18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

(ῃερς. 137.) εἶτα δεικνὺς ὡς οὐ πρὸς τὴν Ὀδυσσέως ἀνδρίαν ἡ παραβολὴ ἀλλὰ πρὸς

ἔκπληξιν ἣν ἐξ αὐτοῦ αἱ γυναῖκες ἔπαθον, ἐπάγει. σμερδαλέος δ' αὐτῇσι φάνη

κεκακωμένος ἅλμῃ. εἰ γὰρ καὶ τὴν ἅλμην ἀποπλυνάμενος κάλλεϊ καὶ χάρισι στίλβει,

ἀλλὰ νῦν διὰ τὴν πολυήμερον κάκωσιν, πολὺ τὸ σμερδαλέον ἔχει ἄλουτος ὤν. (ῃερς.

138.) οὗ δεῖγμα, ὁ τῶν ἀμφιπόλων φόβος. φησὶ γάρ. τρέσσαν δ' ἄλλυδις ἄλλη ἐπ'

ἠϊόνας προυχούσας. πλάττει δὲ ταῦτα Ὅμηρος κατὰ τὸ εἰκός. καὶ πᾶσα μὲν γάρ φασι

νεότης, διὰ ἀπειρίαν ἔμφοβος. ἡ δὲ θήλεια, μᾶλλον. μάλιστα δὲ, αἳ ἐν τρυφῇ διὰ τὸ

ἄηθες καταπλήττονται. (ῃερς. 139.) ἡ μέντοι Ναυσικάα μόνη ἔμενεν οὐδέν τι

ἀγεννὲς παθοῦσα, διὰ σύνεσιν. διὸ λέγει ὁ ποιητὴς ὡς ἡ Ἀθηνᾶ ταύτῃ θάρσος ἐνὶ

φρεσὶ θῆκε, καὶ ἐκ δέος εἵλετο γύων. (ῃερς. 141.) στῆ δ' ἄντα σχομένη, ἤγουν

κρατηθεῖσα ἡ ἐπισχοῦσα ἑαυτὴν τῆς φυγῆς. λογίζεται γὰρ φρονίμως, ὡς οὐδέν τι

ἔχει φοβερὸν ἡ νῆσος καθάπερ αὐτὴ κατασκευάσει ἐν τοῖς ἑξῆς. ὥστε οὐδὲ φοβητέον

τὸν βλεπόμενον. Ὁμήρου δὲ καὶ τοῦτο δεινότης διὰ τὸ εὐπλαστότερον. εἰ γὰρ ἡ τοῦ

βασιλέως θυγάτηρ ἔφυγεν, εἰς κακόζηλον ἐνέπιπτεν ἡ Ὁμηρικὴ πλάσις καὶ οὐκ ἦν

καλῶς πιθανεύσασθαι τὰ ἐφεξῆς. ὥστε καὶ τὸ Ὁμηρικὸν εὐμέθοδον εἴη ἂν, ἡ τὴν

κόρην ποιοῦσα μένειν Ἀθηνᾶ. εἶχε μὲν γὰρ Ὀδυσσεὺς ἐν τῷ τὰς γυναῖκας φυγεῖν,

αὐτὸς λαβὼν ἐνδύσασθαι καὶ γενέσθαι τῆς πόλεως. πολλαὶ δὲ ἂν οὕτω τῶν

Ὁμηρικῶν Χαρίτων ἐπέλιπον ἐνταυθοῖ. διὸ κατά τινα Ἀθηνᾶν, τὸ εὐπλαστατότερον

φρονίμως ἐπελέξατο. Ὅρα δὲ καὶ ὡς ἐν τῇ ῥηθείσῃ παραβολῇ στρέψας ὁ ποιητὴς τὸ

νόημα, τὰς κόρας ἃς φθάσας νύμφαις εἴκασεν ἐρεσιβίοις, τὰς αὐτὰς κατὰ νοῦν

ἄλλον, βουσὶ καὶ ἐλάφοις ἐνταῦθα καὶ μήλοις ἐξομοιοῖ αἷς ἐπέρχεται λέων. τοιαῦτα

δὲ καὶ ἐν ἄλλοις ποιεῖ. ὡς καὶ ὅτε τὸν Ἀγαμέμνονα πῇ μὲν, τρισὶ θεοῖς εἰκάζει ἐν

Ἰλιάδι. πῇ δὲ ταύρῳ ἀγέλης ἐξάρχοντι. κατὰ διαφόρους ἐννοίας τὰ τοιαῦτα ποιῶν.

καὶ οὕτω μὲν ταῦτα. (ῃερς. 130.) Τὸ δὲ ἀλκὶ πεποιθὼς, πολλαχοῦ κεῖται καὶ ἐν Ἰλιάδι

παρὰ τῷ ποιητῇ. καὶ δεδήλωται περὶ αὐτοῦ τὸ ἀρκοῦν. (ῃερς. 131.) Τὸ δὲ ὑόμενος καὶ

ἀήμενος, δι' ὁμοιότητα ἐτέθη πλείω. ἵνα μὴ λέοντι ἁπλῶς ὁ τῇ ἅλμῃ κεκακωμένος

εἰκάζηται, ἀλλὰ χειμαζομένῳ καὶ οὕτως ἐπὶ πλέον ἀγριουμένῳ. (ῃερς. 132.) Τὸ δὲ

ὄσσε δαίεται τουτέστι πυρόεν βλέπει, συντομώτατα μὲν ἐῤῥέθη. ἀλλαχοῦ γὰρ, πυρὶ

λαμπετόωντι ἐοίκασιν οἱ τοιοῦτοι ὀφθαλμοί. δοκεῖ δὲ καί τι ἀστειότητος ἔχειν

ἀντιθετικῆς. ἵνα λέγῃ ὡς αὐτὸς μὲν, πρόεισιν ὑόμενος. οἱ δὲ ὀφθαλμοὶ αὐτῷ,

καίονται. ὡς τοῦ πολλοῦ ὑετοῦ ἀνάπτοντος αὐτῷ τὸν θυμόν. Ὅτι δὲ οὐ μόνον λέων

καὶ σῦς ἄγριος ὄσσε δαίεται καὶ πῦρ δέδορκεν ἀλλὰ καὶ δράκων, δηλοῖ ὁ γράψας τὸ,

δράκοντες πῦρ ὁρῶντες οἷον ὀξύτατον. (ῃερς. 133.) Τὸ δὲ βουσὶ μετέρχεται, κρεῖττον

γράφειν, ἐπέρχεται. Ἀγρότεραι δὲ καὶ ἐνταῦθα ἔλαφοι, οὐ μόνον αἱ ἄγριαι, ἀλλὰ καὶ

αἱ ἀγηρότεραι, καὶ κατὰ τὴν ζωϊκὴν ἱστορίαν, πολυχρόνιοι. Τὸ δὲ κέλεται γαστὴρ,

συντελεῖ καὶ αὐτὸ πάνυ εἰς τὴν παραβολὴν ὡς γὰρ τὸν λέοντα ἡ γαστὴρ πείθει καὶ ἐς

πυκινὸν δόμον ἐλθεῖν κατὰ τὸν παρὰ τῷ Ἀράτῳ μονόλυκον, οὕτω καὶ Ὀδυσσεὺς

φανεῖται ἀναγκαίως ταῖς κόραις. χρειὼ γὰρ ἵκανεν. Ἐκ δὲ 1.244 τοῦ, κέλεται γαστὴρ

λαβόντες οἱ μεθ' Ὅμηρον, δέσποιναν ἐφίστασθαι τοῖς τὴν ζῴοις γαστέρα εἶπον.

(ῃερς. 136.) Τὸ δὲ κούρῃσι μίξεσθαι, οὐ παιγνιῶδες κατὰ τὸ, μίγη φιλότητι καὶ εὐνῇ.

καὶ, ἀνδράσι μίσγεται ἀμφαδίην πρὶν γάμον ἐλθεῖν ἀλλ' ὥσπερ καὶ Φαίαξιν

ἐπιμίσγεται ἀντιθέοισιν ὁ Ὀδυσσεύς, οὕτω καὶ ἐνταῦθα ταῖς κόραις. (ῃερς. 138.) Τὸ

δὲ ἔτρεσαν, ἐπὶ φυγῆς ἐνταῦθα. εἰ καὶ οἱ μεθ' Ὅμηρον ἄλλως χρῶνται τῇ λέξει.

Ἠΐονες δὲ προὔχουσαι, αἱ προκείμεναι. ἵνα καθ' ὃν λόγον προβλῆτες πέτραι

λέγονται, οὕτω καὶ αἰγιαλοὶ προὔχοντες. χρήσιμον δ' ἐνταῦθα καὶ τὸ, ἀσκοῦ

προὔχοντα πόδα. ἐντεῦθεν δέ ποτε μεταφορικῶς καὶ προέχειν τὸ ἀξιωματικῶς

ὑπερέχειν. (ῃερς. 139.) Τὸ δὲ μένειν καὶ θάρσος ἔχειν, οὐ μακράν ἐστι τοῦ μένος καὶ

θάρσος σχεῖν. (ῃερς. 140.) Τὸ δὲ θάρσος ἐνὶ φρεσὶ θῆκε, καὶ τὸ, ἐκ δέος εἵλετο γυίων,

ἐκ παραλλήλου δηλοῦσι τὸ αὐτό. ἡ γὰρ τοῦ θάρσους ἔνθεσις, δέους ἐστὶν ἐξαίρεσις.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

277

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!