18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

Ἐχενήου πρὸς τὸν βασιλέα, τὸ τὸν ξένον μὲν, χαμαὶ ἧσθαι. τοὺς δὲ Φαίακας, τὸν τοῦ

βασιλέως μῦθον προσδεδέχθαι. ὅπερ ἐκεῖνος μαθὼν ὦρσεν ἀπ' ἐσχαρόφι τὸν

Ὀδυσσέα καὶ ἐπὶ θρόνου εἷσε φαεινοῦ, ὃν ἀργυρόηλον ἀνωτέρω εἶπεν, υἱὸν

ἀναστήσας Λαοδάμαντα. ὃν ἐπιθετικῶς ἀγαπήνορα λέγει, ὅ ἐστιν ἀνδρεῖον. Καὶ ὅρα

ὡς οὐ μόνον ἐν Σπάρτῃ καθ' Ἡρόδοτον γέρας βασιλεῦσι πρώτους ἵζειν ἐπὶ τῷ

δείπνῳ, ἀλλ' ἰδοὺ καὶ ὁ βασιλεὺς Ἀλκίνοος τοῦτο εἰς τὸν Ὀδυσσέα ποιεῖ. σεμνότερον

δὲ αὐτὸ τῶν παρὰ τῷ Νέστορι. ἐκεῖ μὲν γὰρ ὁ τοῦ Ὀδυσσέως Τηλέμαχος, παρὰ τῷ

Νεστορίδῃ Θρασυμήδει κάθηται καὶ τῷ ἐκείνου πατρί. ἐνταῦθα δὲ, ὁ βασιλεὺς τὸν

υἱὸν ἀναστήσας ὅς οἱ πλησίον ἷζε μάλιστα δέ μιν φιλέεσκεν, ἐκάθιζε τὸν ξένον.

(ῃερς. 163.) Καιρία δὲ λέξις τὸ ἀναστῆναι, διὸ δὶς αὐτῇ ἐνταῦθα κέχρηται. Καὶ ὅρα ὅτι

τὲ εὐξάμενος Ὀδυσσεὺς φίλος ἐλθεῖν τοῖς Φαίαξι καὶ ἐλεεινὸς, ἄρχεται ἤδη

τυγχάνειν τούτου, καὶ ὅτι ἀπὸ τῶν ἄρτι, μαρτυρία καταβάλλεται τοῦ πρωτεύειν ἐν

τοῖς τῶν Φαιάκων ἀρίστοις τὸν Ἀλκίνοον. (ῃερς. 164.) Ὅτι οἶνον ἐπικρῆσαι φησὶν

ἐνταῦθα, ἀντὶ τοῦ ἐπὶ τῷ προκερασθέντι καὶ ἕτερον κεράσαι. ὅπερ καὶ ἀνακεράσαι

ἐστὶν ὡς ἐδήλωσεν ὁ ποιητὴς ἐν τῷ, ἀνὰ κρητῆρα κέρασεν. (ῃερς. 165.) Ὅτι

σεμνύνων κἀνταῦθα ὁ ποιητὴς γοργῶς τὴν ἱκεσίαν, ἤτοι τὰς λιτὰς, φησὶν ὅτι θεὸς

ἱκέτῃσιν ἅμ' αἰδοίοισιν ὀπηδεῖ. τοῦτο δὲ καὶ ὑποκαταβὰς, ἀπαραλλάκτως οὕτω φησί.

ταυτολογῶν συνήθως εἰς καίριον, ἵνα ὁ λόγος ἐμμείνῃ τῷ ἀκροατῇ. διὰ δὲ τὴν

θεόθεν ἐφορείαν ταύτην τῶν ἱκετῶν, καὶ ὁ ἱκέσιος ἐῤῥέθη καὶ ὁ ξένιος θεός. Ἐκ δὲ

τοῦ ὀπηδεῖ, γίνεται καὶ ὄνομα ὁ ὀπηδὸς παρ' Ἀττικοῖς. κοινῶς δέ γε, ὀπαδός. ὃ δηλοῖ

τὸν ἀκόλουθον. (ῃερς. 166.) Ὅτι φιλόφρονες λόγοι τὸ, δόρπον δὲ ξείνῳ ταμίη δότω

ἔνδον ἐόντων. ἃ καὶ παρεόντα λέγονται ὡς δηλοῖ τὸ, χαριζομένη παρεόντων. (ῃερς.

179.) Φιλόξενον δὲ καὶ τὸ, κρητῆρα κερασσάμενος, μέθυ νεῖμον πᾶσιν ἀνὰ μέγαρα.

Ἔστι δὲ ἐτυμολογικοῦ τρόπου τὸ, κρητῆρα κερασσάμενος. Τὸ δὲ μέθυ ἑρμηνεύων,

ἐπάγει. μελίφρονα οἶνον ἐκίρνα. Ὅρα δὲ τὸ νεῖμον, οὐ γὰρ πάνυ σύνηθες τὸ ῥῆμα ὡς

οὐδὲ τὸ ἀνάτειλον καὶ τὰ τοιαῦτα. νεῖμαι γὰρ καὶ ἀνάτειλαι τὸ κοινότερον. (ῃερς.

188.) Ὅτι δημοτικὸν τὸ, νῦν μὲν δαινύμενοι κατακείετε οἴκαδ' ἰόντες. ἠῶθεν δὲ,

γέροντας ἐπὶ πλέονας καλέσαντες, τό δέ τι ποιήσομεν. (ῃερς. 190.) οἷον καὶ τὸ,

ξεῖνον ἐνὶ μεγάροις ξεινίσομεν. ὃ καὶ αὐτὸ ἐτυμολογία ἐστίν. Ἀλκίνοος δὲ τοῦτο

φησίν. οὐ δημοκρατίαν τοσοῦτον δηλῶν ὅσον ἀριστοκρατίαν, εἰ γέροντας τοὺς

ἐντίμους νοήσει τις. (ῃερς. 191.) Ὅτι φιλοξενίας λόγος καὶ τὸ, ἔπειτα δὲ καὶ περὶ

πομπῆς μνησόμεθα. ὡς ὁ ξεῖνος ἄνευθε πόνου καὶ ἀνίης, πομπῇ ὑφ' ἡμετέρῃ ἣν

πατρίδα γαῖαν ἵκηται χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐστί. μή δέ τι

μεσσηγύς γε κακὸν (ῃερς. 195.) καὶ πῆμα πάθῃσι, πρίν γε τὸν, ἧς γαίης ἐπιβήμεναι.

ἔνθα δ' ἔπειτα πείσεται ἃ μέλλει παθεῖν. Καὶ ὅρα οἷα 1.272 ἡ Φαιακικὴ πομπὴ τῶν

ξένων. ἄνευ δηλαδὴ πόνου καὶ ἀνίας. ἃ εἰ καὶ ἔχουσιν οἱ ἄλλοι ναυτικοὶ, οὐ μὴν καὶ

οἱ Φαίακες. Τὸ δὲ κακὸν καὶ πῆμα, ἐν ἄλλοις πολλαχοῦ δίχα συνδέσμου κακὸν πῆμα

λέγεται. (ῃερς. 197.) Ὅτι ἐν τῷ, ἅσσά οἱ αἶσα κατακλῶθές τε βαρεῖαι, γεινομένῳ

νήσαντο λίνῳ ὅτε μιν τέκε μήτηρ, τοὺς παρὰ τοῖς ὕστερον γενεθλιακοὺς ἔοικε

παραλαλεῖν ὁ ποιητής. Τὸ δὲ κλῶθες ἢ κατακλῶθες, μεταπλασμὸν ἔπαθεν ἐκ τοῦ, αἱ

κλωθοί. οὗ εὐθεῖα ἡ κλωθώ. δηλοῖ δὲ τὰς Μοίρας, παρονομασθείσας ἀπὸ μιᾶς αὐτῶν

τῆς Κλωθοῦς. καὶ οὕτω μέν τινες. ἴσως δὲ μᾶλλον, οὐχ' ἁπλῶς Μοῖραι αἱ

κατακλῶθες. ἀλλὰ αἶσα μὲν, ἡ ἁπλῶς μοῖρα. κατακλῶθες δὲ, αἱ μὴ εὐτυχεῖς. διὸ καὶ

βαρεῖαι λέγονται, οὐ μὴν ὄλβιοι κατὰ τὸ, ὄλβον ἐπικλώσειε γαμέοντί τε γεινομένῳ

τε. ἐτυμολογία δὲ τοῦ (ῃερς. 198.) κατακλῶθες, τὸ, νήσαντο λίνῳ ὅ ἐστιν ἐπέκλωσαν.

γράφεται δὲ τὸ, κατακλῶθές τε βαρεῖαι, καὶ κατακλώθησι βαρεῖα, αἶσα δηλαδὴ, κατά

τινα τῶν ἀντιγράφων. οὐ μέντοι καλῶς. ἔχει δέ τι καὶ ἀστεῖον κατὰ τροπὴν τὸ

βαρεῖαι. οὐ γάρ ἐστι κλωθῆναι ὡς ἐπὶ πολὺ λίνον, μὴ βρίθον κάτω, καὶ μάλιστα τὸ ἐν

ἀτράκτοις. Λίνον δὲ μοιρῶν συμβολικῶς, αἱ τῶν πραγμάτων στροφαὶ καὶ τὰ ἐν βίῳ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

309

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!