18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἐρωμένῳ ἀγαθίδα μίτου τὴν καὶ ἐν Ἰλιάδι λεχθεῖσαν, ἐφ' ᾧ εἰσελθόντα τὸ σπήλαιον

ἐκδῆσαι τοῦ τῆς θύρας ζυγοῦ. καὶ ἀνελίσσοντα ἰέναι μέχρι καὶ εἰς τὸν τοῦ

λαβυρίνθου μυχόν. καὶ εἰ περιέσται τοῦ κακοῦ, ὀπίσω ἐπανελίσσοντα ἐξελθεῖν. ὡς δὲ

ἐπράχθη πάντα κατὰ νοῦν τῷ Θησεῖ, λαβὼν τὴν Ἀριάδνην καὶ τοὺς σὺν αὐτῷ

Ἀττικοὺς ἠϊθέους καὶ τὰς παρθένους, ἀποπλεῖ μέσης νυκτός. καὶ προσορμισθεὶς τῇ

∆ίᾳ, νῆσος δὲ αὕτη πρὸ τῆς Κρήτης ἱερὰ ∆ιονύσου (ῃερς. 324.) ἣ καὶ Νάξος ἐκλήθη,

ὁμιλεῖ τῇ Ἀριάδνῃ. ἐπιστᾶσα δὲ Ἀθηνᾶ κελεύει, αὐτὴν ἐάσαντα πλεῖν εἰς Ἀθήνας. ὁ

δὲ ἀναστὰς ποιεῖ οὕτω. ∆ιόνυσος δὲ καταμαρτυρήσας τῆς γυναικὸς ἀσέβειαν ἐπεὶ ἐν

τῷ αὐτῆς ἱερῷ ἐγνώσθη τῷ Θησεῖ, ἐποίησεν ἀναιρεθῆναι αὐτήν. ἔοικε δὲ ἡ γυνὴ

αἰφνιδίῳ θανάτῳ ἀπαχθῆναι τοῦ ζῆν. οὐ γὰρ ἂν οὕτω ῥᾳδίως ὁ καλὸς Θησεὺς

περιεῖδε τὴν εὐεργέτιν. καὶ δηλοῖ τὸ τοῦ θανάτου ἀνεπαίσθητον ἡ ἐπιστατοῦσα τοῖς

τοιούτοις Ἄρτεμις. φησὶ γὰρ ὁ ποιητὴς συντομώτατα ἱστορῶν οὕτως· ἥν ποτε

Θησεὺς ἐκ Κρήτης ἐς γουνὸν Ἀθηνάων ἱεράων ἦγε μὲν οὐδ' ἀπόνητο. (ῃερς. 323.)

πάρος δέ μιν Ἄρτεμις ἔκτα, ἢ ἔσχε, τουτέστιν ἐπέσχε θανάτῳ, τοῦ ἀπεπλεῦσαι, ∆ίῃ ἐν

ἀμφιρύτῃ, ∆ιονύσου μαρτυρίῃσιν, ἤγουν καταμαρτυρίαις κατηγορίαις. (ῃερς. 324.) οἱ

μέντοι νεώτεροι φασὶ τὸν ∆ιόνυσον ἐπιστάντα μετὰ τὸν Θησέως ἀπόπλουν δοῦναι

αὐτῇ στέφανον χρυσοῦν, καὶ μιγέντα παραμυθήσασθαι. τὴν δὲ Ἄρτεμιν ἀνελεῖν

αὐτὴν ὡς προδοῦσαν τὴν παρθενίαν. ὕστερον δὲ ἐν τοῖς ἄστροις τεθῆναι αὐτήν τε

καὶ τὸν ῥηθέντα στέφανον καὶ τὸν αὐτῇ ἀκολουθοῦντα κύνα. (ῃερς. 321.) Ἰστέον δὲ

ὅτι λαβύρινθος οὐ μόνον περὶ Κρήτην, ἀλλὰ καὶ ἐν ἑτέροις τόποις, καθὰ καὶ περὶ

Ναυπλίαν οἱ τῶν ἐκεῖσε Κυκλώπων τῶν καὶ ἐγχειρογαστόρων οἰκοδομητοὶ καὶ

αὐτοί. περὶ ὧν ἐδηλώθη καὶ ἀλλαχοῦ. ∆ῆλον δὲ ὅτι καὶ ὁ λαβύρινθος εἶδός τι κοιλίας

ὑπογαίου ἢ καὶ ὑπονόμου. ἡ μέντοι γοργύρα ἢ καὶ Ἰωνικῶς γοργύρη ἄλλο τι

παντελῶς παρὰ ταῦτα, ὑπόνομος μὲν καὶ αὐτὴ οὖσα, βορβορώδης δέ γε. Ὁ δὲ Μίνως

ἐκτείνει τὴν ἄρχουσαν. ὀλοόφρων δὲ ὁ τοιοῦτος. τοῖς κακούργοις δηλαδή.

ἐξεκάθῃρε γὰρ λῃστῶν τὴν θάλασσαν, οἳ καὶ φεύγοντες τοῦτον ἐκάλουν

κρησφύγετα τὰς καταγωγὰς τῆς ἐκ τοῦ τοιούτου κρητὸς φυγῆς αὐτῶν. Τὸ δὲ πρὸς

τοὺς κακοὺς ἀδυσώπητον αὐτοῦ δηλοῖ καὶ ἡ τοῦ Νίσου Σκύλλα. ἣν προδοῦσαν αὐτῷ

τὸν πατέρα ἐκεῖνος ἀνεῖλεν, ὡς ἐν τοῖς τοῦ περιηγητοῦ γέγραπται. (ῃερς. 322.) Ὅρα

δὲ καὶ ὅτι εἰ καὶ κραναὴ κατὰ τὴν ἱστορίαν ἡ Ἀττικὴ, ἀλλ' ὁ ποιητὴς γουνὸν

Ἀθηνάων λέγει, σεμνύνων αὐτὴν ὡς γόνιμον, ἀφ' ἧς αἱ τῶν καρπῶν πανταχοῦ

διαδόσεις, ὡς δηλοῖ τὰ κατὰ Κελεὸν καὶ Τριπτόλεμον. Καλεῖ δὲ καὶ ἱερὰς τὰς Ἀθήνας

διὰ τὰς ἐκεῖ πολλὰς τελετάς. (ῃερς. 323.) Τὸ δὲ οὐδ' ἀπόνητο, σύνηθες τοῖς παλαιοῖς,

καθὰ καὶ τὸ ὀνήμενος. τὸ γὰρ ἀπώνατο καὶ ἀπονάμενος οἱ μεθ' Ὅμηρον λέγουσιν.

(ῃερς. 324.) Ἡ δὲ ῥηθεῖσα νῆσος ∆ῖα ἱερὰ ∆ιονύσου γενέσθαι λέγεται. περὶ δὲ τοῦ

ῥηθέντος ∆αιδάλου καὶ ὡς ἄριστος ἦν ἀνδριαντοποιὸς, ἔτι δὲ καὶ περὶ Μινωταύρου

δεδήλωται καὶ ἀλλαχοῦ. (ῃερς. 325.) Ὅτι Μαῖρα Προίτου καὶ Ἀντείας θυγάτηρ

βασιλέων Ἄργους, καλὴ τὸ εἶδος, παρθενίαν ἑλομένη, συνῆν Ἀρτέμιδι, ἐπεὶ δὲ

συνῆλθε ∆ιῒ, ἐξ ὧν Λοκρὸς ὁ τὰς Θήβας συνοικίσας Ζήθῳ καὶ Ἀμφίονι, τοξεύεται ὑπ'

Ἀρτέμιδος. ἕτεροι δὲ παρθένον φασὶ τὴν Μαῖραν ἀποθανεῖν. Ὅτι Κλυμένη θυγάτηρ

Ἴφιος ἢ Μινύου, ὑπὸ Φυλάκῳ τῷ ∆ηϊονέως Ἴφικλοτίκτει παῖδα ποδώκη τὸν οὐ πρὸ

πολλῶν γραφέντα. ὃν φασὶ διὰ τὴν τῶν ποδῶν ἀρετὴν καὶ ἀνέμοις ἁμιλλᾶσθαι, καὶ

ἐπ' ἄκρων ἀνθερίκων θέειν καὶ μὴ κατακλᾶν αὐτούς. Ἡσίοδος δέ φησι προμιγῆναι

αὐτὴν Ἡλίῳ καὶ τεκεῖν Φαέθοντα. Ὅτι μάντις ἄριστος καὶ Ἀμφιάραος υἱὸς Ὀϊκλέος,

ὃς γήμας Ἐριφύλγυναῖκα οὐ μόνον καλὴν, ἀλλὰ καὶ ὡς εἰκὸς συνετὴν, θυγατέρα

Ταλαοῦ ἀδελφοῦ Ἀδράστου, καὶ διενεχθείς ποτε πρὸς Ἄδραστον, εἶτα διαλυθεὶς,

συνέθετο, ὑπὲρ ὧν ἂν εἰς τὸ μέλλον διαφέρωνται αὐτοὶ, κρίνειν αἱρετῶς τὴν

Ἐριφύλην αὐτοῖς. καὶ αὐτοὺς στοιχεῖν τοῖς κριθεῖσι. τῆς οὖν ἐπὶ Θήβας στρατείας

προκειμένης, Ἀμφιάραος μὲν ἐκώλυεν εἰδὼς τὸ ἐσόμενον, Ἄδραστος δὲ ἤθελε

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

480

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!