18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

εἴποι μὴ δὲ ὄνομα κύριον ἔχειν ὃ ἐκ γενετῆς αὐτῷ τίθεται. τοῦτο γὰρ δηλοῖ ἐνταῦθα

ὁ ἀνώνυμος, ῥηθεὶς οὕτως, κατὰ ἰδέαν δρυμύτητος, παρὰ τὸ μὴ ἔχειν ὄνομα ὅ ἐστι

κλῆσιν. καὶ Ὅμηρος μὲν οὕτω φησὶ, τοῦ κοινοῦ καὶ ὡς ἐπὶ πλεῖστον στοχασάμενος.

οἱ δὲ παλαιοὶ ἔθνος Λιβυκὸν ἑσπέριον ἱστοροῦσι τοὺς Ἄτλαντας. ἐν ᾧ οὐδεὶς τῶν

ἐκεῖ κυρίου ἐκληρονόμει ὀνόματος. καὶ εἴρηται περὶ τούτου ἐν τοῖς τοῦ περιηγητοῦ.

Ἰστέον δὲ ὅτι τὸ, οὐ πάμπαν ἀνώνυμος δύναται καὶ πρὸς ἀκρίβειαν διασταλτικὴν

ὁμωνυμίας εἰρῆσθαι. ἄλλως μὲν γὰρ (ῃερς. 550.) εἴη ἄν τις ἀνώνυμος ὡς ἀκλεὴς καὶ

μὴ ὀνομαστός. ἀνώνυμος δὲ οὐκ ἂν εἴη ὡς μὴ ἔχειν τι κύριον ὄνομα. (ῃερς. 551.) Τὸ

δὲ μήτηρ τε πατήρ τε ἄλλοι τε οἱ κατὰ ἄστυ τουτέστιν οἱ πολίται, καὶ οἳ

περιναιετάουσι τουτέστιν οἱ πέριξ οἰκοῦντες ἐγχώριοι, οἱ τοῦ ἔθνους δηλαδὴ, οὐ

μάτην ἔχει προσθήκην τοῦ, ἄλλοι τε καὶ τῶν ἑξῆς, ἀλλὰ διότι ἔστιν ὅτε ἄλλο μὲν

ὄνομα ἐκάλουν τινὰ οἱ γονεῖς, ἄλλο δὲ οἱ πολίται καὶ οἱ πέριξ, ὡς καὶ ἡ ἐν Ἰλιάδι

γυνὴ δηλοῖ, ἣν οἱ τεκόντες μὲν Ἀλκιόνην ἐκάλουν, Κλεοπάτραν δὲ οἱ λοιποί. (ῃερς.

553.) Τὸ δὲ ἐπὴν τὰ πρῶτα γένηται, ἑρμηνεύεται διὰ τοῦ ἐπεί κε τέκωσι τοκῆες. ὃ καὶ

τρόπον ἐτυμολογίας ἔχει ἐν τῷ, τέκωσι τοκῆες. (ῃερς. 555.) Ὁ δὲ περὶ τοῦ ὀνόματος

ἐρωτήσας ὡς ἐῤῥέθη τὸν Ὀδυσσέα προσεπάγει καὶ τὸ, εἰπὲ δέ μοι γαῖάν τε τεὴν

δῆμόν τε πόλιν τε. (ῃερς. 556.) καὶ ἀναγκάζων ἐνταῦθά γε τὸν ξένον εἰς ἀπόκρισιν

ἀληθῆ μὴ καὶ ῥᾳδιουργήσῃ ἐπὶ τῷ λόγῳ ἐκφοβεῖ λέγων, οὐ πρὸς καλῶν αὐτῷ

ἔσεσθαι τὸ ψεύσασθαι. φησὶ γάρ. ὄφρα σε τῇ πέμπωσι τιτυσκόμεναι φρεσὶ νῆες.

ἤγουν ἵνα εἰπόντος σου τὴν πατρίδα γῆν τε καὶ πόλιν, πέμψωσί σε εἰς αὐτὴν αἱ καθ'

ἡμᾶς νῆες καταστοχασάμεναι φρεσὶ τῆς τοιαύτης χώρας. οὕτω πάνυ τολμᾷ ὁ

Ὁμηρικὸς Ἀλκίνοος τερατεύεσθαι, ὥστε τὰς Φαιακικὰς νῆας μὴ μόνον ἁπλῶς

ἐμψύχους, ἀλλὰ καὶ αὐτομαθῶς ἐλλόγους καὶ ἔμφρονας καὶ πολυΐστορας ποιεῖν,

μεταγαγὼν τεραστείως εἰς τὰς νῆας τὴν τῶν πολυπείρων ναυτίλων ἀρετήν. (ῃερς.

557.) καὶ ἔστι μὲν τοιοῦτόν τι καὶ ἡ ἐν τῇ καθ' Ἡσίοδον Θεογονίᾳ κειμένη Αὐτονόη

ὡς καὶ ἀλλαχοῦ ὑπελαλήθη. ἀλλ' ὁ ποιητὴς ἐνταῦθα πάνυ τερατωδέστερον

ἀγορεύει, λέγων οὕτως. οὐ γὰρ Φαιήκεσσι κυβερνητῆρες ἔασιν. οὐδέ τι πηδάλι' ἐστὶ

τά τ' ἄλλαι νῆες ἔχουσιν, ἀλλ' αὐταὶ ἴσασι νοήματα καὶ φρένας ἀνδρῶν. καὶ πάντων

ἴσασι πόλιας καὶ πίονας ἀγροὺς ἀνθρώπων. ἐντεῦθεν οἱ μεταγενέστεροι ἐπὶ πλέον

ἄλλοθι τερατείας τραπόμενοι φωνήεσσαν τῇ ἀργοῖ τὴν τρόπιν ὡς ἐκ τῆς ∆ωδωναίας

δρυὸς προσπλάττουσιν. ὃ δὴ καὶ μόνον ταῖς Φαιακικαῖς ναυσὶν ἐνέλιπε. καὶ ἔστιν ἡ

τοῦ Φαία 1.316 κος βασιλέως πρὸς τὸν ξένον ἐν τούτοις ἐκφόβησις, ὡς ἐπεὶ αἱ κατ'

αὐτὸν νῆες τοιαῦται, οὐκ ἂν τύχοι νόστου μὴ ἀληθῶς εἰπὼν ποίας ὥρμηται γῆς, ἀλλ'

ἐκεῖ ἀπαχθήσεται ὅποι ψεύσεται. καὶ Ὀδυσσεὺς εὖ εἰδὼς τὴν τερατολογίαν, οἶδε γὰρ

οὐ πάνυ μακρὰν ἀλλήλων διῳκισμένας τήν τε τῶν Φαιάκων νῆσον καὶ τὴν Ἰθάκην,

ὅμως ἀνέχεται, καὶ δοκεῖ πιστεύειν. τάχα που κἀνταῦθα ὑποφωνῶν ἑαυτῷ τὸ,

τέτλαθι κραδίη. (ῃερς. 561.) ὁ δέ γε βασιλεὺς τὰς Φαιακικὰς σεμνύνων νῆας,

ἐπιφέρει καὶ ὅτι λαῖτμα τάχισθ' ἁλὸς ἐκπερόωσιν, ἠέρι καὶ νεφέλῃ κεκαλυμμέναι.

οὐδέ ποτέ σφιν οὔτε πημανθῆναι ἔπι δέος οὔτ' ἀπολέσθαι. τούτων δὲ τὸ μὲν τάχιστα

ἐκπερᾶν ὡς ὠκυπόρους, πιθανὴν ποιεῖ τὴν διὰ μιᾶς νυκτὸς ἀποκατάστασιν τοῦ

Ὀδυσσέως εἰς τὴν Ἰθάκην. Τὸ δὲ ἠέρι καὶ νεφέλῃ κεκαλύφθαι, πιθανολογεῖ τὸ τῆς

νήσου τῶν Φαιάκων ἀνεπιβούλευτον. εἰ γὰρ μὴ βλέποιντο αἱ ἐκεῖθεν πλέουσαι νῆες,

οὐδ' ἄν τις τοῦ ἐκεῖ σε πλοῦ πάνυ καταστοχάσαιτο. (ῃερς. 563.) Τὸ δὲ οὔτε

πημανθῆναι ἔπι δέος οὔτ' ἀπολέσθαι, ἀπτόητον τηρεῖ τὸν Ὀδυσσέα εἰς τὸ μὴ παθεῖν

κίνδυνον ἐν τῷ ἀποπλέειν. ἐπειδὴ δὲ πάνυ τερατώδη τὰ τοιαῦτα, καὶ ἦν εἰκὸς

πολυπραγμονεῖσθαι ποῦ ποτ' ἂν τοιαύτη νῆσος οὖσα λάθοι διὰ τέλους ἅπαντας,

πλάττει ὁ ποιητὴς τὸν βασιλέα χρησμοῦ τινὸς ἀναμνησθέντα παλαιοῦ. ὃς φόβον

ἐνέσειε Φαίαξι, νῆά τε αὐτῶν ἐκ πομπῆς ξένου ἀνιοῦσαν ῥαισθῆναι, μέγα τε αὐτοῖς

ὄρος τῇ πόλει ἀμφικαλύψειν τὸν Ποσειδῶνα, ἐκμοχλεύσαντα δηλαδὴ τὸ ἐγχώριον

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

359

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!