18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

γάρ. εὖθ' ἕρδομεν ἀγακλειτὰς ἑκατόμβας. (ῃερς. 211.) Ὀχέειν δὲ ὀϊζὺν, τὸ ὀχεῖν.

φέρειν. βαστάζειν. τοιοῦτον καὶ τὸ, οὐδέ τι σὲ χρὴ νηπιάας ὀχέειν. Ἰστέον δὲ ὅτι τε

τὸ, ὀχέοντας ὀϊζὺν, περίφρασίς ἐστι τοῦ ὀϊζυρούς. καὶ ὅτι ἐκ μεταφορᾶς ἀχθοφορικῆς

εἴρηται. καὶ ὅτι τὸ ὀχεῖν, ὀκχεῖν παρὰ Πινδάρῳ εὕρηται, λόγῳ τοιούτῳ. ἄδεια τοῖς

Αἰολεῦσιν ἦν ἤδη δὲ καὶ τοῖς Ἴωσι καὶ ὅλως εἰπεῖν ταῖς γλώσσαις, διπλάζειν

σύμφωνα, ὡς δῆλον ἐκ τοῦ ἔδδεισεν. ἔννεπεν. ὅππως. ἡμιπέλεκκα. Περδίκκας τὸ

κύριον καὶ ἄλλα μυρία, δίχα γε τῶν δασέων αὐτὰ γὰρ οὐκ ἐξῆν διπλάζεσθαι. οἷα μὴ

εὑρισκομένης λέξεως Ἑλληνικῆς ληγούσης εἰς δασύ. διὸ εἴπου καὶ ἐχρῆν ἀναγκαίως

τὰ δασέα διπλοῦσθαι, μετέπιπτεν εὐθὺς τὸ δασὺ τῆς διπλώσεως εἰς τὸ ἀντίστοιχον

ψιλόν. οἷον. βάζω βάξω βέβαχα βάχος καὶ βάχαι αἱ τροφοὶ αὐτοῦ. διπλουμένου δὲ

τοῦ χ' καὶ οὕτως ἀηδῆ ἐρυγὴν ἐκπέμποντος τρέπεται τὸ διπλωθὲν δασὺ εἰς τὸ αὐτοῦ

ἀντίστοιχον καὶ γίνεται Βάκχος καὶ Βάκχαι. τοιοῦτον δὲ καὶ ὁ Ἴακχος. οὐκοῦν,

ὅμοιον καὶ τὸ ὀκχῶ Πινδαρικῶς. τὸ δ' αὐτὸ γίνεται καὶ ἐπὶ τοῦ κὰπ φάλαρα, ὡς ἐν

τοῖς εἰς τὴν Ἰλιάδα δηλοῦται σαφῶς. ἔτι δὲ καὶ ἐπὶ τοῦ κάτθανεν, ὅθεν καὶ οἱ

θεραπεύοντες τὸν πυῤῥιχισμὸν τοῦ, Τρῶες δ' ἐῤῥίγησαν ὅπως ἴδον αἰόλον ὄφιν. καὶ

ἀναιδεσάμενοι διπλάσαι τὸ δασὺ ˉφ, οὐκ ἐτόλμησαν οὕτω προαγαγεῖν τὴν

Ἑλληνικὴν λέξιν, ἀλλὰ ὄπφιν ἔγραψαν. (ῃερς. 212.) Τὸ δὲ ἐξισωσαίμην ταυτὸν τῷ

ἐρίσαιμι ὅπερ ἐγράφη ἐν τῷ, ἢ κέν τις μοι ἐρίσσεται ἠὲ καὶ οὐκί. καίρια δὲ καὶ

ἐπιφανῆ πάρισα ὡς ἐν τέλει στίχων κείμενα, τὸ ἐξισωσαίμην καὶ τὸ μυθησαίμην.

(ῃερς. 215.) Ὅτι πεινῶντος λόγος τὸ, ἀλλ' ἐμὲ μὲν δορπῆσαι ἐάσατε κηδόμενόν περ.

τουτέστι βλαπτόμενον. (ῃερς. 216.) ὃ προκλητικὸν εὐθὺς γίνεται γνωμικοῦ λόγου

τοιούτου. οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον ἄλλο ἔπλετο, ἣ ἐκέλευσεν ἕο

τουτέστιν ἑαυτῆς μνήσασθαι ἀνάγκῃ, καὶ μάλα τειρόμενον καὶ ἐν φρεσὶ πένθος

ἔχοντα. (ῃερς. 219.) εἶτα ὥσπερ ὁ Μενέλαος εἰπὼν γνωμικῶς ἀρίγνωτον εἶναι τὸν

ὄλβιον ἄνδρα, ἐπήγαγεν ὡς νῦν Νέστορι ἔδωκε θεὸς τὰ καὶ τὰ, οὕτω καὶ ἐνταῦθα

Ὀδυσσεὺς ἐκ τοῦ καθόλου καταβὰς ἐπὶ τὸ μερικὸν φησίν. ὡς καὶ ἐγὼ πένθος μὲν ἔχω

φρεσίν. ἡ δὲ μάλ' αἰεὶ ἐσθέμεναι κέλεται καὶ πινέμεν. ἐκ δέ με πάντων ληθάνει ὅσσ'

ἔπαθον, (ῃερς. 2.) καὶ ἐνιπλήσασθαι ἀνώγει. Καὶ ὅρα κἀνταῦθα τὸ κελεύειν ὡς ἐπὶ

δεσποίνης τινὸς λεχθὲν τῆς γαστρός. ὅτι καινότερον πέφρασται τὸ, οὐ γάρ τι στυγερῇ

ἐπὶ (ῃερς. 216.) γαστέρι κύντερον. ἤγουν οὐδὲν γαστρὸς κύντερον τουτέστι

κυνεώτερον. ἀναιδέστερον. χεῖρον. Ὅτι δὲ Λάκωνες μὲν τὰς γογγυλίδας Βοιωτοὶ δὲ

τὰς κράμβας, γαστέρας ἐκάλουν, ἐν τοῖς τοῦ δειπνοσοφιστοῦ δηλοῦται. παρ' ᾧ καὶ

Τίμων γράψας περὶ ἐπικούρου, οὐ στυγερὴν γαστέρα ἔφη Ὁμηρικῶς ἀλλὰ λαμυρόν.

οἷον γαστρὶ χαριζόμενος. τῆς, λαμυρώτερον οὐδέν. (ῃερς. 221.) Τὸ δὲ ἐκληθάνει,

πρωτότυπον μέν ἐστι τοῦ ἐκλανθάνει ὡς καὶ ἀλλαχοῦ ἐφάνει. ἔστι δὲ ὅμοιον πρὸς τὸ

ψεύδειν. ὥσπερ γὰρ ψεύδειν τὸ ποιεῖν ψεύδεσθαι, οὕτως ἐκληθάνειν, τὸ ποιεῖν

λανθάνεσθαι. (ῃερς. 222.) Ὅτι μυριαχοῦ παραφράζων Ὅμηρος ἑαυτὸν, ποιεῖ τοῦτο

κἀνταῦθα. καὶ φθάσας εἰπεῖν τὸ, αὐτὰρ ἐμοὶ πομπὴν ὀτρύνετε καὶ ἑξῆς τοὺς

προσημειωθέντας δύο στίχους, φησὶν ἐνταῦθα. ὑμεῖς δ' ὀτρύνεσθε ἅμ' Ἠοῖ

φαινομένῃφι, ὥς κέ με τὸν δύστηνον ἐμῆς ἐπιβήσετε πάτρης, καί περ πολλὰ

παθόντα. (ῃερς. 224.) ἐπεὶ δὲ ἦν εἰκὸς εἰπεῖν τινα, τί δή ποτε πολλὰ παθὼν εἶτα

ἐθέλεις ἐπιβῆναι πάτρης; φησίν. ἰδόντα με καὶ λίποι αἰὼν, κτῆσιν ἐμὴν δμῶας τε καὶ

ὑψερεφὲς μέγα δῶμα. ἐνδείκνυται δ' ἐν τούτοις ὁ ποιητὴς, ὡς τοιαῦτά τις ἔχων

ἀγαθὰ, ἐρασθείη ἂν πατρίδος. ἄλλως γὰρ οὐχ' οὕτω μέγα ἡ πατρίς. εἴγε κατὰ τὴν

παροιμίαν, πατρίς ἐστι πᾶσα ἵνα ἂν πράττοι τις εὖ. γυναικὸς δὲ οὐ μέμνηται

Ὀδυσσεὺς ἐνταῦθα, οὐ μόνον ἵνα μὴ ἀποκναίσῃ οὕτω τὸν Ἀλκίνοον εἰς τὴν πομπὴν

τὴν ἐς Ἰθάκην ὃς εὔξεται γαμβρὸν αὐτοῦ τὸν Ὀδυσσέα κληθῆναι αὖθι μένοντα, ἀλλὰ

καὶ διότι οὐ πάνυ μέγα τοῦτο εἰς εὐδαιμονίαν. καὶ οἱ τυχόντες γὰρ ἔχουσι γυναῖκας.

Τὸ δὲ λίποι αἰὼν 1.274 ἰδόντα με τὴν Ἰθάκην, οὐ μακράν ἐστι τοῦ εἰπεῖν ὡς ἱέμενος

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

311

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!