18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

σημαίνει. περὶ οὗ μηδὲν ἴσησί τις. οὔτε 1.55 αὐτὸς ἰδὼν, οὔτε γνοὺς ἀπὸ πύστεως

ἤτοι μαθήσεως. ἔστι δὲ τοῦτο καὶ ἐφερμενευτικὸν τοῦ, ἀκλειῶς Ἅρπυιαι

ἀνηρείψαντο. ἀκλεὴς γὰρ πάντως ἀνήρειπται, οὗ μηδαμοῦ κλέος. ὅ ἐστι φήμη.

τοιοῦτος δὲ, ὁ ἄϊστος ἄπυστος. Τὸ δὲ ἐμοὶ ὀδύνας τε γόους τε κάλλιπεν, ἀστείως

εἴρηται. οἱονεὶ γὰρ λέγει ὁ παῖς, ὅτι ὁ πατὴρ εἰς κληρονομίαν, λύπας μοι κατέλιπεν.

(ῃερς. 246.) Ὅτι διηγούμενος τὰ κατὰ τοὺς μνηστῆρας ὁ Τηλέμαχος, οὕτω φησίν,

ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι, ∆ουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι

Ζακύνθῳ. ἠδ' ὅσοι κραναὴν Ἰθάκην κατακοιρανέουσι. τόσοι μητέρα ἐμὴν μνῶνται,

τρύχουσι δὲ οἶκον. δέον ὂν μᾶλλον ἑδνοφορεῖν ὡς μνηστῆρας. ἡ δὲ, οὔτε ἀρνεῖται

στυγερὸν γάμον, δέδοικε γὰρ μὴ ἐκβιασθείη, οὔτε τελευτὴν ποιῆσαι δύναται ὡς

καραδοκοῦσα δηλαδὴ τὸν Ὀδυσσέα. οἱ δὲ φθινύθουσιν ἔδοντες, οἶκον ἐμόν. ὅπερ

ἀνωτέρω τρύχουσιν εἶπε. τάχα δή με διαῤῥαίσουσι καὶ αὐτόν. Καὶ σημείωσαι ὅτι νῦν

μὲν, ἁπλή ἐστι τῷ Τηλεμάχῳ ἡ διήγησις. ἐν δὲ τῇ ˉβ ῥαψῳδίᾳ, καὶ ἐνδιασκεύως τὸ

αὐτὸ πρᾶγμα καὶ ἐγκατασκεύως προαχθήσεται. καὶ ἄλλην ἐμβρίθειαν ἕξει δικανικῷ

λόγῳ πρέπουσαν. Ὅρα δ' ἐν τούτοις ὅτι τὸ ἐπικρατεῖν, δοτικῇ συνέταξεν. ὡς καὶ τὸ

ἄρχειν ἐν τῷ ἄρχευ Ἀργείοισι. Τὸ δὲ ἄριστοι, πιθανῶς ἔχει, ὡς τῶν τῆς Πηνελόπης

μνηστήρων τοιούτων ὡς εἰκὸς ὄντων. Τὸ δὲ ∆ουλίχιον, νῆσος ἐστὶ μία τῶν

Ἐχινάδων. αἱ δὲ Ἐχινάδες, νῆσοι εἰσὶ πρὸς τῇ ἐκβολῇ τοῦ Ἀχελῴου ποτμοῦ. ἡ δὲ

Σάμη, νῆσος περὶ Κεφαλληνίαν, λεγομένη καὶ Σάμος. καὶ ὁ πολίτης αὐτῆς, Σαμαῖος.

ὁ μέντοι τῆς ἑῴας Σάμου πολίτης, Σάμιος λέγεται. περὶ δὲ αὐτῆς γέγραπται κάλλιον

ἐν τοῖς εἰς τὸν περιηγητήν. Τὸ δὲ ὑλήεντι Ζακύνθῳ, ὅμοιόν ἐστι τῷ, ἠμαθόεντι Πύλῳ

ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη. Ὑλήεις δὲ, τουτέστιν ὕλην ἔχουσα. καὶ οὐ τραχεῖα κατὰ τὴν

Ἰθάκην ἥτις κραναὴ λέγεται διὰ τὴν τραχύτητα. (ῃερς. 247.) Τὸ δὲ κατακοιρανέουσι,

δηλοῖ τὸ βασιλεύουσι καὶ ὡς ἀνωτέρω ἔφη, ἐπικρατέουσιν. ἢ τὸ βασιλικὰ δρῶσιν. ὡς

καὶ Ὀδυσσεὺς ἐν Ἰλιάδι, κοιρανέων διεῖπε στρατόν. ἤγουν δρῶν ἔργα βασιλικά. Καὶ

σημείωσαι ὅτι παρὰ τοῖς παλαιοῖς οἱ ἔνδοξοι καὶ ἄριστοι, προσρήσεσιν ἐκοσμοῦντο

βασιλικαῖς, ὡς καὶ μετ' ὀλίγα φανήσεται. (ῃερς. 252.) Τὸ δὲ στυγερὸν γάμον, τὴν τῶν

μνηστήρων αἰνίττεται βίαν. πῶς γὰρ οὐ πολλὴ βία καὶ πτοία, ἔνθα οὐ δύναταί τις

ἀρνεῖσθαι τὸ στυγερόν; Τελευτὴ δὲ δὲ παρὰ τοῖς παλαιοῖς, τὸ τέλος τοῦ ἔργου. καὶ

τελευτᾶν, τὸ εἰς τέλος τι ἄγειν. διὸ μετ' ὀλίγα φησίν. αὐτὰρ ἐπὰν πάντα τελευτήσῃς

τὲ καὶ ἔρξῃς, ἤτοι ἀποπληρώσῃς. οὕτω δὲ καὶ τελευτῶν τις ἐποίει τό δέ τι, τουτέστιν

ἐν τῷ τέλει τῶν βουλευμάτων. οἱ δέ γε μεθ' Ὅμηρον, πρῶτα μὲν, καὶ τὸν θάνατον

τελευτὴν ζωῆς ἔλεγον. καὶ τελευτᾶν τὸν βίον. καὶ τοιαῦτά τινα ὕστερον δὲ

κατεκράτησε, τελευτὴν ἁπλῶς τὸν θάνατον λέγεσθαι. Τὸ δὲ φθινύθειν, μέση λέξις

ἐστί. καὶ ἐνταῦθα μὲν δηλοῖ τὸ φθείρειν, καὶ ἀπόλλειν. φθινύθουσι γὰρ οἱ μνηστῆρες

τὸν οἶκον τοῦ Τηλεμάχου. ἀλλαχοῦ δὲ, πάθος δηλοῖ. οἷον. τούσδε δ' ἔα φθινύθειν

ἕνα καὶ δύο. τουτέστι φθείρεσθαι καὶ ἀπόλλυσθαι. Τὸ δὲ τάχα, σημειοῦνται οἱ

παλαιοὶ, μηδέ ποτε παρὰ τῷ ποιητῇ διστακτικὸν εὑρίσκεσθαι, ἀλλὰ ἀντὶ τοῦ ταχέως

ἀεὶ παραλαμβάνεσθαι. γενόμενον κατὰ συγκοπὴν ὡς σαφέα σάφα ἀντία ἄντα, οὕτω

ταχέα τάχα. ὃ καὶ ὅμοιόν ἐστι τῷ ταχύ. ταυτὸν γὰρ εἰπεῖν, τάχα με διαῤῥαίσουσι, καὶ

ταχὺ διαῤῥαίσουσιν. (ῃερς. 253.) Ὅτι τὸ, τόν δ' ἐπαλαστήσασα προσέφη Παλλὰς, οὐκ

ἔστι παρήχησις διὰ τὴν ταυτότητα τοῦ ἤχου τοῦ ἐπαλαστήσασα καὶ Παλλὰς, ἀλλ'

ἁπλῶς οὕτως ἐκ τοῦ παρατυχόντος αἱ λέξεις συνέπεσον. πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα

ἐν τοῖς ἑξῆς εὑρεθήσονται. Ὅμηρος γὰρ ἐν σπουδαίοις λόγοις τοιαῦτα παίζειν οὐκ

εἴωθεν. Ἐπαλαστεῖν δὲ λέγεται, τὸ δεινοπαθεῖν ὡς ἐπὶ ἀλάστοις καὶ ἀλαθήτοις

κακοῖς. οὗ τὸ ἁπλοῦν ἐν Ἰλιάδι, ἔνθα ὁ Ἄσιος ἀλαστήσας, ἔπος ἤυδα. καὶ θεοὶ δὲ

ἠλάστεον. ἐκ δὲ τούτου καὶ ὁ Ἀλάστωργίνεται οὐ μόνον τὸ κύριον, ἀλλὰ καὶ

φθονερὸν δαιμόνιον. καὶ Ζεὺς ἀλάστωρ οὗ ἡ βλάβη ἄληστος. ἢ ὃν οὐκ ἔστι λαθεῖν. ἢ

ὁ ἐπαμύνων τοῖς ἄλαστα παθοῦσι. λέγεται δέ φασιν ἀλάστωρ, καὶ ὁ τιμωρός. καὶ ὁ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

63

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!