18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ταυτὸν ἄγων, ∆ία καὶ Νεῖλον, διὰ τὸ ζωογόνον τὸ ἐξ ἀμφοῖν. τοπικὰ δὲ παράγωγα

Νείλου ὅτι οὐ μόνον Νείλιος καὶ Νειλῷος ἀλλὰ καὶ Νειλώτης, δῆλον ἐκ τοῦ, οἱ δὲ

Νειλῶται ἰχθύες δηλαδή τινες, γλυκεῖς εἰσιν. ὃ κεῖται παρὰ τῷ δειπνοσοφιστῇ. (ῃερς.

351.) Ὅρα δὲ καὶ νῦν τὸ ἔρεξε δι' ἑνὸς ˉρ γραφέν. (ῃερς. 353.) Τὸ δὲ αἰεὶ βούλεσθαι τὸ

θεῖον μεμνῆσθαι ἐφετμέων, γνωμικῶς ἐῤῥέθη. ἐπεὶ καὶ θεοὶ τιμαῖς εἴκουσι.

Πολύκλυστον δὲ πόντον κατ' ἐνάγειαν ἱστορικὴν λέγει, τὸν Αἰγυπτιακὸν ὅ ἐστι τὸν

προπάροιθεν Αἰγύπτου τουτέστι τοῦ Νείλου, ὡς τοιοῦτον ἀληθῶς ὄντα κατὰ τὴν

πεῖραν τῶν καὶ ἰδόντων καὶ παθόντων. (ῃερς. 355.) Περὶ δὲ Φάρου, ἱστορία φέρεται

κατὰ τοὺς παλαιοὺς παρὰ Ἀντικλείδῃ, ὡς Ἑλένη πόθῳ Μενελάου λάθρα ἐξελθοῦσα

τῆς πόλεως ὅτε κατέσχεν αὐτὴν ὁ Πρωτεὺς ὡς μετ' ὀλίγα ῥηθήσεται καὶ Καρικὸν

εὑροῦσα πλοῖον, ἔπεισε τὸν ναύκληρον Φάρον ἀποκαταστῆσαι αὐτὴν εἰς

Λακεδαίμονα. χειμῶνος δὲ ἐπιγεγονότος, ἐλθεῖν αὐτὸν εἰς Αἴγυπτον. ἔνθα, τὸν

Φάρον ὑπὸ ὄφεως θανεῖν. τὴν δὲ, θάψασαν αὐτὸν, οὕτω τὴν νῆσον ἀπ' ἐκείνου

ὀνομάσαι. παράμηκες δέ φασι νησίον ἡ Φάρος πρὸς ἔσχατον τῇ ἠπείρῳ. στάδια δὲ εἰς

αὐτὴν ἀπὸ τοῦ Κανωβικοῦ, ἑκατὸν καὶ πεντήκοντα. ὁ δὲ γεωγράφος φησὶ καὶ ταῦτα

περὶ Φάρου. τὴν Φάρον πελαγίαν ὁ ποιητὴς λέγει. τοῦτο γὰρ δηλοῖ τὸ, νῆσος

πολυκλύστῳ ἐνὶ πόντῳ. καὶ ταῦτα, πρόσγειον νῦν οὖσαν διὰ τὴν πρόσχωσιν. οἷα

ἐξηπειροθείσης τῆς μεταξὺ θαλάσσης. ὃ παθοῦσα καὶ ἡ Αἴγυπτος, δῶρον εἶναι τοῦ

Νείλου λέγεται. διὸ καὶ τοῦ ὀνόματος τῇ χώρᾳ οἷς ἐδωρήσατο, μετέδωκεν.

ὁμωνύμως κληθείσῃ καὶ αὐτῇ, Αἰγύπτῳ. ἐπεὶ καὶ ὁ Νεῖλος, Αἴγυπτος ὀνομάζεται.

φασὶ δὲ καὶ πανημέριον πλοῦν τὴν Φάρον ἀπέχειν τῆς Αἰγυπτιακῆς ναυκράτεως

κατὰ τοὺς ἡρωϊκοὺς χρόνους. εἶτα ἀπογαιωθῆναι τῇ ἰλύϊ τοῦ Νείλου, ποταμόχωστος

γὰρ ἡ Αἴγυπτος κατά τε ἄλλους καὶ κατὰ Ἡρόδοτον. ἦν δὲ τὸ ἐμπόριον τῆς Αἰγύπτου,

περὶ Φάρον ἢ περὶ Ναύκρατιν. ἔνθα τὸν Μενέλαον ὑπονοοῦσι τὸν ἐκ Φάρου πλοῦν

ἀνῦσαι. εὐλίμενον δὲ καὶ εὔϋδρον ὁ ποιητὴς τὴν Φάρον ἱστορεῖ. λέγων καὶ τὸ, ὅθεν

νῆας ἐς πόντον βάλλουσι, περιφραστικὼς ἀντὶ τοῦ, ὅθεν ἀποπλέουσι. (ῃερς. 359.) Τὸ

δὲ λιμὴν εὔορμος, ὅλον μὲν εἶναί τι δηλοῖ τὸν λιμένα. μέρος δὲ αὐτοῦ, τὸν ὅρμον

ἔνθα μετὰ τὸ ἐλλιμενισθῆναι, ἡ ναῦς ὁρμεῖ. Τὸ δὲ ἀφύσσασθαι, κυριολεξία ἐστὶ τοῦ,

ἄφενος καὶ πλοῦτον ἀφύξειν. ἐκεῖνο γὰρ, τέτραπται. (ῃερς. 361.) Τὸ δὲ ἁλιαέες,

ἐπιτομή ἐστι τοῦ, ἀνέμων μένος ὑγρὸν ἀέντων. εἴρηται δὲ πρὸς διαστολὴν ἑτέρων

τοπικῶν ἀνέμων, οἳ οὐ πνέουσι διὰ θαλάσσης. γίνεται δὲ παρὰ τὴν ἅλα καὶ τὸ ἄω τὸ

πνέω. ἐξ οὗ οὐ μόνον ἀήτης ἐπὶ ἀνέμου, καὶ ἀήσυρον κατὰ τοὺς παλαιοὺς τὸ

κοῦφον, ὅθεν καὶ ἀήσυροι μύρμηκες παρ' Αἰσχύλῳ, ἀλλὰ καὶ ἀΐτης διὰ διχρόνου, ὁ

ἐρώμενος ἤγουν ὁ εἰσπνέων τῷ ἔρωτι τὸν ἐραστήν, εἰσπνεῖται γάρ φασι τῆς μορφῆς

τι καὶ τῆς ὥρας. ὅθεν καὶ εἰσπνίλαι παρὰ Λάκωσιν, οἱ ἐρασταί. καὶ ταῦτα μὲν, ἔν τινι

ῥητορικῷ λεξικῷ. ἐν ἑτέρῳ δὲ, ὁ ῥηθεὶς ἀΐτης ἤγουν ἐρώμενος, διὰ διφθόγγου

φέρεται. Σημείωσαι δ' ἐνταῦθα καὶ ὅτι ἐν ἁπλότητι μὲν, ἀεὶς ἀέντος, διὰ τοῦ ˉν ˉτ.

ὡς δῆλον ἐκ τοῦ, ὑγρὸν ἀέντων. ἐν συνθέσει δὲ, ἁλιαὴς ἁλιαέος ὡς εὐγενέος

εὐσεβέος. οὕτω καὶ δυσαὴς δυσαέος. καὶ ζαὴς ζαέος. καὶ παρὰ Σοφοκλεῖ εὐαὴς ὕπνος.

(ῃερς. 362.) Τὸ οἳ νηῶν πομπῆες, ἔοικεν ἑρμηνεία εἶναι τοῦ, οὖροι πνείοντες. οὖρος

γὰρ, παρὰ τὸ ὀρούειν ὅ ἐστι παρορμᾶν καὶ προπέμπειν τὴν νῆα. τοῦ δ' αὐτοῦ

ἑρμηνευτικὸν καὶ τὸ ἁλιαέες. ὅμοιον γάρ τι τὸ, οὖροι πνείοντες, καὶ τὸ ἁλιαέες.

(ῃερς. 363.) Ἤϊα δὲ καὶ νῦν ὡς καὶ προδεδήλωται, τὰ ἐφόδια. (ῃερς. 365.) Περὶ δὲ

Πρωτέως, ἱστόρηται ὅτι ἀνὴρ ἦν τις Μεμφίτης, ᾧ κατὰ Ἑλλήνων γλῶσσαν, ὄνομα

Πρωτεύς. οὗ καὶ τέμενος ἒν Μέμφῃ κατὰ Ἡρόδοτον, κάρτα καλὸν καὶ εὖ 1.171

ἐσκευασμένον. ὅτι δὲ ὁ προῤῥηθεὶς Θῶνις φύλαξ ὢν τοῦ Κανωβικοῦ στόματος

ἀνήνεγκεν εἰς τοῦτο τὸν Πρωτέα τὴν ἀδικίαν τοῦ ἅρπαγος Πάριδος, καὶ ὡς ἀφῃρέθη

τότε τὴν Ἑλένην ἐκεῖνος, καὶ ὡς ἀρέσκονται οἱ πλείους μὴ εἶναι τὴν Ἑλένην ἐν

Τροίᾳ, οὐ γὰρ φρενοβλαβεῖς καθ' Ἡρόδοτον οἱ Ἰλιεῖς ὡςπερὶ πάντων κινδυνεύοντες

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

194

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!