18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἀσκητοῦ μεμνημένος τοῦ καθ' Ἡσίοδον, οὔτε καυσίας. ἥτις κατὰ τὸν Παυσανίαν

πῖλος ἦν πλατὺς, ὃν οἱ Μακεδονικοί φησι βασιλεῖς ἐφόρουν λευκὸν αὐτῷ διάδημα

περιειλοῦντες. οὔτε ἄλλου περὶ τὴν κεφαλὴν καλύμματος. ἀλλὰ καὶ τὸν Ὀδυσσέα ἐν

τοῖς ἑξῆς εἰς φαλάκρωσιν κωμῳδοῦσιν οἱ μνηστῆρες, ὡς ἐκκειμένης τῆς αὐτοῦ

φαλάκρας εἰς θέαν διὰ τὸ τῆς κεφαλῆς δηλαδὴ ἀκατακάλυπτον. οὐ μόνον δὲ ἔθη

Ἑλληνικὰ τοῖς ἐκεῖ ἐπεπόλασαν, ἀλλὰ καὶ λέξεις Ἑλληνικαὶ πολλαὶ καὶ μάλιστα

∆ώριοι ἐναπέμειναν. εἰ καὶ χρόνῳ ὕστερον ἀπηχρειώθησαν τὰ Ἑλληνικὰ ὀνόματα

παράκοπα γεγονότα καὶ βάρβαρα. ὡς καὶ περὶ τούτου αὐτοῦ πραγματεῖαι ἀκριβεῖς

τισὶ τῶν παλαιῶν ἐκπεπόνηνται. τὸ μέντοι τῶν γυναικῶν ἑλκεσίπεπλον, αἷς ὁ

πέπλος ἐν τῷ βαδίζειν ἐφέλκεται διὰ τὸ βαθὺ τοῦ ἱματισμοῦ, εἴη ἂν κλῆρος τοῖς

Ἰταλοῖς ἐκ τοῦ Τρωϊκοῦ Αἰνείου. Ἑλληνὶς γὰρ γυνὴ, οὔτε βαθύπεπλος, οὔτε

ἑλκεσίπεπλος παρ' Ὁμήρῳ εὕρηται. εἰς δὲ τὸ περὶ δεξιᾶς καὶ τὸ κατ' αὐτὴν σέμνωμα,

συντελεῖ τι καὶ ὁ γράψας ὅτι καὶ τὸ δέξασθαι, παρὰ τὴν δεξιὰν ἐλέχθη. φησὶ γὰρ ὅτι

λαβεῖν μὲν, τὸ ἀνελέσθαί τι μὴ διδόντος τινός. οἷον. ἀλλὰ σύ γ' ἐν χερσὶ λάβ' αἰγίδα

θυσανόεσσαν, δέξασθαι δὲ, τὸ παρά τινος προτεινομένου χειρίσασθαι. καὶ

ἐσχημάτισταί φησι, παρὰ τὴν δεξιάν. οἷον. Θέμιστι δὲ καλλιπαρῄῳ δέκτο δέπας. ὃ δὴ

καὶ προπόσεως ἴδιον. ἣν ἱστορεῖ Ὅμηρος ἐν ἄλλοις τὲ καὶ ἐν τοῖς περὶ Ἀρήτης καὶ

Ὀδυσσέως.(ῃερς. 123.) Ὅτι ἔθος ἦν ἐπιφωνεῖν τοῖς ξενιζομένοις τὸ, χαῖρε ξεῖνε. ἐξ

αὐτοῦ δὲ λαβὸν τὴν ἀρχὴν τὸ χαῖρε, προεγράφετο καὶ τῶν ἐπιστολῶν παρὰ τοῖς

ὕστερον. οἷον. ὁ δεῖνα τῷ δεῖνι, χαίρειν. Ξένος δὲ ἀεὶ παρὰ τῷ ποιητῇ, ὁ ἀπὸ ξενίας

φιλιωθείς. ὅτι δὲ καὶ ὁ ποιῶν τὴν ξενίαν καὶ ὁ πάσχων αὐτὴν, ξένοι ἀλλήλοις

ἐλέγοντο, δηλοῦσι σαφῶς οἱ παλαιοί. Ὅτι τὸ φιλεῖν παρὰ τῷ ποιητῇ, καὶ ἐπὶ

ξενοδοχικῆς φιλοφροσύνης τίθεται. οἷον. χαῖρε ξεῖνε, παρ' ἄμμι φιλήσεαι. ἀντὶ τοῦ

ξενοδοχηθήσῃ φιλικῶς. τοιοῦτον καὶ τὸ, χρὴ ξεῖνον παρεόντα φιλεῖν. (ῃερς. 124.)

Ὅτι δεῖπνον ἐνταῦθα, φανερῶς τὸ πρωϊνόν φησιν ἔμβρωμα ἐν τῷ, δείπνου

πασσάμενος. διαφέρει δὲ τὸ πάσασθαι τοῦ πάσσειν. τοῦτο μὲν 1.32 γὰρ, ἀντὶ τοῦ

γεύσασθαι. ὅθεν καὶ ἄπαστος ὁ ἄγευστος. πάσσειν δὲ, τό, τε ποικίλλειν ὅθεν καὶ ἡ

παστὰς, καὶ τὸ ἐπιτιθέναι ἅλας πρὸς ταριχείαν. ἀφ' οὗ καὶ τὰ παστὰ καὶ ἐπίπαστα.

περὶ ὧν ἐν τοῖς εἰς τὴν Ἰλιάδα εἴρηται. Ὅτι οὐκ ἀναμένει καιροῦ τριβὴν ὁ

Τηλέμαχος, ἀλλὰ ἐθέλει πολυπραγμονῆσαι τὰ κατὰ τὸν ξένον ἅμα τῷ πάσασθαι

δείπνου ἐκεῖνον. εὑρεθήσεται δὲ τοιαῦτα καὶ ἐν τοῖς ἑξῆς. εἰ δέ που ἐννέα ἐτρίβοντο

ἡμέραι ταῖς ξενικαῖς ἐρωτήσεσιν, ἀλλ' ἐκεῖνα οὐ τοιαῦτα, ὡς ἐν Ἰλιάδι φαίνεται,

ὅπου ἐννῆμαρ ξεινίσας ὁ Ἰοβάτης τὸν σεμνὸν Βελλεροφόντην, τῇ δεκάτῃ μετὰ

ξενίαν ἤρετο. εἰς ὃ γράφει ὁ Ἀθήναιος τὸ, δοκεῖ γὰρ ἔχειν τι πρὸς φιλοσοφίαν ὁ

οἶνος ἑλκυστικὸν, παραθερμαίνων τὴν ψυχὴν καὶ διαχέων. (ῃερς. 125.) Ὅτι ἐν τῷ,

ὣς εἰπὼν ἡγεῖτο ἥ δ' ἕσπετο, τὸ ἡγεῖτο, ἀντὶ τοῦ, ἡγεμόνευε. προεπορεύετο. τὸ δὲ

ἡγεῖσθαι ἀντὶ τοῦ νομίζειν, σπάνιον παρὰ τοῖς παλαιοῖς. λέγεται δὲ ἐκεῖθεν καὶ

ἀφηγεῖσθαι ὁδοῦ, τὸ προάρχειν. καὶ ἐξηγεῖσθαι. ἐν δὲ ῥητορικῷ λεξικῷ, ἡγεῖσθαι, καὶ

ἐπὶ γάμου πομπῆς. καὶ προηγητήρ φασιν ἀπ' αὐτοῦ, καὶ προηγητὴς παρ' Ἀττικοῖς, ὁ

τοῦ ζεύγους ἡγούμενος ἐν τοῖς γάμοις. ἐλέγετο δέ φασι καὶ ἡγήτρια παλάθη τις, ἡ

πρώτη πεμπομένη ἐν ταῖς πομπαῖς. παλάθη δὲ κυρίως ἐλέγετο, ἡ τῶν σύκων ἤτοι

τῶν ἰσχάδων ἐπισύνθεσις. (ῃερς. 128.) Ὅτι δουροδόκη ἐστὶ, θήκη δοράτων

κιονοειδής. ἢ μάλιστα, εἰς κίονα ἐγγεγλυμμένη, ἐν ᾗ πρὸς ὀρθότητα τὰ δόρατα

ἵσταντο. φησὶ γοῦν ὅτι ἔγχος φέρων ἔστησε πρὸς κίονα μακρὴν, δουροδόκης ἔντοθεν

ἐϋξόου. κατὰ δὲ ὁμοιότητα ταύτης τῆς λέξεως, τὴν ξυροδόκην εἶπεν ὁ κωμικός.

γίνεται δὲ, ἀπὸ τοῦ δέκω ῥήματος Ἰωνικοῦ, ἐξ οὗ καὶ ὁ πανδοκεύς. αἱ δὲ λέξεις, καὶ

Ἀττικαί εἰσι διὰ τὴν πρὸς τοὺς Ἴωνας τῶν Ἀθηναίων συγγένειαν. Ἀττικαγοῦν, ἡ

ξυροδόκη. καὶ ἡ πανδοκεύτρια. καὶ τὰ τοιαῦτα. (ῃερς. 129.) Ἰστέον δὲ ὅτι καὶ ἐν τῷ

βιβλίῳ τούτῳ ἐπὶ ἀψύχων μὲν, τὸ φέρειν τίθησιν. ἐπὶ ἐμψύχων δὲ, τὸ ἄγειν. οἷον.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

36

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!