18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

δὲ ἢ περίφρασις τοῦ ὑδρεύειν εἴτουν ὑδρεύεσθαι τὸ, ὕδωρ προτὶ ἄστυ φέρεσκον.

(ῃερς. 106.) Ὁ δὲ Ἀντιφάτης καὶ Ἀντιφατεὺς ἐνταῦθα κεῖται ὁμοίως τῷ Γηρυόνης καὶ

Γηρυονεύς.οὕτω δὲ καὶ Τυφῶν καὶ Τυφῶς καὶ Τυφωεύς. τοῦτο δὲ καὶ πλείους ἔχει

κλίσεις. ἔστι γὰρ καὶ Τυφῶν Τυφῶνος, ἔτι δὲ καὶ Τυφάων Τυφάονος, ὡς δηλοῖ καὶ

πραὰ Ὀππιανῷ τὸ Τυφαονίων ἀλαλητῶν. (ῃερς. 107.) Τὸ δὲ κατεβήσετο γράφεται

μὲν παρά τισι καὶ κατεβήσατο. κλίνεται δὲ ὡς παθητικὸς παρατατικός. οἷα τοῦ

καταβήσω μέλλοντος ἀναδραμόντος εἰς ἐνεστῶτα. (ῃερς. 108.) Ἀρτακία δὲ παρ'

Ὁμήρῳ μὲν πηγὴ περὶ Λαιστρυγόνας, ἴσως μὲν ἱστορικῶς περιφερομένη, τυχὸν δὲ

καὶ πεπλασμένη διὰ τὸ ἀένναον, παρὰ τὸ ἄρτι κίειν ὅ ἐστιν ἀναδίδοσθαι καὶ προιέναι

ἢ ἀνακηκίειν, πρὸς ὁμοιότητα τοῦ, αἰεὶ νέον ἐρχομενάων. Ἡρόδοτος δὲ καὶ πόλιν

οἶδεν Ἀσιανὴν Ἀρτακίαν, ὡς δηλοῖ ἐν τῷ,ἄνδρα Κυζικηνὸν ἐξ Ἀρτακίης πόλεως.

(ῃερς. 110.) Τὸ δὲ ὅστις τῶνδε βασιλεὺς καὶ τοῖσιν ἀνάσσει, ἐκ παραλλήλου κατὰ

μίαν ἔννοιαν κεῖται. εἴη δὲ ἂν ὁ ἐνταῦθα βασιλεὺς τυραννικὸς διὰ τὸ ἄγριον, εἰ καὶ

μὴ οἶδε τὴν τοῦ τυράννου λέξιν ὁ ποιητής. (ῃερς. 111.) Ὅρα δὲ καὶ τὸ ὑψερεφὲς

ἐνταῦθα ὡς καὶ ἀλλαχοῦ συστέλλον τὴν προπαραλήγουσαν. (ῃερς. 112.) Τὸ δὲ

γυναῖκα ὅτι οὐ τὴν κατὰ φύσιν λέγει ἀλλὰ τὴν ὕπανδρον, δηλοῖ τὸ, ἡ δὲ ἐκάλει ὃν

πόσιν. (ῃερς. 113.) Τὸ δὲ ἔστυγον αὐτὴν ἀντὶ τοῦ, ἔφριξαν, κατὰ τὸ, στυγέει δὲ καὶ

ἄλλος, ἤγουν φρίξει. ὅθεν καὶ στὺξ φρικτὴ πηγὴ ἡ ἐν Ἅιδου. ἀφ' ἧς οἷα φρικτῆς οὐ

μόνον ὁ στυγητὸς παρῆκται καὶ ὁ στυγερὸς τὰ κοινὰ, ἀλλὰ καὶ ὁ στύγαξ. Εὐκράτης

γοῦν φασὶ στρατηγὸς Ἀθηναίων στύγαξ ἐπεκαλεῖτο διὰ τὸ στυγεῖσθαι ὡς δωροδόκος

καὶ προδότης, διὸ καὶ κακῶς ὤλετο ἢ ἀναιρεθεὶς ἢ πιὼν κώνειον. Ἰστέον δὲ ὅτι

πάλαι μὲν φρίκην ῥιγεδανὴν ἐδήλου τὸ στυγεῖν, οἱ δὲ ὕστερον καὶ ἀντὶ τοῦ μισεῖν

αὐτὸ λαμβάνουσι διὰ τὸ ἐπακολουθοῦν μῖσος τοῖς στυγουμένοις. αὐτὸ δέ γε τὸ

μισεῖν κοινότερον ἐπὶ τοῦ ἐχθραίνειν τεθὲν ἡ κωμικὴ σεμνότης ἐπὶ μίξεων ἔθετο

ἀσέμνων. Ἀριστοφάνης γοῦν μισητέαν ἐπὶ κατωφερείας ἔφη ἤγουν ῥοπῆς ἀσχέτου

τῆς περὶ μίξεις. ἄλλοι δὲ μισήτην βαρυτόνως πρὸς διαστολὴν τῆς ὀξυτονουμένης

τὴν κοινὴν καὶ ῥᾳδίαν, λέγοντες καὶ χρῆσιν αὐτῆς εἶναι παρὰ Κρατίνῳ καὶ Σώφρονι.

χρᾶται δὲ αὐτῇ καὶ παροιμία ἐν τῷ, περὶ σφυρὸν παχεῖα μισήτη γυνή. καὶ ταῦτα μὲν

τοιαῦτα. (ῃερς. 114.) ἐν δὲ τῷ, ἐξ ἀγορᾶς ἐκάλει, σημείωσαι ψεκτὴν ἀγορὰν τὴν τῶν

ἀνθρωποφάγων Λαιστρυγόνων, οὐ μὴν ἐπαινετὴν κατὰ τὴν παρὰ τοῖς Φαίαξιν.

(ῃερς. 108.) Ὅτι δὲ Ἀρτακίη ἐκαλεῖτο ἡ ῥηθεῖσα πηγὴ καὶ ὅτι Ἀντιφατεὺς εἴτε καὶ

Ἀντιφάτηὁ ἐνταῦθα βασιλεὺς, ἐκ τῆς Κίρκης εἴτε καὶ ὕστερον ἐκ τῆς Καλυψοῦς,

ἔοικε μαθὼν εἰδέναι ὁ Ὀδυσσεύς. οἴδασι γὰρ ἐκεῖναι τὰ κατὰ τὸν Ὀδυσσέα. διὸ

Καλυψὼ μὲν ἔφη τῷ Ὀδυσσεῖ τὰ κατὰ τὸν Ἥλιονὅτε διὰ τὰς βοῦς ἐχολοῦτο καθὰ ἐν

τοῖς ἑξῆς ῥηθήσεται. ἡ δὲ Κίρκη ἐρεῖ τῷ Ὀδυσσεῖ ὅτι οἶδε καὶ αὐτὴ ὅσα ἐν πόντῳ

ἐκεῖνος ἔπαθεν ἄλγεα. ἄλλως μέντοι οὐκ εἰκὸς γνωστὰ εἶναι ταῦτα τῷ Ὀδυσσεῖ. ὃς

οὐ 1.372 μόνον οὐκ οἶδε τὰ κατὰ τοὺς Κύκλωπας, ἀλλὰ καὶ μόλις ἔφυγεν ἐξ αὐτῶν.

(ῃερς. 118.) Τὸ δὲ βοὴν γενέσθαι καὶ ἄλλους ἄλλοθεν φοιτᾶν ἀΐοντας καὶ τὰ ἑξῆς

εἰκὸς προσαρμόσαι ποτὲ ἀνδρῶν ἐφόδῳ λῃστρικῇ. (ῃερς. 121.) Λίθοι δὲ ἀνδραχθεῖς οἱ

ἀνδροβαρεῖς, οἳ τοῖς ἄλλοις ἀνδράσιν ἐπαχθῆ ἂν γένοιντο φορήματα. (ῃερς. 124.) Τὸ

δὲ πείροντες ἢ ἀντὶ τοῦ νηχόμενοι καὶ οὕτω περῶντες τὸν λιμένα ἐκ τοῦ πείρω τὸ

περῶ ὡς τὸ, παννυχίη πεῖρε κέλευθον, ἢ ἀντὶ τοῦ, διαπείροντες τριαίναις ἢ τισὶν

ἑτέροις ἀπωξυμμένοις ὀργάνοις. διὸ Λυκόφρων κεστρέων δίκην αὐτούς φησιν

ἀγρευθῆναι. τινὲς δὲ γράφουσιν εἴροντες ὅ ἐστι συνείροντες κατὰ ἰχθύδια καὶ

ὁρμαθὸν ποιοῦντες ὃ καὶ αὐτὸ ῥωμαλεότητα τῶν Λαιστρυγόνων δηλοῖ. ἄλλοι δὲ

γράφουσιν, ἰχθῦς δ' ἀσπαίροντες, ἵνα λέγῃ ὅτι ὡς ἰχθῦς ἀσπαίροντας αὐτοὺς

ἐδαίνυντο. Ὅτι ἕως οἱ Λαιστρυγόνες τοὺς ἀμφὶ τὸν Ὀδυσσέα ὄλεσκον λιμένου

πολυβενθέος ἐντὸς τόφρα ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ ἀπὸ πείσματα ἔκοψε

νηός. καὶ ἐποτρύνας ἐκέλευσεν ἐμβαλεῖν κώπαις, ὡς καὶ προεῤῥέθη, ἵνα φησὶν ὑπ'

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

423

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!