18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

εἰπόντι ὡς οἱ ἄγροικοι, καὶ κραδοφάγοι λέγονται καὶ 1.48 κραδοπῶλαι, ὡς ἀπὸ

φύλλων καὶ δένδρων ποριζόμενοι. Σημείωσαι δὲ ὅτι ταῦτα μὲν, προεκθετικὴ ὡσανεὶ

κεφαλαίωσίς ἐστι τῶν ἐσύστερον περὶ Λαέρτου ῥηθησομένων. μετ' ὀλίγα μέντοι,

καθαρὰ προέκθεσις φανεῖται ἐν τῷ, οὔτοι ἔτι δηρόν γε φίλης ἀπὸ πατρίδος αἴης

ἔσσεται, καὶ ἑξῆς. Ἁπλότητος δὲ ἡρωϊκῆς καὶ ἀφελείας, ἡ δι' ἀμφιπόλου γραὸς

ὑπηρεσία. ἧς εὐθεῖα, οὐ μόνον γραῦς ὡς ναῦς, καὶ γρηῦς ὡς νηῦς ἐξ ὧν τὸ νηῒ καὶ

γρηῒ, ἀλλὰ καὶ γρηΐς, ἔτι δὲ καὶ γραΐς. ὅθεν τὸ γραίδιον ὑποκοριστικῶς. καὶ

συνῃρημένως; γρᾴδιον. οἷον, μετὰ γρᾳδίου βαρβάρου διατελῶν, (ῃερς. 193.) Τὸ δὲ

ὅτε ἂν αὐτὸν κάματος κατὰ γυῖα λάβῃ, ἐντελέστατα εἴρηται. καὶ χρὴ ἔχειν αὐτὸ εἰς

σαφήνειαν τοῦ, περὶ ῥά ἑ χαλκὸς ἔλεψε φύλλα καὶ φλοιόν. καὶ τῶν ὁμοίων. ὡς

λειπούσης καὶ ἐκεῖ τῆς κατˉα προθέσεως. εἰ δὲ ἦν, ὅτε ἂν αὐτὸν κάματος γυῖα λάβῃ,

ἦν ἂν καὶ αὐτὸ ἐλλειπτικῶς ὅμοιον ἐκείνοις. (ῃερς. 194.) Ἑρπύζειν δὲ λέγεται νῦν ὡς

ἐκ μεταφορᾶς, τὸ βραδέως βαδίζειν, ἢ διὰ γῆρας, ἢ καὶ διὰ λύπην πολλὴν τὴν ἐπὶ τῷ

φίλῳ υἱῷ καθὰ καὶ Ἀχιλλεὺς ἐν Ἰλιάδι ὁ σθεναρώτατος, καὶ ὠκύτατος, ἑρπύζει περὶ

τὴν τοῦ ἑταίρου πυρκαϊάν. Γουνὸς δὲ, ὁ γόνιμος τόπος καὶ κάρπιμος, ἀπὸ τοῦ γονὸς

ὀξυτόνου ὀνόματος, Ἰωνικῇ ἐπενθέσει τοῦ ˉυ. γόνος μὲν γὰρ βαρυτόνως, ὁ

γεννώμενος. γονὸς δὲ πρὸς διάφορον σημασίαν ὀξυτόνως, ὁ γόνιμος. Ἀλωὴ δὲ,

τριχῶς. ἥ, τε σιτοφόρος γῆ. καὶ ἡ δενδροφόρος. καὶ ἡ ἀμπελόφυτος. διὸ καὶ ὁ

ποιητὴς ἀλωῆς εἰπὼν, ἐπήγαγε καὶ οἰνοπέδοιο, ἵνα μὴ ἀσαφὴς ἡ λέξις ᾖ,

ἀορισταίνουσα διὰ τὸ πολυσήμαντον. Ἰστέον δὲ ὅτι ἀλωή ποτε, καὶ ἡ ἅλως ἐκ τοῦ

ἀλοίω τὸ τύπτω καὶ συντρίβω, ἐκτάσει τοῦ ˉο εἰς ˉω. ἔνθα τρίβονται οἱ καρποί.

(ῃερς. 195.) Ὅτι ἐπιδήμιος ἁπλῶς μὲν, ὁ ἐξ ἀλλοδαπῆς εἰς τὴν πατρίδα ἐλθών.

ἐνταῦθα δὲ ἐπὶ Ὀδυσσέως, καὶ πλεῖόν τι ἡ λέξις ἐμφαίνει. ἐπεὶ γὰρ ἐν δήμῳ Ἰθάκης

ἐστὶ τὸ τοῦ Ὀδυσσέως βασίλειον, λέγοιτο ἂν αὐτὸς ἐπιδήμιος εἶναι, καὶ ὡς εἰς τὸν

τοιοῦτον δῆμον ἐλθών. ἐν δὲ Ἰλιάδι ἐπιδήμιος πόλεμος, ὁ ἐμφύλιος. (ῃερς. 196.) Ὅτι

βλάπτειν ὁδοῦ ἢ κελεύθου, τὸ κατέχειν καὶ κωλύειν. ἔστι δὲ καὶ βλάβω σεσιγημένος

ἐνεστώς. ἐξ οὗ τὸ, βλάβεται δέ οἱ γούνατ' ἰόντι. καὶ τὸ ἐβλάβη. καὶ ὄνομα ἡ βλάβη.

καὶ τὸ ἀπ' αὐτῆς βλάβος παρὰ τῷ κωμικῷ πρὸς ὁμοιότητα τοῦ, δίψα δίψος καὶ τῶν

ὁμοίων. Ἰστέον δὲ ὅτι καθὰ τὸ βλάπτω ἐν τῇ διφορήσει ἀναφαίνει τὸ ˉβ οὕτω σὺν

ἄλλοις καὶ τὸ στρέφω. καὶ δῆλον αὐτὸ, ἔκ τε τοῦ στρεβλὸς, καὶ τοῦ στραβὸς, οὗ

παρώνυμον ὁ Στράβων. ἔτι δὲ καὶ ἐκ τοῦ ἀστράβη. ὃ σημαίνει σέλλαν καὶ σαγμάριον.

οἷον. ἠπειλήσατο τῷ ὀνηλάτῃ, τὰ γύναια καταβαλεῖν σὺν τοῖς ὀναρίοις καὶ ταῖς

ἀστράβαις. Ἔτι ἰστέον καὶ ὅτι βλάπτειν κυρίως τὸ ἐμποδίζειν τὸν τρέχοντα, καὶ

οἱονεὶ βάλλειν ὅ ἐστι ῥίπτειν καὶ οὕτως ἰάπτειν. ἐξ ὧν δοκεῖ τὸ βλάπτειν συγκεῖσθαι.

καὶ ἔστιν ὅμοιον, βλάπτειν εἰπεῖν καὶ σφάλλειν. οὗ τὸ ἀνάπαλιν, ἀνασφάλλειν.

ἤγουν ἀνίστασθαι καὶ ὀρθοῦσθαι. καὶ Ὅμηρος οὖν οὐχ' ἁπλῶς εἶπε βλάπτειν ἀλλὰ

βλάπτουσι κελεύθου, ἤτοι ἐμποδὼν γίνονται εἰς ὁδόν. (ῃερς. 198.) Ὅτι τὸ, ἀλλ' ἔτι

που ζωὸς κατερύκεται εὐρέϊ πόντῳ, προϊών που ὁ ποιητής, παρῳδεῖ κατὰ τὴν τοῦ

ἔπους ἀρχὴν, οὕτω. εἰς δ' ἔτι που ζωὸς κατερύκεται εὐρέϊ πόντῳ, τοῦτο δέ τις

παρῳδήσας ἐν τῷ τέλει ἀστείως, ἐπὶ προσώπου ἀξιολόγου ἐρεῖ. εἷς δ' ἔτι που ζωὸς

κατερύκεται εὐρέϊ κόσμῳ. οἱονεὶ λέγων ὅτι ὁ δεῖνα μόνος ἐναπέμεινε τῷ κόσμῳ. καὶ

προσφωνητικῶς δέ ποτε ἐρεῖ πρός τινα. εἷς δ' ἔτι που ζωὸς κατερύκεαι, καὶ ἑξῆς. Ὅτι

τὸ ἀμφιρύτη ὥσπερ ἐν τοῖς πρὸ τούτου, οὕτω καὶ ἐνταῦθα διὰ τὸ μέτρον, ἓν ἔχει

ἀμετάβολον. (ῃερς. 199.) Ὅτι ὁ ποιητὴς χρησμοῦ μιμεῖται λοξότητα ἐν οἷς ὁ Μέντης

πῇ μὲν, λέγει ὅτι ζῶν Ὀδυσσεὺς κατερύκεται ἐν νήσῳ ἀμφιρύτῃ, ὅπέρ ἐστιν ἀληθές.

πῇ δὲ, ὅτι χαλεποὶ δέ μιν ἄνδρες ἔχουσιν ἄγριοι, ὅπερ οὐκ ἀληθές. ἡ γὰρ τοιαύτη

νῆσος, ἔκτοπος καὶ ἀοίκητος ἀνδράσι πλάττεται. Καὶ σημείωσαι ὅτι συνεπιπλέκονται

ὧδε τὰ ἀληθῆ τοῖς μὴ τοιούτοις, ὡς ἂν ἡ τοῦ μέλλοντος γνῶσις ἀνθρωπίνως

ταράττοιτο. καὶ ἵνα μὴ δὲ ἀπίθανος ὁ λόγος δοκοίη. πῶς γὰρ ὁ φαινόμενος οὗτος

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

55

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!