῦν φέρεσθαι. ᾧ ὅμοιον καὶ τὸ, ἀνὰ πέλαγος

ἄνεμοι φέρον ἔνθα καὶ ἔνθα. (ῃερς. 328.) Ὀπωρινὸς δὲ Βορέης, ὁ ἐτησίας κατὰ τοὺς

παλαιούς. Πάνυ δὲ ἀσφαλῶς τὰς ξηρὰς σανίδας τῆς σχεδίας καὶ διατοῦτο ἐλαφρὰς οὐ

μὴν δὲ ἀλλὰ καὶ εὖ ἀραρυίας, ἀκάνθαις εἰκάζει θεριναῖς αἳ πρὸς ἀλλήλαις ἔχονται

ὅτε ἄνεμος αὐτὰς ἐπείγει κατ' ἀλλήλων, ὡς ἡ κατὰ θέαν πεῖρα δηλοῖ (ῃερς. 368.)

κατὰ ὅμοιον δὲ λόγον καὶ ἡ ἐφεξῆς ταύτῃ παραβολὴ, καρφαλέων ἀχύρων θημῶνι

εἰκάζει τὴν τῶν αὔων καὶ περικήλων ξύλων παράθεσιν. ἃς ὁμοίως τοιούτοις ἀχύροις

διασκεδάζει ὁ σφοδρὸς ἄνεμος. Ἔνθα σημείωσαι ὅτι δοκεῖ ταυτὸν εἶναι θημὼν καὶ

θωμός. φησὶ γάρ τις παλαιὸς, ὅτι θωμοὶ ἐν τῷ ˉω οὐχὶ θημοὶ, οἱ τῶν σπερμάτων

σωροί. ἴσως δὲ καθ' ὁμοιότητα θωμοῦ, καὶ θώμιγξ τὸ σχοινίον λέγεται. Τὸ δὲ πρὸς

ἀλλήλαις ἔχονται, ἀντὶ τοῦ, ἀλλήλαις συνέχονται. (ῃερς. 331.) Τὸ δὲ Νότος Βορέῃ

προβάλεσκε φέρεσθαι, ἀντὶ τοῦ, προεβάλλετο. παρέῤῥιπται. (ῃερς. 367.) Κῦμα δὲ

κατηρεφὲς, οὐ μόνον τὸ ὑψηλὸν ἁπλῶς, ἀλλὰ καὶ τὸ καλύπτον δίκην ὀρόφου, ἤτοι

ἐοικὸς ὀρόφῳ. (ῃερς. 368.) Ζαὴς δὲ ὅτι ὁ πολύπνους ἄνεμος (ῃερς. 368.) καὶ ὅτι ἤϊα τὰ

ἄχυρα, καὶ ὅτι ὁ θημὼν καὶ θημωνία λέγεται, καὶ ὅτι (ῃερς. 369.) καρφαλέον τὸ

κατάξηρον ὡς ἀπὸ τοῦ κάρφους ὅ ἐστι ξηρὸν ξυλήφιον, πολλαχοῦ δηλοῦται (ῃερς.

368.) νῦν δὲ ὅρα ὅτι καὶ ἐπὶ ἀχύρων λέγεται θημών, καὶ οὐ μόνον ἐπὶ σπερμάτων. Τὸ

δὲ τινάσσειν, καιρία λέξις ἐπὶ τοῦ ἀνασαλεύειν. διὸ καὶ δὶς αὐτὸ κεῖται διὰ τὸ

καίριον. ὥσπερ καὶ (ῃερς. 369.) τὸ διεσκέδασεν ἀντὶ τοῦ διεσκόρπισε. συναπτῶς γὰρ

αὐτοῦ ἐν δυσὶ στίχοις κεῖται. (ῃερς. 371.) Κέλητα δὲ ἵππον λέγει, τὸν ἄζυγα, τὸν

καταμόνας ἐλαυνόμενον. (ῃερς. 371.) Ἔνθα ὅρα τὸ καὶ ἀστεῖον καὶ συντομώτατον

τῆς παραβολῆς. κέλητι γὰρ ἱππότῃ παρεικάζει, τὸν μιᾷ σανίδι ἐν θαλάσσῃ

ἐποχούμενον. εἴληφε δὲ ἴσως ἀφορμὴν ἡ παραβολὴ αὕτη ἐκ τοῦ καὶ τὰς νῆας ἁλὸς

ἵππους πρὸ τούτων ῥηθῆναι. ἀλλ' ἐκείνας μὲν, διὰ τὸ πολυσύνθετον, τετρώρου

ποιοῦσι παραβολὴν, καὶ ἅρμασιν εἰκάζονται, τὸ δὲ 1.222 ῥηθὲν ἓν ξύλον, κέλητα

οἷον ποιεῖ τὸν ἐπ' αὐτοῦ ὀχούμενον. ὅτι δὲ καὶ πλοίου εἶδός τι ὁ κέλης, δηλοῖ ὁ

εἰπὼν πέντε κέλητας πεντασκάλμους. ἔνθα ὅρα καὶ ὅτι σκαλμὸς διὰ τοῦ ˉλ. ἔτι δὲ

δηλοῖ. τὸ αὐτὸ, καὶ ὁ γράψας οὕτως. ἐπακρίδες, αἱ ἁλιάδες. ἐπακτρεῖς γὰρ οἱ κυνηγοί.

ἐπακτροκέλης δὲ, πλοῖον λῃστρικὸν μεταξὺ ἐπακτρίδος καὶ κέλητος. ἃ καὶ αὐτὰ,

πλοιάρια ἐστί. Παυσανίας δέ φησι καί τινας ἵππους, ἁμίππους. εἰπὼν ὅτι ἅμιπποι,

ἵπποι ἐζευγμένοι χωρὶς δίφρου. κληθέντες οὕτως ἐπεί φησιν ἐπὶ δύο κέλητας

ἀνέβαινον ὁ μὲν, ἡνιοχῶν. ὁ δὲ, ὁπλίτης. ἀπὸ τοίνυν τοῦ ἅμα ἀμφοτέρους

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

252

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!