18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

κακολογήσῃ, ὁ μὴ δὲ τὴν τοῦ Λοκροῦ Αἴαντος φράσας κακίαν ὡς πρὸ ὀλίγων ἐῤῥέθη.

(ῃερς. 160.) Τὸ δὲ τρέπεται νόος, ταυτόν ἐστι τῷ πείθεται. Τὸ δὲ οἴκαδε ἵεσθαι, ὅμοιον

τῷ νοστῆσαι. διὸ εἰπὼν οἴκαδε ἱέμενοι, ἐπάγει. Ζεὺς δ' οὔπω μήδετο νόστον. Ὅρα δὲ

καὶ ὅτι ὁ μὲν ἐν Ἰλιάδι φιλοβασιλεὺς Νέστωρ, τοῦ συμφέροντος στοχασάμενος,

ᾤχετο φεύγων, μὴ καὶ πειραθείη τῶν ἐκ δαίμονος κακῶν, καὶ ἅμα δόξῃ καὶ αὐτὸς

νήπιος κατὰ τὸν Ἀτρείδην. ὃς πολλαχοῦ τῆς Ἰλιάδος εἰπὼν τὸ φεύγωμεν, ἐνταῦθα

μένειν ἔκρινεν. οὔτε ἐκεῖ φθεγγόμενος εὐγενῶς, καὶ νῦν δὲ, κρίνας κακῶς.

Ὀδυσσεὺς δὲ τῷ βασιλεῖ ἐπὶ κακῷ οἰκείῳ χαρίζεται. τοῦτο γὰρ δηλοῖ τὸ, ἦρα φέρειν

ὅ ἐστι χάριν. ὅπερ ἐπίηρα φασὶν οἱ ὕστερον. γίνεται δὲ τὸ ἦρα κατὰ τοὺς παλαιοὺς,

ἀπὸ τοῦ ἐρῶ ἤρανον τὸ ἐπιθυμητόν, ὡς κόπτω κόπανον. πληθυντικὸν, ἤρανα. καὶ

ἀποκοπῇ, ἦρα. (ῃερς. 167.) Τὸ δὲ φεῦγον, σπουδαῖον δηλοῖ πλοῦν τὸν εἰς ἀποφυγὴν

κακοῦ. διὸ καὶ τὸν ∆ιομήδην φεύγειν ἐκ Τροίας τότε φησὶν, ἐπιμείνας τῇ λέξει. Τὸ

δὲ, φεῦγον ἐπεὶ γίνωσκον ὃ δὴ κακὰ μήδετο δαίμων, ἐρεῖ ἂν ἅπας προμηθευσάμενος

φυγεῖν ἐκ δαιμονίου κακοῦ. ὥσπερ στάσεως ἐριστικῆς δηλωτικὸν τὸ, ὣς οἱ μὲν

χαλεποῖσιν ἀμειβόμενοι ἐπέεσσιν, ἔστασαν. οἱ δ' ἀνόρουσαν ἠχῇ θεσπεσίῃ. δίχα δέ

σφισιν ἥνδανε βουλή. (ῃερς. 150.) Καὶ ὅρα τὸ ἥνδανε κοινότερον ἐνταῦθα λεχθέν.

πρὸ βραχέων γὰρ, ἑήνδανε Ἀττικῶς ἐφράσθη. (ῃερς. 151.) Ὅτι ἀέσαμεν, ποιητικὴ

ἐνταῦθα λέξις ἀντὶ τοῦ, ἀνεπνεύσαμεν. ἐκοιμήθημεν. ὅθεν οὐ μόνον ὑγρὸν ἀέντες

ἤγουν πνέοντες ἄνεμοι, ἀλλὰ καὶ ἀεσίφρων ὁ οἱονεὶ κατὰ φρένας κοιμώμενος καὶ

ἐναντίος τῷ νηφαλίῳ καὶ ἐγρηγορότι. (ῃερς. 152.) Ὅτι Ὁμήρου εἰπόντος πῆμα κακοῦ

ἐν τῷ, ἐπὶ γὰρ Ζεὺς ἤρτυε πῆμα κακοῖο, λαβὼν ἐντεῦθεν ὁ ζηλωτὴς αὐτοῦ

Σοφοκλῆς, πῆμα ἄτης φησίν. ὅ ἐστιν ἄτη περιφραστικῶς. Ἀρτύει δὲ πῆμα κακοῦ ὁ

Ζεὺς, καθὰ καί τις ἀρτύει πῶμα χηλοῦ, ἤγουν ἀραρότως ἐπιτίθησιν. ἢ καὶ ἄλλως,

ἀπαρτίζει. καθά που καὶ Εὔμαιος ἀράρισκε πέδιλα. (ῃερς. 154.) Ὅτι βαθυζώνους

γυναῖκας τὰς Τρώας φησὶν, ἀντὶ τοῦ εὐστόλους. αἱ βάρβαροι γὰρ, τοὺς ὑποδύτας

φασὶν, εἰς βάθος ἐπισύρουσιν. εἶεν δ' ἂν ὑποδύται, οἱ τοῖς ἐπενδύταις ὑποκείμενοι.

(ῃερς. 155.) Ὅτι σχῆμα ἐπαναφορᾶς τὸ, ἡμίσεες λαοὶ ἐρητύοντο μένοντες παρ'

Ἀτρείδῃ Ἀγαμέμνονι. ἡμίσεες δ' ἀναβάντες, ἐλαύνομεν. τὸ μέντοι ἀναβάντες

ἐλαύνομεν, αἱ δὲ μάλ' ὦκα ἔπλεον, ἐστόρεσεν δὲ θεὸς μεγακήτεα πόντον, εὐδίας

δηλωτικόν. (ῃερς. 156.) Ἔνθα ὅρα τὸ, μένοντες παρὰ Ἀγαμέμνονι. ἐτυμολογικὸς γάρ

τις τρόπος ἐστὶν, ὡς τοῦ Ἀγαμέμνονος παρὰ τὸ μένειν ἐτυμολογουμένου. (ῃερς. 157.)

Ἀναβῆναι δὲ καὶ νῦν, τὸ ἀναπλεῦσαι ἐκ τοῦ λιμένος. (ῃερς. 158.) 1.119 Τὸ δὲ

στορέσαι, πρωτότυπόν ἐστι τοῦ στρῶσαι καὶ καταστρῶσαι, ἀφ' οὗ τὰ στρώματα. εἰ

γὰρ κοιμίζεται θεόθεν πόντος, εἰκότως καὶ καταστορεσθῆναι λεχθείη ἄν. διὸ καὶ

Ἡρόδοτος εὐδίαν φράζων, φησίν. ἐπαύσατο ἄνεμος καὶ τὸ κῦμα ἔστρωτο. διὸ

εὔλογον καὶ εὐνὰς ἐντεῦθεν τὰς ἀγκύρας λέγεσθαι. καὶ εὐνάζεσθαι κλύδωνα. λέγει

δὲ ὁ ποιητὴς στορεσθῆναι τὸν πόντον, πρὸς πιθανότητα τοῦ ἐλαύνομεν. πεσόντος

γὰρ ἀνέμου καὶ στορεσθέντος τοῦ πόντου, ἀναγκαῖον ἐλαύνειν. ὅ πέρ ἐστι δεύτερος

πλοῦς. ὁ μέντοι πρῶτος πλοῦς, μετ' ὀλίγα ἔσται ὅτε λιγὺς οὖρος ὦρται καὶ αἱ νῆες

μάλ' ὦκα διαδραμοῦνται. Ἰστέον δὲ καὶ ὅτι τῶν περὶ θάλασσαν ζῴων εἰς ἰχθύας

διαιρουμένων καὶ εἰς κήτη, Ὅμηρος δι' αὐτὰ, ποτὲ μὲν ἰχθυόεντα πόντον φησὶν, ἢ

ἰχθυόεντα κέλευθα ὡς μετ' ὀλίγα ἐρεῖ. ποτὲ δὲ, μεγακήτεα πόντον ὡς ἐνταῦθα.

(ῃερς. 161.) Ὅτι ὥσπερ ἐν τοῖς ἑξῆς σχέτλιον ὕπνον φησὶ κατὰ λόγον βαρύτητος, τὸν

βλάψαντα, οὕτω καὶ ἐνταῦθα ∆ία σχέτλιον. τοῦτο δὲ καὶ ἐν Ἰλιάδι εἶπε. καὶ ἡ αἰτία

ἐγράφη ἐκεῖ. (ῃερς. 163.) Ὅτι τὸν Ὀδυσσέα, ἄνακτα δαΐφρονα ποικιλομήτην ὁ

Νέστωρ καλεῖ, θεραπεύων τὸν ἀκροατὴν Ὀδυσσείδην Τηλέμαχον. ποιεῖ δὲ τοῦτο, ἵνα

μὴ δόξῃ καὶ αὐτὸν, καθὰ καὶ τὸν βασιλέα, νήπιον ἔχειν ὡς εἰς ἐκεῖνον

ἐπαναστραφέντα. διὸ οὐδὲ ῥητῶς εἶπεν ὅτι ἀπέστρεψε τὰς νῆας ὁ Ὀδυσσεὺς αὐτὸς

ἐκεῖνος, ἀλλ' οἱ ἀμφ' Ὀδυσσῆα. Ὅρα δὲ ὅτι δυνάμενος ὁ ποιητὴς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

135

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!