18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

δῆθεν πρὸς καλοῦ ἐσόμενον τοῖς Τρωσὶ τὸν δούρειον ἵππον. ὡς δὲ καί τινες τῶν

ὑστερογενῶν, ἐπ' ἀγαθῷ τῶν ὁμοφύλων ἑαυτοὺς ᾐκίσαντο κατὰ Ὀδυσσέα καὶ

Σίνωνα, δηλοῖ καὶ ὁ Πέρσης Μεγάβυζος, κολοβώσας ἑαυτὸν καὶ ἄλλως αἰκίσας χάριν

τοῦ δεσπότου βασιλέως. ἑτέρου δὲ βασιλέως Περσῶν θεράπων ὁ καλούμενος Φίλος

ὡς ὁ δειπνοσοφιστὴς ἱστορεῖ, ἄλλον τρόπον οὕτως εἶχεν. ὃς τραπέζης μέν φησιν οὐκ

ἐκοινώνει, χαμαὶ δὲ ὑποκαθήμενος, τὸ παραβληθὲν κυνιστὶ ἐσιτεῖτο. καὶ πολλάκις

διὰ τὴν τυχοῦσαν αἰτίαν ἀποσπασθεὶς τοῦ χαμαιπετοῦς δείπνου, ῥᾴβδοις καὶ ἱμᾶσιν

ἀστραγαλωτοῖς ἐμαστιγοῦτο. καὶ γενόμενος αἱμόφυρτος, πεσὼν εἰς ἔδαφος,

προσεκύνει τὸν τιμωρησάμενον ὡς εὐεργέτην. καὶ τοιοῦτον μὲν καὶ τοῦτο. Τὸ δὲ

δαμάσας καὶ ἀμφιβαλὼν καὶ ἐοικὼς, συχναὶ ἀσύνδετοι μετοχαὶ οὐκ ἀσυνήθεις τῷ

ποιητῇ. (ῃερς. 245.) Τὰ δὲ σπεῖρα περὶ ὧν καὶ προεγράφη, πτωχικά εἰσιν

ἀμφιβλήματα. ἤτοι ῥάκη. ὅθεν ὁ μὲν ψευδοδέκτης Ὀδυσσεὺς σπεῖρα κακὰ

ἀμφιβέβληται. τὸν δὲ ἀληθῆ Ὀδυσσέα, ἀμφὶ εἵματα ἕσσεν ἡ Ἑλένη. ἐνταῦθα δὲ

φασὶν οἱ παλαιοὶ καὶ ὅτι ὁ νῦν σπεῖρα κακὰ φορῶν καὶ ἀγνοούμενος τῇ Ἑλένῃ καὶ

τοῖς ἄλλοις, πιθανῶς ἂν λάθοι καὶ τοὺς μνηστῆρας, τοιοῦτον ἔχων σχῆμα. ὁ δὲ καὶ

πληγάς φασι καρτερήσας ὑπὲρ τῶν κοινῇ συμφερόντων, πῶς τῶν ἰδίων οὐ

προστήσεται; καλῶς οὖν οἱ Λάκωνες ἐπαίδευον τοὺς νέους τὴν μαστίγωσιν,

ἐθίζοντες καρτερεῖν τὰ δεινά. Τοῦ δὲ κατέδυ πόλιν, οὐκ ἔχει ὡς ἐν σχεδιασμῷ

καιριωτέραν φράσιν ὁ ποιητής. διὸ εἰπὼν δυσμενέων κατέδυ πόλιν, μετ' ὀλίγα ἔφη,

Τρώων κατέδυ πόλιν. Τὴν δὲ πολλαχοῦ εὐρυάγυιαν Τροῖαν, ἀλλαχοῦ εὐρεῖαν φησὶν

ἐν ἁπλότητι. τὸ δὲ κατακρύπτων, πάνυ τὸ οἰκεῖον πρὸς κατέδυ πόλιν. ὁ γὰρ καταδὺς,

κρύπτεται. (ῃερς. 247.) ∆έκτην δὲ, Ἀρίσταρχος μὲν, τὸν ἐπαίτην λέγει, παρὰ τὸ

δέχεσθαι. ὁ δὲ κυκλικός φασιν ἤγουν ὁ τῶν κυκλίων ποιητὴς ὀνοματικῶς ἀκούει

τὴν λέξιν. ∆έκτην τινὰ κατὰ κυριολεξίαν εἰπὼν παρ' οὗ τὸν Ὀδυσσέα λαβόντα τὰ

ῥάκη, ἀμφιβαλέσθαι. πανδήμιον ἴσως τοῖς ἐν Τροίᾳ Ἕλλησιν ὄντα πτωχόν. ὁποῖος

ἦν καὶ τοῖς Ἰθακησίοις ὁ Ἶρος. (ῃερς. 248.) Τὸ δὲ ὃς οὐδὲν τοῖος ἔην ἐπὶ νηυσὶν

Ἀχαιῶν, διττὴν ἔχειἔννοιαν. ἢ γὰρ ὅτι τοιούτῳ ∆έκτῃ Ὀδυσσεὺς εἰκάσθη οἷος ∆έκτης

δηλαδὴ οὐκ ἦν ἄλλος ἐν τοῖς ἐκεῖ κατ' οὐδέν. ἢ ὅτι ∆έκτῃ ἑαυτὸν εἴκασεν Ὀδυσσεὺς

ὁ κατὰ μηδὲν τοιοῦτος ἐν τῇ Τροίᾳ. ἀλλὰ δηλαδὴ εὐσχήμων καὶ λαμπροφόρος καὶ

ὅλως εἰπεῖν, ἡρωϊκός. (ῃερς. 249.) Τὸ δὲ ἀβάκησαν, ἅπαξ μὲν καὶ αὐτὸ ἐῤῥέθη παρὰ

τῷ ποιητῇ. ἔστι δὲ ἀβακεῖν, τὸ ἀγνοεῖν καὶ διατοῦτο μὴ ἔχειν τι βάζειν, ἀλλ' ἀπορεῖν

ἐπὶ τῷ βλεπομένῳ. καὶ γίνεται καθ' ὁμοιότητα τοῦ ἀτακτεῖν ὡς οἱ ἐτυμολόγοι φασί.

τὰ μέντοι ἐναντία τοῦ ἀβακεῖν, βάβαξ, ἤτοι λάλος. μαινόμενος ἄσωτος γάλλος, κατὰ

τοὺς παλαιούς. οὗ χρῆσις καὶ παρὰ Λυκόφρονι. ὁ δ' αὐτὸς, καὶ βαβάκτης ἐκ τοῦ

βάζειν. ὅθεν καὶ βάκχος φασὶν ὁ μανιώδης καὶ ἀκρατής. ὁ μέντοι ἄβαξ, ἀνάπαλιν ὡς

ἐν ῥητορικῷ κεῖται λεξικῷ, τὸν ἄλαλον δηλοῖ καὶ ἀσύνετον καὶ ἄπειρον, παρὰ τὸ μὴ

βάζειν. δῆλοι δέ φασι καὶ σανίδιον ὁ ἄβαξ, ὅθεν ἀβάκιον ἐφ' οὗ ψηφίζουσι. δῆλον δὲ

ὅτι οὐκ ἂν χρῄζοι τῆς λέξεως τοῦ ἀβακεῖν, ὁ καταλογάδην γράφων. (ῃερς. 250.) Τὸ

δὲ ἐγώ μιν οἴη ἀνέγνων, τὸ πρὸς μορφὰς περίεργον τῆς Ἑλένης δηλοῖ ὡς καὶ

προδεδήλωται. καὶ κεῖται τὸ ἐγὼ κἀνταῦθα, πρὸς διαστολὴν, ὡς καὶ πρὸ ὀλίγων ἐν

τῷ, οὐκ ἂν ἐγὼ μυθήσομαι. λέγει γὰρ ἡ Ἑλένη, ὡς ἐγὼ μόνη καὶ οὐδεὶς ἄλλος καί τοι

τοιοῦτον σχηματισθέντα τὸν Ὀδυσσέα, ἐγνώρισα. πῶς δὲ οὐκ 1.164 ἔμελλεν αὐτὸν

ἐκεῖνον τὸν Ὀδυσσέα γνῶναι ὃν μυριάκις εἶδεν, ἡ τὸν Τηλέμαχον γνοῦσα ὃν εἶδεν

οὐδέποτε; εἰς γὰρ πιθανότητα τοῦ παρόντος ἐπλάσατο ἐκεῖνο ὁ ποιητής. Καὶ ὅρα ὅτι

πολὺ πιθανώτερος ὁ Ὁμηρικὸς οὗτος ὑπὸ μόνης Ἑλένης ἀναγνωρισμὸς, ἤπερ ὁ κατὰ

Εὐριπίδην ἐν ᾧ καὶ τῇ Ἑκάβῃ κατεῖπεν ἡ Ἑλένη. (ῃερς. 251.) Τὸ δὲ εἰρώτων, διὰ

διφθόγγου ἄρχεται ὡς ἀπὸ τοῦ εἰρωτῶ. οὗ ἡ χρῆσις ἐν τοῖς ἑξῆς. Κερδοσύνην δὲ, τὴν

ἐπικερδῆ λέγει βουλήν. οἱ δὲ ὕστερον, καὶ τὴν δολιότητα, ὡς ἀπὸ τῆς κερδοῦς ἥ

ἐστιν ἀλώπηξ. Τὸ δὲ λούειν, ὅρα κἀνταῦθα γυναικῶν ἴδιον. φησὶ γὰρ ἡ Ἑλένη ὡς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

186

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!