18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

φασιν οὐδὲ δασυντέον αὐτό. (ῃερς. 227.) Ὁ δὲ περὶ τοῦ ἐνταῦθα αἵματος λόγος οὐκ

ἂν εἴη ἀπᾴδων ἀγρίαις γυναιξὶ καὶ αἱμοχαρέσι προσαρμοσθῆναι ὡς ἂν ἡ ῥητορικὴ

διδῷ τινὶ δύναμις. (ῃερς. 234.) Ὅτι τὴν Τυρὼ, ἧς που καὶ πρὸ τούτων ἐμνήσθη,

εὐπατέρειαν λέγει ὅ ἐστιν εὐγενῆ, καὶ Σαλμωνέως μὲν θυγατέρα ἱστορεῖ, Κρήθεως δὲ

γυναῖκα υἱοῦ Αἰόλου. οὗ τὴν εὐθεῖαν προπαροξύνει Φιλόπονος ἐν τῷ περὶ λέξεων

διαφόρως τονουμένων πρὸς διάφορον σημασίαν, λέγων, ὅτι Αἴολος μὲν κύριον,

αἰόλος δὲ ὁ ποικίλος. ἔνθα καὶ τὴν παρὰ τῷ Στράβωνι Ἀγχιάλην Ἀγχια 1.410 λὸν

λέγει πόλιν Θρᾴκης ὀξυτόνως. ἐρασθῆναι δέ φησιν Ὅμηρος τὴν Τυρὼ ποταμοῦ

Ἐνιπέως. αὐτῆς δὲ αὖ πάλιν ἐρῶντα Ποσειδῶνα ὁμοιωθῆναι τῷ ῥηθέντι ἐραστῇ

ποταμῷ καὶ οὕτως αὐτῇ μιγῆναι. τὴν δὲ ἐκ Ποσειδῶνος τεκέσθαι Πελίαν καὶ Νηλέα,

ὧν Πελίας μὲν ἐν Ἰωλκῷ ἐβασίλευσε, Νηλεὺς δὲ ἐν Πύλῳ. καὶ τούτους μὲν τοὺς δύο

οὕτω γενέσθαι αὐτῇ ἐκ Ποσειδῶνος, ἀπὸ δέ γε Κρηθέως Αἴσονα καὶ Φέρητα καὶ

Ἀμυθάονα. καὶ τοιαύτη μὲν ἡ περὶ τῆς Τυροῦς ἐνταῦθα ἱστορία. ἡ δὲ Ὁμηρικὴ περὶ

τούτων φράσις τοιαύτη. ἔνθα δὴ πρώτην Τυρὼ ἴδον εὐπατέρειαν, ἧς τὸ πρωτότυπον

εὐπάτηρ εὐπάτερος, ὃ οἱ μεθ' Ὅμηρον εὐπάτωρ φασὶν, ὁμοίως τῷ προπάτωρ καὶ τοῖς

τοιούτοις. ἡ δὲ Τυρὼ αὕτη φάτο Σαλμωνέως ἀμύμονος ἔκγονος εἶναι. φῆ δὲ Κρηθῆος

γυνὴ ἔμμεναι Αἰολίδαο, ἣ ποταμοῦ ἠράσσατο Ἐνιπῆος θείοιο, ὃς πολὺ κάλλιστος

ποταμῶν ἐπὶ γαῖαν ἴησι, καὶ δὴ ἐπ' Ἐνιπῆος πωλέσκετο καλὰ ῥέεθρα. (ῃερς. 240.) τῷ

δ' ἄρα εἰσάμενος ἤτοι ὁμοιωθεὶς γαιήοχος ἐννοσίγαιος ἐν προχοῇς ποταμοῦ

παρελέξατο δινήεντος. πορφύρεον δ' ἄρα κῦμα περιστάθη οὔρεϊ ἶσον κυρτωθὲν,

κρύψεν δὲ θεὸν θνητήν τε γυναῖκα. λῦσε δὲ παρθενίην ζώνην κατὰ δ' ὕπνον ἔχευεν.

αὐτὰρ ἐπεί ῥ' ἐτέλεσσε θεὸς φιλοτήσια ἔργα, τουτέστιν ἐρωτικὰ, ἔντ' ἄρα οἱ φῦ χειρὶ,

καὶ εἶπε· χαῖρε γύναι φιλότητι, περιπλομένου δ' ἐνιαυτοῦ τέξεις ἀγλαὰ τέκνα. (ῃερς.

249.) ἐπεὶ οὐκ ἀποφώλιοι εὐναὶ ἀθανάτων, ἀλλὰ δηλαδὴ ἀγλαὰ γεννῶσι. σὺ δὲ τοὺς,

ἤγουν τούτους Ἀττικῶς, τὰ ῥηθέντα δηλαδὴ τέκνα, γένους ἄῤῥενος ἐσόμενα,

κομέειν ἀτιταλλέμεναί τε. εἶτα ὁ Ποσειδῶν ἐκφήνας ἑαυτὸν ἐπὶ πόντον ἔδυ. (ῃερς.

253.) καὶ αὐτὴ ὑποκυσαμένη, ὅ ἐστιν ὑπ' αὐτοῦ ἐγκύμων γεγονυῖα, Πελίην τέκε καὶ

Νηλῆα, τὼ κρατερὼ (ῃερς. 254.) θεράποντε ∆ιὸς μεγάλοιο γενέσθην, τουτέστι

βασιλεῖς διογενεῖς καὶ διοτρεφεῖς, (ῃερς. 254.) καὶ Πελίης μὲν ἐν εὐρυχόρῳ Ἰαωλκῷ

ναῖε πολύῤῥηνος, ὅ ἐστι (ῃερς. 256.) πολυθρέμμων, ὁ δ' ἐν Πύλῳ ἠμαθόεντι, ὁ

Νηλεὺς δηλαδή. τοὺς δ' ἑτέρους Κρηθῆϊ τέκε βασίλεια γυναικῶν, Αἴσονά τ' ἠδὲ

Φέρητα Ἀμυθάονά τε (ῃερς. 258.) ἱππιοχάρμην, ἤγουν ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, ἵπποις

χαίροντα, ἢ ἐφ' ἵππων ποιούμενον χάρμην, ὃ δηλοῖ τὴν μετὰ χαρᾶς μάχην. (ῃερς.

253.) Ἰστέον δὲ ὅτι τὸ κύω, ἐξ οὗ καὶ ἡ ὡς ἐῤῥέθη ὑποκυσαμένη, ὁμωνυμίαν πάσχει.

λαμβάνεται γὰρ καὶ ἀντὶ τοῦ φιλῶ, τοῦ τε κατὰ χείλη καὶ τοῦ ἄλλως κατὰ διάθεσιν.

ὅθεν καὶ ὁ κύων. ἔτι δὲ καὶ ἀντὶ τοῦ γεννᾶν κοινότερον καὶ μὴν καὶ ἀντὶ τοῦ

συλλαμβάνειν. ὅθεν καὶ τὸ ἐγκυμονεῖν, καὶ ἡ ἔγκυος, οὗ χρῆσις καὶ παρὰ τῷ

Ἀθηναίῳ ἐν τῷ, αἱ θήλειαι πέρδικες ἐπὶ θῆραν ἀγόμεναι, ὁπόταν ἴδωσιν ἢ

ὄσφρωνται τῶν ἀῤῥένων κατ' ἄνεμον στάντων ἢ περιπετομένων ἔγκυοι γίνονται.

καὶ οἱ ἄῤῥενες δὲ, ὡς καὶ οἱ στρουθοὶ, προΐενται γονὴν οὐ μόνον ἰδόντες τὰς

θηλείας, ἀλλὰ κἂν ἀκούσωσι φωνὴν αὐτῶν. τούτου δέ φησιν αἴτιον ἡ τῇ ψυχῇ

ἐγγινομένη φαντασία περὶ πλησιασμῶν. ὅτι δὲ τοῦ τοιούτου κύειν καὶ παράγωγόν

ἐστι κῦμα, ὃ σύλληψιν δηλοῖ, παρὰ τῷ Εὐριπίδῃ ἔστιν εὑρεῖν ἐν τῷ κατ' αὐτὸν, ὡς

καὶ προείρηται Κερκυόνι, ὅπου λέγει τὴν ἐκείνου θυγατέρα, γέμουσαν κύματος

θεοσπόρου τοῦ κατὰ σύλληψιν. Τὸ δὲ κύειν, ὅ πέρ ἐστι φιλεῖν, ὅτι προσλήψει τοῦ νῦ

κυνεῖν γίνεται κατὰ τὸ, οἴχω οἰχνῶ, ἵκω ἱκνῶ, δῆλον καὶ ἐκ τοῦ, κύνεον

ἀγαπαζόμεναι κεφαλήν τε καὶ ὤμους. ἀοίδιμοι δὲ ἐν ἱστορίαις οἱ ῥηθέντες πέντε τῆς

Τυροῦς παῖδες, καὶ ὡς μὲν ὁ Πελίας Ἰωλκοῦ ἐβασίλευσε, Νηλεὺς δὲ Πύλου,

περιᾴδεται. (ῃερς. 257.) Οἱ δὲ Κρηθεῖδαι ποίους εἶχον τόπους, ἔστιν ἄλλοθεν μαθεῖν.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

467

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!