18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

πρὸς γὰρ ∆ιός εἰσι καὶ οἱ ξεῖνοι. καὶ ἔστιν οἷον ἀνδρείκελον ∆ιὸς Ἀλκίνοος καὶ οἱ

κατ' αὐτὸν ἀγαθοὶ ἐκεῖσε ἄνδρες. ἴσως δὲ καὶ ἐπίτηδες κατ' ἐκφόβησιν ἡ Ἀθηνᾶ τῷ

Ὀδυσσεῖ λαλοῦσα, καταψεύδεται τῶν Φαιάκων. Τὸ δὲ ὡσεὶ πτερὸν ἠὲ νόημα περὶ οὗ

γέγραπται προσεχῶς, ὑπερβολῆς χρὴ ἔχειν παράδειγμα. ὅτε δὲ καὶ οἷον ἐμψύχους καὶ

λογικὰς τὰς αὐτῶν πλάσονται νῆας οἱ Φαίακες, οὐκέθ' ὑπερβολικὸς ὁ τοιοῦτος

λόγος, ἀλλ' ἤδη τερατώδης ἄντικρυς. ὅθεν οὐδὲ ψεκτέος Ὀδυσσεὺς,

ἀντιφιλοτιμούμενος παρὰ τοιούτοις ἀνδράσι τερατολογεῖν ἐν οἷς διηγεῖται πρὸς τὸν

Ἀλκίνοον. στοχασάμενος γὰρ οἷα εἰκὸς καὶ ἀφ' ὧν ἔλεγον ἐγνωκὼς τοιούτοις

χαίροντας, ἀντιψεύδεται καὶ αὐτὸς ἐν τοῖς καθ' ἑαυτόν. Σημείωσαι δὲ καὶ ὅτι

παραῤῥίψας ἐνταῦθα ὁ ποιητὴς διὰ τῆς Ἀθηνᾶς τὸ, ὡσεὶ πτερὸν ἠὲ νόημα, καὶ

δελεάσας τῷ ἀστείῳ τοῦ νοήματος τὸν ἁπλούστερον ἀκροατὴν, ἤδη δὲ καὶ διὰ τὴν

συντομίαν λαθὼν, οὕτω τερατεύσεσθαι τολμᾷ ἐν τοῖς ἑξῆς διὰ τοῦ Ἀλκινόου, καὶ

ἐχέφρονας εἶναι τὰς ἐκεῖ νῆας ὡς φανήσεται. καὶ δοκεῖ σχεῖν τὸ ἀσφαλὲς ἐκεῖνος ὁ

λόγος, διὰ τοῦ καὶ ἐνταῦθα εἰπεῖν αὐτὰς ὠκείας εἶναι ὡσεὶ νόημα. ἐντεῦθεν δέ τινες

ὁρμηθέντες, καὶ τὴν παρὰ τῷ Ἡσιόδῳ Αὐτονόην, εἰς νῆα μετέλαβον ἀλληγορικῶς,

ἀκολούθως τῇ Φαιακικῇ ταύτῃ τερατείᾳ. Τὸ δὲ νηυσὶ θοῇσι τοίγε πεποιθότες λαῖτμα

ἐκπερόωσιν, ἀσυνδέτως ἔφη, ἐξιστῶν ὥσπερ τῷ νοήματι, οὕτω καὶ τῷ σχήματι τὸν

ἀκροατήν. (ῃερς. 39.) Ὅτι λαθραίου εἴσοδον δηλοῖ τὸ, τὸν δ' ἄρα οἱ δεῖνα οὐκ

ἐνόησαν ἐρχόμενον κατὰ ἄστυ ἢ τυχὸν κατὰ δῶμα, διὰ σφέας. οὐ γὰρ θεὸς εἴασεν ὃς

ῥά οἱ ἀχλὺν θεσπεσίαν κατέχευε φίλα φρονέων αὐτῷ. ἣν δὴ ἀχλὺν ἠέρα πρὸ ὀλίγων

ἐκάλεσεν. (ῃερς. 39.) Ὅτι ἐν τῷ, Φαίακες ναυσικλυτοὶ, ὀξύνεται τὸ ναυσικλυτοὶ,

κατὰ τοὺς παλαιούς. καὶ οὐδὲν ἀπώνατο τῆς συνθέσεως εἰς τὸ παροξύνεσθαι. δῆλον

δὲ καθὰ καὶ προεγράφη, ὅτι τὸ ναυσὶν ἰδίᾳ κείμενον, διὰ τοῦ ˉη προφέρεται οἷον. οἱ

μὲν, παρὰ νηυσὶ θοῇσι πεποιθότες, ὅτε δὲ συντεθῇ, διὰ τοῦ ˉα λέγεται. (ῃερς. 41.) Τὸ

δὲ ἀχλὺν θεσπεσίην κατέχευε, παρῳδηθέν που, ἐποίησε τὸ, τῷ δ' ἄρα θεσπεσίην

χάριν κατέχευεν. Ὅτι διδάσκαλος ὁ ποιητὴς καὶ τοῦ ἐκφράζειν γενόμενος τοῖς μετ'

αὐτὸν, περιηγήσεται μὲν προϊὼν ἐκφραστικῶς, τὰ κατὰ τὸν βασιλικὸν οἶκον. τέως

δὲ, ἀρξάμενος ἐκ τοῦ περιέχοντος κατὰ τὸν ἐκ φραστικὸν κανόνα, ποιεῖ τὸν Ὀδυσσέα

θαυμάζοντα τὰ πρὸ τῆς πόλεως πρινὴ εἰσελθεῖν ἐκεῖ. φησὶ γοῦν. θαύμαζεν δ'

Ὀδυσσεὺς λιμένας καὶ νῆας ἐΐσας. αὐτῶν θ' ἡρώων ἀγορὰς καὶ τείχεα μακρὰ, ὑψηλά.

σκολόπεσσιν ἀρηρότα. ὅ ἐστι, κατησφαλισμένα. θαῦμα ἰδέσθαι. (ῃερς. 44.) Καὶ ὅρα τὸ

ἡρώων, ἀδιαφόρως κἀνταῦθα ῥηθὲν ἐπὶ τοῦ κοινοῦ λαοῦ, ὡς καὶ ἐν Ἰλιάδι

πολλαχοῦ γίνεται. (ῃερς. 45.) Σκόλοπες δὲ καὶ νῦν, ξύλα ὀρθά. οἳ καὶ σταυροί. εἰ δὲ

ὑψηλὰ οὕτω τὰ τείχη καὶ σκολόπεσσι δὲ ἥρμοσται, σκοπητέον εἰ ἀπάνευθεν ἀνδρῶν

οἰκοῦσιν οἱ Φαίακες, καὶ εἰ μηδεὶς εἰς Φαίακας ἵκηται δηϊοτῆτα φέρων. εἰ γὰρ ταῦθ'

οὕτως, τίς χρεία τοιούτων τειχέων τοῖς Φαίαξι. τερατεύονται ἄρα τὰ περὶ τῶν κατ'

αὐτούς. (ῃερς. 50.) Ὅτι εἰποῦσα ἡ μυθικὴ Ἀθηνᾶ πρὸς Ὀδυσσέα, σὺ δ' ἔσω κίε μὴ δέ τι

θυμῷ τάρ 1.259 βει, ἐπάγει γνωμικόν. θαρσαλέος γὰρ ἀνὴρ, ἐν πᾶσιν ἀμείνων

ἔργοισι τελέθει, εἰ καί ποθεν ἄλλοθεν ἔλθοι. τουτέστιν εἰ καὶ ἀλλοδαπὸς εἴη ξένος.

τοῦτο δὲ εἴρηται, πρὸς τὸ μὴ χρῆναι παρὰ τὸ δέον αἰδεῖσθαι. ἐπεί περ ἔστι ποτὲ αἰδὼς

μὲν, πρὸς ἀνολβίῃ θάρσος δὲ, πρὸς ὄλβῳ. καὶ τοῦτο μὲν, θαῤῥυντικόν ἐστι τῷ

Ὀδυσσεῖ ἐκ τῆς μυθικῆς Ἀθηνᾶς. ἐφεξῆς δὲ, καὶ τὸ ποιητέον ὑποθήσεται αὐτῷ, καὶ

τοὺς βασιλεῖς αὐτὴ γενεαλογήσει. καὶ τὴν Ἀρήτην ἐπαινέσει ὡς ὁμοίαν τῇ Ἀθηνᾷ

κατά γε τὸ ἀνενδεὲς νόου ἐσθλοῦ. ἅπερ οὐκ ἦν ἄλλως γνώριμα εἶναι τῷ Ὀδυσσεῖ

περὶ Φαιάκων τῶν ἐκτετοπισμένων, εἰ μὴ Ἀθηνᾶ τὰ τοιαῦτα ὡς εὖ εἰδυῖα ἱστόρησε.

καὶ οὕτω γίνεται σεμνὸν τὸ τῆς Ἀθηνᾶς ἐπεισόδιον καὶ μεγαλοπρεπὲς καὶ ὠφέλιμον

τῷ Λαερτιάδῃ. ὡς εἴγε διὰ μόνον τὸ γνωρίσαι τὰ βασιλικὰ δώματα παρεισωδιάσθη,

πάνυ ἂν ἦν τὸ Ὁμηρικὸν τοῦτο πλάσμα, σμικροπρεπὲς καὶ ποιητικῆς μεγαλονοίας

οὐκ ἄξιον. (ῃερς. 53.) Ὅτι κιχήσεσθαι ἐνταῦθα, ὡς καὶ ἀλλαχοῦ ἱκέσθαι, οὐ τὸ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

294

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!