18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

εἴρηται, ἐν τοῖς εἰς τὴν Ἰλιάδα κεῖται. οὕτω δὲ καὶ περὶ κλιμάκων, ὅτι καὶ πολεμικαί

εἰσιν. ὧν ἐτυμολογία ἐκ τοῦ κλῶ κλίνω. οὐδεμιᾶς γὰρ κλίμακος ὄφελος, εἰ μὴ

κλίνεται ἀλλὰ πάντῃ ὄρθιος ἵσταται. ὡς δὲ καὶ θεωρικὴ κλίμαξ ἐστὶν, εἰς τὴν Ἰλιάδα

ζητητέον. Ὅτι δὲ καὶ κολαστήριος ἦν κλίμαξ καθὰ καὶ τροχὸς ἀναλεκτέον ἐκ τῶν

παλαιῶν. οἱ δὲ ῥήτορες παράγωγον ἐξ αὐτῆς ἔχουσι σχῆμα τὸ κλιμακωτόν. ἔστι δ'

αὐτῆς ὑποκοριστικὸν τὸ κλιμάκιον. ἐξ οὗ καὶ ἀστέϊσμά τι ἐῤῥέθη τὸ ἐν τοῖς μετὰ

ταῦτά που ῥηθησόμενον. ἐκεῖθεν δὲ καὶ αἱ παρὰ 1.395 τῷ δειπνοσοφιστῇ κλιμακίδες,

γυναῖκες ἐκεῖναι κολακίδες λεγόμεναι οὕτως, ἐπεὶ ἀρεσκευόμεναί φασι ταῖς

μεταπεμψαμέναις αὐτὰς ἐνδόξοις γυναιξὶ, κλίμακα ἐξ ἑαυτῶν ἐποίουν οὕτως, ὥστε

ἐπὶ νώτοις αὐτῶν ἀνάβασιν γίνεσθαι καὶ κατάβασιν ταῖς ἐπὶ τῶν ἁμαξῶν

ὀχουμέναις. τοιοῦτον δέ τι καὶ ἡ νῦν γενεὰ ποιεῖ, ὅτε ὁ κελητίζων οὐ δύναται ῥᾷον

ἀναβῆναι εἰς τὴν ἐφεστρίδα. κατακύψαντος γάρ τινος ἡ ῥάχις αὐτοῦ εἰς ἀναβολέα

σχεδιάζεται τῷ κέλητι. Ὅτι δὲ ἡ κλίμαξ καὶ σύμβολον ὑποβάλλει τύχης ἀστατούσης

διὰ τὸ τοὺς μὲν ἀνάγειν ὑψοῦ κατ' εὐπραγίαν, τοὺς δὲ ἀνάπαλιν ταπεινοῦν,

ἐδήλωσεν ὁ σοφὸς Πιττακὸς, ὃς ἐν Μιτυλήνῃ ἀνετίθει ἐν τοῖς ἱεροῖς κλίμακας,

αἰνιττόμενός φασι τὴν ἐκ τύχης ἄνω καὶ κάτω μετάπτωσιν, ὡς τῶν μὲν

εὐτυχούντων ἀνιόντων, καταβαινόντων δὲ τῶν ἄλλως πασχόντων. (ῃερς. 552.)

Σημείωσαι δὲ ὅτι, ὡς καὶ ἐν Ἰλιάδι ἐδηλώθη, ἐπὶ Θερσίτου καὶ ἀφελῆ τινὰ πρόσωπα

καὶ οὐ πάνυ σπουδαῖα εἰς Τροίαν ἐστρατεύσατο. οἷος δή τις καὶ ὁ Ἐλπήνωρ ἐνταῦθα,

ὃν Ὅμηρος οὐκ ἐθέλων σφοδρῶς κακολογεῖν προάγει τὸν περὶ αὐτοῦ λόγον

ἀποφατικῶς εἰπὼν, οὔτε ἀνδρεῖον πάνυ οὔτε φρενήρη αὐτὸν εἶναι. πολυμαθείας δὲ

χάριν οἱ παλαιοὶ καὶ τοιαῦτα παρενείρουσιν οἷς γράφουσιν, ἵνα καὶ τοιούτων

εὐπορία τις γένοιτο τοῖς ἱστορεῖν ἐθέλουσιν, ἐκεῖθεν τὸν μωρὸν οἴδαμεν σάνναν

καλεῖσθαι ὡς ἀπό τινος κυρίου ὀνόματος. καὶ παράγεται Κρατῖνος, κωμῳδῶν

τοιοῦτον, τὸν Θεοδοτίδην σάνναν. ἐξ ἐκείνων δὲ καὶ κοροίβους τινὰς

ἀποσκώπτομεν, μαθόντες τινὰ Κόροιβον εὐήθη Μυγδόνα Φρύγα τὸ γένος ὕστατον

τῶν ἐπικούρων ἀφικόμενον τῷ Πριάμῳ δι' εὐήθειαν. οὕτως ἔγνωμεν καὶ τὸν

ἄφρονα Μαργίτην τὸν ἀπὸ τοῦ μαργαίνειν ὅ ἐστι μωραίνειν. ὃν ὁ ποιήσας τὸν

ἐπιγραφόμενον Ὁμήρου Μαργίτην ὑποτίθεται εὐπόρων μὲν εἰς ὑπερβολὴν γονέων

φῦναι, γήμαντα δὲ μὴ συμπεσεῖν τῇ νύμφῃ ἕως ἀναπισθεῖσα ἐκείνη τετραυματίσθαι

τὰ κάτω ἐσκήψατο. φάρμακόν τε μηδὲν ὠφελήσειν ἔφη, πλὴν εἰ τὸ ἀνδρεῖον αἰδοῖον

ἐκεῖ ἐφαρμοσθείη. καὶ οὕτω θεραπείας χάριν ἐκεῖνος ἐπλησίασεν. ὁμοίως καὶ τὸν

Μαμμάκουθον, καὶ τὸν Μελιτίδην, καὶ τὸν Ἀμφιετίδην, οἳ διαβόητοι ἐπὶ μωρίᾳ

ἦσαν, ὧν ὁ Μελιτίδης ἀριθμεῖν τε μὴ ἐπίστασθαι λέγεται εἰ μὴ ἄχρι τῶν πέντε, καὶ

ἀγνοεῖν πρὸς ὁποτέρου τῶν γονέων ἀποκυηθείη, καὶ νύμφης μὴ ἅψασθαι,

εὐλαβούμενος τὴν πρὸς μητέρα διαβολήν. ὥσπερ δὲ τούτους ἡ ἱστορία λόγου

ἠξίωσεν ἐν οἷς καὶ τὸν τὰ κύματα μετροῦντα Πολύωρον, καὶ τὸν ἐν τῷ καθεύδειν

θέμενον ὑδρίαν κενὴν ὑγροῦ πρὸς τῇ κεφαλῇ, καὶ θλιβούμενον τῇ σκληρότητι, καὶ

διὰ τοῦτο ἄχυρα παραβύσαντα καὶ τὸ σκεῦος πλήσαντα ἵνα οἱ δῆθεν μαλακὸν εἴη

προσκεφάλαιον, οὕτω παρέπληξε ἑαυτῇ καὶ τοὺς ἔμπαλιν πονηροτάτους. ὁποῖος

τοὔνομα μὲν Ἀχαιός. τὸ δὲ ἐπίθετον καλλικῶν ἤγουν, ὡς εἰπεῖν, καλὸς εἰς τὸ κοεῖν

ἤγουν νοεῖν, ἀναλόγως τῷ ἀμνοκῶν. ἤγουν ὁ ἀμνὸς τὰ ἐς νοῦν. ὅ πέρ ἐστι

προβατώδης καὶ εὐήθης. ἦν δὲ καὶ προδότης ὁ καλλικῶν. προσιστορεῖται δὲ καὶ

Φρυνώνδας, πανοῦργος καὶ κακοήθης, καθὰ καὶ οἱ ἐν τοῖς ἐφεξῆς δηλωθησόμενοι

Εὐρύβατοι. ὁμοίως δὲ καὶ οἱ κέρκωπες, ἀφ' ὧν καὶ ἀγορὰ καλουμένη κερκώπων

Ἀθήνῃσιν ἐν Ἡλιαίᾳ καὶ παροιμία, κερκωπίζειν. καὶ μὴν αὐτὸ εἰρῆσθαι φασί τινες

ἀπὸ ζῴων προσσαινόντων τῇ κέρκῳ. (ῃερς. 560.) Ἰστέον δὲ ὅτι οἱ ῥηθέντες

σπόνδυλοι καὶ διὰ τοῦ ˉφ ἐλέγοντο σφόνδυλοι, ὧν παράγωγον ἐν Ἰλιάδι οἱ

σφονδύλιοι. παρὰ δὲ τοῖς παλαιοῖς φέρεται καὶ ὅτι σφονδύλη, ῥίζα ὁμοία σιλφίῳ. καὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

450

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!