18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

(ῃερς. 226.) Τὸ δὲ δηϊόῳεν, ἐπίτηδες χασμᾶσαι τῇ τῶν φωνηέντων ἐπαλληλίᾳ. ἵνα τῇ

ἀργίᾳ τῆς ἐκφωνήσεως, δηλώσῃ παράτασιν ἀναιρέσεως. Τὸ δὲ ὀφθαλμοῖσιν ὁρῷτο,

πρὸς ἀσφάλειαν λόγου ἐγράφη. οὐ γάρ ἐστι πενθεῖν ἢ χολοῦσθαι τοσοῦτον, εἰ μή τις

καὶ ὀφθαλμοῖς ὁρᾷ τὸν σφαττόμενον. διὸ καλῶς εἴρηται τὸ, τῶν δὲ πραχθέντων, τὰ

μὲν ἄλγιστ' ἄπεστιν, ἡ γὰρ ὄψις οὐ πάρα. ᾧ σύμφωνον καὶ παρὰ τοῖς πολλοῖς, τὸ μὴ

πονεῖν τὴν καρδίαν ἐπὶ πράξεσιν αἷς μὴ ἐπέβαλον ὀφθαλμοί. (ῃερς. 227.) Φάρμακα δὲ

μητιόεντα, ἢ τὰ κατὰ σύνεσιν εὑρημένα. ἢ τὰ δραστικὰ καὶ ὡς εἰπεῖν μέρμερα.

τουτέστι, βουλῆς δεόμενα εἰς ἀποφυγήν. (ῃερς. 228.) Τὸ δὲ ἐσθλὰ, διὰ σαφήνειαν

κεῖται. ἵνα φάρμακα νοοῖντο ταῦτα, ὡς εἰς μόνον καλόν. οὐ μὴν κατὰ τὰ ἐφεξῆς. ἐν

οἷς, πολλὰ μὲν ἐσθλὰ πολλὰ δὲ λυγρά. Πολύδαμνα δὲ, ἢ κατὰ γένος οὐδέτερον

ἐπιθετικῶς τὰ πολλοὺς δαμάζοντα φάρμακα. ἢ κύριον γυναικὸς Αἰγυπτίας ἡ

Πολύδαμνα ὡς ἡ Μήθυμνα, καθὰ καὶ Εὐφορίων φησί. βλαψίφρονα φάρμακα ὅσσ'

ἐδάη Πολύδαμνα, κυταῒς ὅσα Μήδεια τουτέστι φάρμακα, ὧν ἴδρις ἦν ἡ Αἰγυπτία

Πολύδαμνα, καὶ Μήδεια ἡ ἐκ Κυταίας πόλεως, ἧς καὶ Λυκόφρων μέμνηται. Ἰστέον δὲ

ὅτι κατὰ Ἀῤῥιανὸν, ἐφαρμάκου μὲν οἶνον καὶ ἡ παρ' αὐτῷ Κροκοδίκη, οὐκ ἐφ'

ὁμοίοις δέ. φησὶ γὰρ ἐκεῖνος ὅτι ἡ φαρμακὶς Κροκοδίκη οἶνον νέμουσα κατὰ τέλη τῇ

τοῦ πατρὸς στρατιᾷ, ἐμβάλλει εἰς τοὺς κρατῆρας ῥίζας, λήθης καὶ ὕπνου φάρμακα. οἱ

δὲ, ἔκειντο ἡμιθανεῖς ὑπὸ τοῦ πόματος. καὶ ἐφθάρησαν ὑπὸ τῶν πολεμίων δι' ἔρωτα

Πριηνέως νεανίου. ἔοικε δὲ μᾶλλον τῷ τῆς Ἑλένης κρατῆρι, τὸ παρὰ τοῖς μεθ'

Ὅμηρον γρηγόρσιον. ἐπειδὴ καὶ νηφάλιοι θυσίαι ἦσαν ἐν αἷς οἶνος οὐκ ἐσπένδετό

φασιν ἀλλ' ὕδωρ μελίκρατον. μάλιστα δὲ ὁμοιότερον πρὸς τὸν ῥηθέντα Ὁμηρικὸν

κρατῆρα, τὸ παρὰ Αἰλίῳ ∆ιονυσίῳ παυσινύσταλον εἴτε βρῶμα φησὶν εἴτ' ἄλλο

τοιοῦτον. Τὸ δὲ παυσινύσταλον, ὅμοιόν φασι τῷ, ἐγρηγόρσιον. ὃ δηλοῖ τὸ ποιοῦν

ἐγρηγορέναι καὶ ὡς εἰπεῖν, νηφάλιον. Τοῦ δὲ Θῶνος εὐθεῖα, ἢ Θόων Θόωνος κατὰ

τοὺς παλαιοὺς καὶ ἐν συγκοπῇ Θῶνος, ἢ μᾶλλον Θῶνις Θώνιος καὶ κατὰ συγκοπὴν

Θῶνος. φασὶ δὲ αὐτὸν, βασιλέα εἶναι τοῦ κατὰ Κάνωβον Νειλῴου στόματος, εὑρετὴν

ἰατρικῆς παρ' Αἰγυπτίοις. καὶ πρὶν μὲν ἰδεῖν τὴν Ἑλένην, φιλοτίμως διακεῖσθαι πρὸς

Μενέλαον. ἰδόντα δὲ καὶ περιεργασάμενον, 1.162 κατεπιχειρῆσαι αὐτῆς πρὸς βίαν.

καὶ τὸν Μενέλαον γνόντα, ἀνελεῖν αὐτόν. ἀφ' οὗ καὶ πόλιν Θῶνιν ὀνομασθῆναι. καὶ

τὸν παρ' Αἰγυπτίοις δὲ πρῶτον μῆνα τὸν θὼθ', ἀπ' αὐτοῦ κληθῆναι. Αἰλιανὸς δὲ

ἱστορεῖ παραθήκην γενέσθαι Θώνιδι, τὴν Ἑλένην πρὸς Μενελάου, ἀνιόντος εἰς

Αἰθίοπας. καὶ ὡς ἠράσθη αὐτῆς ὁ Θῶνις. καὶ ὡς ἐζήλωσεν ἡ Πολυδάμα ἢ Πολύδαμνα,

καθ' ἑτέρους. καὶ ὡς ἐξέθετο τὴν Ἑλένην εἰς φάρον οἴκτῳ καὶ ζήλῳ. δοῦσα καὶ

βοτάνην ἐχθρὰν τοῖς ἐκεῖ πολλοῖς ὄφεσιν ἢ φυτευθεῖσα καὶ βλαστήσασα, Ἑλένιον

ἐκλήθη. ὁ δὲ γεωγράφος λέγει ὅτι περὶ τὸν Κανωβικὸν πλοῦν, Θῶνις ποτέ τις ἦν

πόλις, ἐπώνυμος βασιλέως δεξαμένου Μενέλαον καὶ Ἑλένην. Ἡρόδοτος δὲ ἱστορεῖ

ὅτι Θῶνις, φύλαξ ἦν τοῦ Κανωβικοῦ στόματος. ὃς καὶ ἀνήνεγκεν εἰς Πρωτέα τὴν

ἀδικίαν τοῦ Ἀλεξάνδρου ὅτε καὶ ἀφῃρέθη τὴν Ἑλένην. ἀρέσκεται γὰρ Ἡρόδοτος, μὴ

εἶναι τὴν Ἑλένην ἐν τῇ Τροίᾳ, ὡς καὶ ἐν ἄλλοιςεἴρηται. ὁ δ' αὐτὸς λέγει καὶ ὅτι ἐν

τῷ ῥηθέντι Κανωβικῷ στόματι, ἱερόν ἐστιν Ἡρακλέος, εἰς ὃ εἴ τις καταφυγὼν

ἐπιβάληται στίγματα ἱερὰ δοὺς αὑτὸν τῷ θεῷ, οὐκ ἔστι τούτου ἅψασθαι. ὁ δὲ

Πρωτεὺς τίς ἐστιν, ἐν τοῖς ἐφεξῆς ῥηθήσεται. (ῃερς. 229.) Τὸ δὲ Αἰγυπτίη, ἢ κατὰ

δοτικὴν νοητέον ἵνα λέγῃ ὅτι ἐν τῇ Αἰγυπτίᾳ χώρᾳ ἔνθα πλεῖστα φάρμακα. ἢ κατὰ

ὀρθὴν καὶ εὐθεῖαν. ἵνα ᾖ Θῶνος παράκοιτις ἡ ἐξ Αἰγύπτου, ᾗ πλεῖστα γῆ ἐδίδου

φάρμακα ὡς περὶ αὐτὰ ἠσχολημένη. (ῃερς. 230.) Τὰ δὲ τοιαῦτα φάρμακα, μέσος

εἴρηται, διὸ καὶ ἐπήγαγε. πολλὰ μὲν ἐσθλὰ πολλὰ δὲ λυγρά. Σημείωσαι δὲ ὅτι τὸ,

φάρμακα ἔχειν πολλὰ μὲν ἐσθλὰ μεμιγμένα, πολλὰ δὲ λυγρὰ, καὶ περὶ ἀνθρώπου

λεχθείη ἂν ἔκ τε ἀγαθῶν τινων συγκροτουμένου, καὶ εἰς ἐναντία δὲ ἀποκλίνοντος.

(ῃερς. 231.) Τὸ δὲ ἰητρὸς δὲ ἕκαστος καὶ ἑξῆς, ἐγκώμιον τῶν Αἰγυπτίων ὡς τοιούτων

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

184

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!