18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

οἰχνῶ ἵκω ἱκνῶ. Ἄγκεα δὲ τόποι ὀρεινοὶ ἀνακείμενοι ὅ ἐστι χθαμαλοί. ταπεινοί. καὶ

ὡς οἱ παλαιοὶ φασὶ, φάραγγες. κοίλοι τόποι. κλίματα ὁρῶν. ἐν οἷς ὑγρότητος

συλλειβομένης, πόαι φύονται εἰς λέχος εἴ τις ἐπ' αὐτῶν ἀνάκειται. ἀφ' ἧς ἐννοίας,

καὶ λεχεποίης ποταμὸς, οὗ, εἰς λέχος ἡ ποίη σχεδιασθήσεται τῷ ἀνακεισομένῳ. Καὶ

ὅρα τὸ κλίματα ὁρῶν, οὗ πρὸς ὁμοιότητα γέγονε καὶ τὰ ἄγκεα. κεκλίσθαι γὰρ καὶ

ἀνακεῖσθαι, ταὐτά. ἐξ ὧν τὰ κλίματα καὶ τὰ ἄγκεα. ἐκ τοῦ ἀνακεῖσθαι γὰρ τὸ ἄγκος

συγκέκοπται. (ῃερς. 338.) Εὐνὴ δὲ ἐλάφου, ἡ διατριβὴ καὶ ὡς εἰπεῖν, κοίτη. ὅθεν καὶ

θῆρες ὑληκοῖται. (ῃερς. 342.) Ὅτι εὔχεται Μενέλαος, τοιοῦτον τὸν Ὀδυσσέα

ἐπανελθεῖν, οἷός ποτε ἐν Λέσβῳ ἐξ ἔριδος Φιλομηλείδῃ ἐπάλαισεν ἀναστάς. (ῃερς.

344.) Κάδ δ' ἔβαλλεν ἤτοι κατέῤῥιψε, κρατερῶς καὶ οὐκ ἐκ μηχανῆς. κεχάροντο δὲ

πάντες Ἀχαιοί. (ῃερς. 346.) Καὶ λέγει ὁ αὐτὸς Μενέλαος ὡς καὶ πρὸ τούτων ἕτερός

τις, ὡς εἰ τοιοῦτος ἐλθὼν μνηστῆρσιν ὁμιλήσειε Ὀδυσσεὺς, πάντες ἂν ὠκύμοροι καὶ

πικρόγαμοι γένωνται. Φιλομηλείδην δὲ, οἱ μὲν τὸν Πάτροκλον ἤκουσαν

πατρωνυμικῶς, οἷα Φιλομήλας υἱόν. οἷς οὐ μόνον ἡ γραφὴ ἐναντιοῦται, πῶς γὰρ διὰ

διφθόγγου ἔσται ἡ παρατέλευτος; ἀλλὰ καὶ ὁ πατρωνυμικὸς τύπος. οὐ γὰρ εἴωθε

σχηματίζειν πατρωνυμίαν ὁ ποιητὴς ἐκ μητέρων, ἀλλ' ἐκ πατέρων. ὡς τὸ καίριον

τῆς γενέσεως ἀνατιθεὶς τῷ πατρὶ διὰ τοῦ τοιούτου πατρωνυμικοῦ σχηματισμοῦ,

μυστικῶς καὶ σιωπηρῶς κατὰ τὸν παρὰ γραμματικοῖς συλλογισμόν. ὅπερ Εὐριπίδης

ἐκλαλῆσαι θελήσας καὶ τὴν Ὁμηρικὴν σκιαγραφίαν ἐκφανέστερον χρῶσαι ἐν οἷς

φησὶν, ἄνευ δὲ πατρὸς τέκνον οὐκ ἂν γένοιτ' ἂν, περιεσυρίχθη θεατρικῶς. ἀκούσας

τὸ ᾀδόμενον τὸ, ἄνευ δὲ μητρὸς, ὦ κάθαρμ' Εὐριπίδη, καὶ ἔμαθεν οὕτως ἐκεῖνος, ἐᾶν

τὰ Ὁμήρου κατὰ χώραν κεῖσθαι. ὅπερ οὖν ἔφαμεν, οὔτε σχηματίζει ὁ ποιητὴς ἐκ

μητέρων, καὶ εἴπερ δὲ ἴσως ἐξ ἔριδος παλαίσας Ὀδυσσεὺς κατέβαλε τὸν Πάτροκλον,

οὐκ ἂν ἐχάρισαν Ἀχαιοὶ πεσόντος τοῦ Ἐνηέος. ὃςκατὰ τὸν ποιητὴν, πᾶσιν ἠπίστατο

μείλιχος εἶναι. φασὶν οὖν οἱ ἀκριβέστεροι Λέσβου βασιλέα τὸν Φιλομηλείδην. ὃς

τοὺς παριόντας εἰς πάλην προσκαλούμενος, ἐποίει τὸ αὐτὸ καὶ εἰς τοὺς Ἀχαιοὺς ἐκεῖ

προσορμισθέντας. καὶ ὡς μὲν κατεπαλαίσθη, Ὅμηρος ἐνταῦθα ἱστορεῖ. ἕτεροι δέ

φασι, καὶ Ὀδυσσεὺς καὶ ∆ιομήδης δόλῳ ἀνελόντες αὐτὸν, καταγώγιον ξένων τὸν

αὐτοῦ τάφον ἐποίησαν. προφέρεται δὲ ἡ τούτου παραλήγουσα διὰ διφθόγγου, ἴσως

ἀπὸ τοῦ Φιλομηλεὺς, ὡς καὶ τὸ Ἀριστείδης κύριον καὶ τὸ Βασιλείδης, ἐκ τοῦ ἀριστεὺς

καὶ βασιλεύς. (ῃερς. 344.) Τὸ δὲ κεχάροντο πάντες Ἀχαιοὶ, τὴν τῶν 1.169 ἀγώνωˉν

φύσιν δηλοῖ. ἐν οἷς οἱ φυλέται καὶ ἄλλως οἰκεῖοι, χαίρουσι τὸ κλέος ἐξιδιούμενοι

τοῦ νικήσαντος. (ῃερς. 345.) Τὸ δὲ ὁμιλεῖν ὅτι οὐ μόνον φιλικὴ λέξις ἀλλὰ καὶ

πολεμικὴ ὡς ἐνταῦθα, πολλαχοῦ δεδήλωται. (ῃερς. 348.) Ὅτι ἐν τῷ, οὐκ ἂν ἔγωγε

ἄλλα παρὲξ εἴποιμι παρακλιδὸν οὐδ' ἀπατήσω, παρακλιδὸν λέγει τὸ

παρατετραμμένως καὶ κατ' ἔκκλισιν τοῦ ἀληθοῦς, ἐκ τοῦ παρακλίνω. καθὰ ἐκ τοῦ

διακρίνειν καὶ νοσφίζειν, τὸ διακριδὸν γίνεται καὶ νοσφιδόν. καὶ ἔστι ταὐτὰ τὸ

παρὲξ εἰπεῖν καὶ τὸ παρακλιδὸν εἰπεῖν καὶ τὸ ἀπατῆσαι. εἴρηται δὲ ἀλλαχοῦ ἱκανῶς

περὶ τοῦ παρέξ. νῦν δὲ εἰπεῖν ἀρκεῖ, ὅτι ποτὲ μὲν τοπικῶς νοεῖται ὡς ἐν τῷ, παρὲξ

ἅλα. ποτὲ δὲ, κατά τινα ποιότητα, ὡς ἐνταῦθα καὶ ἐν τῷ, παρὲκ νόον ἤγαγε. δηλοῖ δὲ

καὶ νῦν τὸ παρὲξ, ἐγγύτητα μὲν, διὰ τῆς παρˉα προθέσεως. διάστασιν δὲ, διὰ τοῦ ˉεξ.

καὶ ἔστι παρὲξ μὲν εἰπεῖν, τὸ ἔξω μὲν ἀληθείας, ἐγγὺς δὲ ὅμως αὐτῆς πιθανότητι.

ὁποῖόν τι καὶ τὸ παρακλιδόν. δι' οὗ δηλοῦται τὸ ἐκκλίνειν μέν τινα τὸ ἀληθὲς,

παραλαλεῖν δὲ ὅμως αὐτὸ πιθανολογικῶς. ὅμοιον δέ τι καὶ τὸ ἀπατᾶν. ὅπέρ ἐστι

κυρίως, τοῦ πάτου ἤτοι τῆς τρίβου παρατρέπειν τὸν ὁδεύοντα. μὴ παρὲξ δὲ μὴ δὲ

παρακλιδὸν εἰπεῖν μηδὲ ἀπατῆσαι, τὸ μὴ πιθανολογῆσαι μὴ δὲ παρεκκλίναι τοῦ

ἀληθοῦς, μὴ δὲ ἀπαγαγεῖν τῆς ὀρθῆς. Ἰστέον δὲ καὶ ὅτι οἱ γράφοντες τὸ παρακλιδὸν

διὰ τοῦ ˉη ὡς ἐπίῤῥημα ἐκ τοῦ ῥηθέντος κλῄζω ἢ ὡς ὄνομα ἵνα ᾖ κατὰ κουφισμὸν

ἤτοι ἔκθλιψιν παρὰ τὴν κληδόνα, οὐκ εὐοδοῦνται οὔτε κατὰ μέτρον οὔτε κατὰ νοῦν.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

192

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!