18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

μοιχείαν τῆς Ἀφροδίτης ἀκούων ἐτέρπετο ἐν φρεσὶ καθὰ καὶ οἱ ἄλλοι Φαίακες. εἰ δὲ

μὴ ἐχρῆν ἐπὶ οὕτω φαυλοτάτῳ ἀκούσματι τὸν φιλόσοφον διαχέεσθαι, ἀλλ' ἔστιν

εἰπεῖν ὡς οὐ τοῖς λεγομένοις ἁπλῶς χαίρει ἀλλὰ τῷ ῥυθμῷ καὶ τῇ ἐμμελείᾳ τοῦ

σοφοῦ ἀοιδοῦ. ἴσως δὲ καὶ ταῖς τοῦ μύθου ἀλληγορίαις ἐμβαθύνων φιλοσοφώτερον,

καὶ οὐ κατὰ τοὺς Φαίακας ἀκροώμενος καὶ αὐτὸς, οἳ ἄλλως τέρπονται ἀκούοντες διὰ

τὸ φύσει δηλαδὴ τὰς ἐρωτικὰς ἐννοίας γλυκείας εἶναι. (ῃερς. 370.) Ὅτι Ἀλκίνοος

ἐναβρυνόμενος τῇ τῶν ἐγχωρίων ὀρχηστύϊ ἐκέλευσεν (ῃερς. 371.) Ἅλιον καὶ

Λαοδάμαντα τοὺς αὐτοῦ υἱοὺς μουνὰξ ὀρχήσασθαι. τουτέστι μόνους. ἢ καθ' ἕνα

ἰδίως. οὓς καὶ ἐξαίρων ὁ ποιητὴς, φησίν. ἐπεί σφισιν οὔτις ἔριζε τουτέστιν ἐξισοῦτο.

οἱ δὲ πλεῖόν τι ποιοῦντες οὗ ἐκέλευσεν ὁ πατὴρ, (ῃερς. 372.) σφαῖραν καλὴν μετὰ

χερσὶν ἕλοντο. ἣν καὶ σεμνύνων ὡς ἐξῆν ἐπάγει πορφυρέην. τοῦτο γὰρ ἦν τὸ

σφαῖραν καλήν. ἣν (ῃερς. 373.) Πόλυβος ποίησε δαΐφρων. ὄνομα δὲ τὸ Πόλυβος,

οἰκεῖον τοιούτῳ τεχνίτῃ πολλὰς δηλαδὴ βόας ἔχοντι ὅ ἐστι βύρσας. ταύτην ἕτερος

ῥίπτασκέ φησι ποτὶ νέφεα σκιόεντα, ἰδνωθεὶς ὀπίσω. ὃ δ' ἀπὸ χθονὸς ὑψόσ' ἀερθεὶς,

ῥηϊδίως μελέθεσκε (ῃερς. 376.) πάρος ποσὶν οὖδας ἱκέσθαι. ἤγουν ἀναπηδήσας καὶ

ἔτι μετέωρος ὢν μετελάμβανε. καὶ ἦν ἔθος παλαιὸν οὕτω παίζειν. καὶ ἐπεχωρίαζέ

φασι Λακεδαιμονίοις ἀγὼν τὰ σφαιρομάχια. εἰκὸς δὲ καὶ τὴν διὰ σφαίρας παιδιὰν

τὴν καλουμένην οὐρανίαν τοιαύτην εἶναι. τοῦτο γὰρ ὑποβάλλει νοεῖν ὑπερβολικῶς

ῥηθὲν τὸ, ἕως καὶ εἰς νέφη ῥιπτεῖσθαι τὴν σφαῖραν. Σημείωσαι δὲ καὶ ὅτι ὀρχήσεως

εἶδος ἦν καὶ ἡ τοιαύτη διὰ σφαίρας παιδιὰ, ὡς δηλοῖ καὶ ὁ οὕτω γράψας.

θερμαϋστρὶς, ὄρχησις διὰ ποδῶν σύντονος. φησὶ γοῦν Κριτίας οὕτω ἀναπηδήσαντες

εἰς ὕψος πρὸ τοῦ κατενεχθῆναι ἐπὶ γῆν παραλλαγὰς πολλὰς τοῖς ποσὶν ἐποίουν, ὃ δὴ

θερμαϋστρίζειν ἔλεγον. ἐοίκασιν οὖν καὶ οἱ βασιλικοὶ ἐνταῦθα παῖδες τοιαῦτά τινα

παίζοντες καὶ τὴν σφαῖραν ἀναῤῥιπτεῖν. Ὅτι δὲ ἡ ῥηθεῖσα οὐρανία εἶδος ἦν τῆς διὰ

σφαίρας παιδιᾶς, δηλοῖ ὁ γράψας ὅτι ταύτης ἡ μέν τις ἐλέγετο οὐρανία, ἡ δὲ,

ἀπόῤῥαξις. ἡ δὲ, ἐπίσκυρος. ἡ δὲ, φαινίνδα. Οὐρανία μὲν, ἡ εἰς οὐρανὸν τῆς σφαίρας

ἀναβολή. ἣν ὁ ποιητὴς ἐμφαίνειν δοκεῖ ἐν τῷ, οἵ δ' ἐπεὶ οὖν σφαῖραν καλὴν μετὰ

χερσὶν ἕλοντο. πορφυρέην καὶ ἑξῆς ὡς προγέγραπται. Ἀπόῤῥαξις δὲ, ὅτ' ἂν τὴν

σφαῖραν μὴ πρὸς τοῖχον ἀλλὰ πρὸς ἔδαφος σκληρῶς φασὶν ἀράττωσιν ὥστε

ἀποκρουομένην ἅλλεσθαι πάλιν. Ἐπίσκυρος δὲ, ᾗ ἐχρῶντο οἱ παίζοντες κατὰ πλήθη,

καλουμένη διατοῦτο καὶ ἐπίκοινος. ἡ δ' αὐτὴ, καὶ ἐφηβική. ὠνόμαστο δὲ ἐπίσκυρος,

ἐπειδὴ οἱ κατ' αὐτὴν σφαιρίζοντες ἐπὶ λατύπης ἑστῶτες ἣν σκύρον φαμὲν, ὡς καὶ

ἀλλαχοῦ δεδήλωται, βολῇ σφαίρας ἀλλήλους ἐξεδίωκον. καὶ τοιαύτη μὲν ἡ

ἐπίσκυρος. Φαινίνδα δὲ, ὅτ' ἀν ἑτέρῳ φασὶ τὴν σφαῖραν προδεικνύντες ἑτέρῳ αὐτὴν

ἐπιπέμπωσιν. ἣν καὶ ἐτυμολογοῦντες οἱ παλαιοὶ λέγουσι γίνεσθαι αὐτὴν ἴσως ἀπὸ

τοῦ φενακίζειν, οὐ πάνυ ἀκριβῶς οὕτως ἐτυμολογήσαντες, ὡς ἐκ τῶν

προγραφέντων ἐν τῇ ζῆτα ἔστι γνῶναι. Ὅτι δὲ τὸ σφαιρίζειν οὐκ ὀλίγη μοῖρα

ἐνομίζετό φασι γυμναστικῆς, ἔστι συμβάλλειν καὶ ἐκ τῆς Ἡροφίλου τοῦ ἰατροῦ

εἰκόνος. παράκειται γάρ φασιν αὐτῇ σὺν ἑτέροις τισὶ γυμναστικοῖς ὀργάνοις καὶ

σφαῖρα. τοῦ δὲ ἀξίαν λόγου καὶ τὴν σφαιριστικὴν εἶναι, πίστις καὶ Ἀθηναῖοι,

πολίτην ποιησάμενοι Ἀλέξανδρον τὸν Καρύστιον σφαιριστήν, καὶ ἀνδριάντας

ἐκείνῳ ἀναστήσαντες. Μιλήσιοι μέντοι τὴν γυμνασίαν ταύτην παρῃτήσαντο. αἴτιον

δέ φασιν, ὅτι περιττῶς ἐξασκήσαντες τὰ ἀθλητικὰ καὶ πολλὰς ἐκ τῶν στεφανιτῶν

ἀγώνων ἀπενεγκάμενοι νίκας, τὴν σφαῖραν εἰς οὐδὲν τούτων χρησίμην ἔγνων. διὸ

καὶ παραιτητέαν αὐτὴν ἔκριναν. ὅτι δὲ τῶν αὐτὴν παιζόντων τοὺς μὲν νικῶντας

βασιλεῖς ἐκάλουν ὡς ἐπὶ σεμνώματι τοῦ ἔργου, ὄνους δὲ τοὺς ἡττωμένους, δηλοῦσι

καὶ αὐτὸ οἱ παλαιοί, παραφέροντες καὶ χρήσεις τὴν μὲν ἐκ τοῦ κατὰ Πλάτωνα

Θεαιτήτου τοιαύτην. ὁ δὲ ἁμαρτῶν καθεδεῖται, ὥσπερ φασὶν οἱ σφαιρίζοντες, ὄνος.

ὅς δ' ἂν παραγενῆται ἀναμάρτητος, βασιλεὺς ἡμῶν. τὴν δὲ, ἀπὸ Κρατίνου. οἷον. ὄνοι

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

346

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!