18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

Μέντης οἶδεν εἰ καὶ ἀοίκητος ἡ νῆσος ἐστὶν ἐν ᾗ κατέχεται Ὀδυσσεύς; ἄλλως τε,

οὐδὲ ἀναγκαῖον ἦν, οὐδὲ συνέφερε γνωσθῆναι τῷ Τηλεμάχῳ τῷ ἀληθές. εἰ γὰρ

ἔμαθεν οὕτως ἐκτετοπίσθαι τὸν πατέρα ἐν ἐρημίᾳ καὶ ὑπὸ θεᾶς δὲ κωλύεσθαι,

ἀπέγνω ἂν τὴν ἐκείνου ἐπανέλευσιν καὶ οὐκ ἂν ἀπεδήμησε δι' ἐκεῖνον. καὶ

συνέβαινεν ἐκ τούτου, ἐλλελεῖφθαι τῇ ποιήσει μυρίας χάριτας. (ῃερς. 0.) Ἀγρίους δὲ

ἄνδρας, ἡ μὲν κωμῳδία, ἐπὶ ἄλλης φαυλότητος τίθησιν. ὁ δὲ ποιητὴς, τοὺς

λῃστρικοὺς οὕτω καλεῖ ὡς ψευδομένους τὴν κατ' ἄνθρωπον ἡμερότητα διὰ

χαλεπότητα. διὸ ἐκ παραλλήλου γράφων, φησί. χαλεποὶ δέ μιν ἄνδρες ἔχουσιν

ἄγριοι. 1.49 (ῃερς. 1.) Ὅτι τὸ ἐνθυμεῖσθαι, ἐν θυμῷ βάλλειν φησί. καὶ ὅτι τὸ, ὡς ἐν

θυμῷ ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀΐω, στοχαστικὴν τέχνην εἶναι, δηλοῖ

τὴν μαντευτικήν. ὡς δοκεῖ καὶ τοῖς μεθ' Ὅμηρον σοφοῖς. τοῦτο γὰρ δηλοῖ τὸ, ὡς

τελέεσθαι ὀΐω. ἤγουν νομίζω. στοχάζομαι. Καὶ ὅρα τὸ τελέεσθαι ἀφ' οὗπερ οὐ μόνον

ἀτελὲς τὸ μήπω τελεσθὲν, καὶ ἀτέλεστον τὸ ἀδύνατον τελεσθῆναι, ἅπερ ὁ

ἐναλλάσσων ἀκυρολογεῖ κατὰ τοὺς παλαιοὺς, ἀλλὰ καὶ ἀποτελεσματικὴ σοφία

λέγεται παρὰ τοῖς μεθ' Ὅμηρον, καὶ σοφοὶ ἀποτελεσματικοί. Μέμικται δὲ καὶ

ἐνταῦθα ὡς ἀνωτέρω, τὸ ψεῦδος τῇ ἀληθείᾳ. ὅτι μὲν γὰρ ἐν θυμῷ ἀθάνατοι

βάλλουσι σωθῆναι τὸν Ὀδυσσέα, ἀληθὲς, τὸ δὲ τελέεσθαι ὀΐω, ψευδές. οὐ γὰρ ὀΐεται

τὸ μέλλον ἀνθρωπίνως ἡ τοῦ ∆ιὸς Ἀθηνᾶ, ἀλλὰ οἶδε. Βάλλουσι δὲ, ἀντὶ τοῦ νοοῦσιν

ἐπιτυχῶς καὶ ὡς εἰπεῖν, ἐπηβόλως. ἢ τιθέασιν. (ῃερς. 3.) Ὅτι ἐν μὲν τῇ Ἰλιάδι εἰπὼν

ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα ἢ ὀνειροπόλον, τῷ τοῦ μάντεως ὀνόματι τὸν

οἰωνοπόλον ἐδόκει δηλοῦν κατ' ἐξοχὴν, ὡς ἐῤῥέθη ἐκεῖ. ἐνταῦθα δὲ λέγων ὅτι οὔ τέ

τι μάντις ἐὼν οὔ τε οἰωνῶν σάφα εἰδώς, ἤγουν κατὰ τὸν παραφραστὴν, οὐ βλέπων

εἰς οἰωνοὺς ἀλλὰ δηλαδή φησιν ὡς ὁ θεὸς κινεῖ καὶ αὐτὰ τὰ πράγματα ὑποβάλλει

προθεσπίζων, μάντιν μὲν εἰπεῖν δοκεῖ γενικώτερον, τὸν ἁπλῶς ὁπωσοῦν

μαντευόμενον. τὸν δὲ οἰωνοπόλον, ἰδίᾳ ὡς εἶδος τοῦ μάντεως ἐκφωνῆσαι. οὕτω δὲ

καὶ ἀλλαχοῦ ἐν τῇ Ἰλιάδι μάντεως μνησθεὶς, ἐπιφέρει τὰ εἴδη. τὸν θυοσκόον καὶ τὸν

ἱερέα. ἴσως δὲ ἐνταῦθα καὶ κατὰ πολυωνυμίαν, ταυτὸν δηλοῖ ὅ, τε μάντις, καὶ ὁ σάφα

εἰδὼς οἰωνῶν. εἰ γὰρ ὄρνις καὶ οἰωνὸς λέγεται πᾶν τὸ σημαντικὸν τοῦ μέλλοντος,

εἴη ἂν ἐκ παραλλήλου θέσεως, καὶ ὁ ἁπλῶς μάντις καὶ ὁ οἰωνοὺς εἰδὼς, ὁ αὐτός. καὶ

ἄλλως δὲ μάντις μὲν, ὁ ἔνθεος καὶ θεοφορούμενος, παρὰ τὸ μαίνεσθαι, εἴπερ καὶ ἡ

μαντεία θεία μανία παρὰ τοῖς παλαιοῖς ἐδοξάζετο. καὶ μανική τις ἡ μαντική. Τὸ δὲ

ἐὼν ἤγουν ὑπάρχων, κοινῶς μὲν, δοκεῖ ἀπὸ τοῦ ἦον δευτέρου ἀορίστου γενέσθαι,

διὸ καὶ ἀναλόγως ὀξυτονεῖσθαι. Ἡρακλείδης δὲ, παραλόγως ὀξύνεσθαι αὐτό φησι,

καὶ ἡμαρτῆσθαι. λογιζόμενος αὐτὸ, οὐ μετοχὴν δευτέρου ἀορίστου ἀπὸ θέματος

βαρυτόνου τοῦ ἔω, ἀλλὰ καὶ ἐκ περισπωμένου τοῦ ὦ ἤγουν ὑπάρχω. ἔτι δὲ λέγει

σφοδρῶς, καὶ ὅτι ἔγωγε ἄνοιαν καταδικάζω τῶν οἰομένων ἐπέκτασιν τῆς ὢν, εἶναι

τὴν ἐὼν μετοχήν. οὐδεμία γάρ φησιν εἰς ˉων λήγουσα μετοχὴ, ἐπεκτείνεται διὰ τοῦ

ˉε. εἶτα γράψας τὰ δοκοῦντα ἐν οἷς καὶ ὅτι πᾶσα μετοχὴ εἰς ˉων λήγουσα καθαρὸν

ὀξύτονος τὸ ˉι ἔχει παραλῆγον. οἷον, πιὼν, κιὼν, ἰὼν, ἐπάγει. ὥστε ἄμεινον ἡμῶν,

Βοιωτοὶ τὴν ἐὼν, ἰὼν λέγουσι. μέμφεται δὲ καὶ τὸν Σιδώνιον ∆ιονύσιον, εἰπόντα

διαλέκτῳ Ἀτθίδι πεποιῆσθαι ὅσα πλεονάζει τὸ ˉε καταρχάς. ὧν ἐστὶ καὶ τὸ

ἐμῳνοχόει. καὶ τὸ ἐὼν, ἀγνοεῖ δέ φησιν ἐκεῖνος τὸ, ἔργων ἐέρων. καὶ τὸ, ἔλπων

ἐέλπων. καὶ τὸ, ἀλλὰ σύπέρ μοι ἔειπε ἀντὶ τοῦ εἰπέ. ὃ καὶ σημείωσαι ὡς καινόν. τὰ

πλείω γὰρ τῶν Ὁμηρικῶν ἀντιγράφων, ἀλλὰ σύπέρ μοι εἰπὲ γράφουσιν. Οἰωνῶν δὲ

εἰδὼς, ὁ τὰς ἐκ τῶν οἰωνῶν ἤτοι μαντικῶν σημείων μεθόδους ἔχων, καὶ τοῦ

μέλλοντος ἐκεῖθεν κατευστοχῶν τεχνικῶς. Ὅρα δὲ ὅτι ἐν μὲν Ἰλιάδι, εὖ εἰδὼς τόξων

ἔλεγε, καὶ τοιαῦτά τινα κατὰ σύνταξιν γενικήν. ἐνταῦθα δὲ, σάφα εἰδὼς οἰωνῶν.

ἁπλῶς δὲ, τὸ εἰδὼς, εὕρηται γενικῇ συντάσσων ὁ ποιητὴς ἐν πολλοῖς. οὐχ' ὡς

μετοχὴν λαμβάνων αὐτὸ, ἀλλ' ἀντὶ ὀνόματος τοῦ, τεχνίτης καὶ εἰδήμων καὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

56

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!