18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

τοῦ Ἀθηναίου, φαίνεται καὶ ὅτι σκὼψ, ἴσως δὲ καὶ σκώπευμα, σχῆμα ἦν ὀρχήσεως

ὡς καὶ ἐδηλώθη. σκὼψ γάρ φησι, σχῆμά τε τῶν ἀποσκοπούντων, ἄκραν τὴν χεῖρα

ὑπὲρ τοῦ μετώπου κεκυρτωκότων. λέγεται δέ φησιν ὁ σκὼψ, μικρότερος εἶναι

γλαυκὸς, καὶ ἐπὶ μολιβδοφανεῖ χρώματι, ἔχειν ὑπόλευκα στίγματα. δύο τὲ ἐκ τῶν

ὀφρύων παρ' ἑκάτερον κρόταφον ἀναφέρειν πτερά. ἕτεροι δὲ, δύο φασὶ γένη

σκωπῶν. καὶ οἱ μὲν, φθέγγονται οἱ δὲ οὔ. καὶ καλοῦνται οἱ μὲν, σκῶπες. οἱ δ'

ἀείσκωπες. ἄλλοι δέ φησι τοὺς παρ' Ὁμήρῳ, κῶπας ὡς καὶ ἀνωτέρω κεῖται χωρὶς

τοῦ σίγμα φασί. Τὸ δὲ σχῆμα τοῦ, σκῶπες ἴρηκές τε, σώφρων παρίσωσις, Ὁμήρῳ

πρέπουσα. ὃς ἀεὶ μετρίως καὶ ἡρωϊκῶς καλλωπίζει, οὐ μὴ κατὰ τοὺς ὕστερον μὴ

ζηλοῦντας αὐτόν. ὧν καὶ οἱ κωμικοί. πρὸς γέλωτα τὴν γραφὴν ὡραΐζοντες. ὁποῖος

καὶ ὁ γράψας τὸ, πᾶς δὲ κατ' οἴκους, μάττει. πέττει. τίλλει. κόπτει. εὕει. χαίρει.

παίζει. πηδᾷ. δειπνεῖ. πίνει. σκιρτᾷ. λορδοῖ. κεντεῖ. βινεῖ. οἷς ἐπάγει ἐκεῖνος καὶ τὸ,

μολπά. κλαγγά. ὀσμὴ σεμνὴ μυκτῆρα δονεῖ, λιβάνου. σμύρνης. καλάμου. στύρακος.

λίνδου. κίνδου. μίνθου. ἐν οἷς τὸ μὲν λορδοῦν, σχηματισμὸν δηλοῖ σώματος, οὐ

σεμνόν. λίνδος δὲ, ἀνθηρόν τι εὐῶδες ὁμώνυμον Λίνδῳ τῇ Ῥοδίᾳ πόλει. μίνθος δὲ,

οὐ πάντως κόπρος ἡ παρὰ τῇ κωμῳδίᾳ, παρ' ὑπόνοιαν. ἀλλ' ἡ λεγομένη

διαλελυμένως μὲν, καλὰ μίνθη. συνθέτως δὲ καλαμίνθη. περὶ δὲ κίνδου, ζητητέον.

ὁμοιοκαταληξία δὲ παιγνιώδης καὶ τὸ τυρὸς χλωρός. τυρὸς ξηρός. τυρὸς κοπτός.

τυρὸς ξυστός. τυρὸς τμητός. Ἔτι δὲ καὶ τὸ, αἲξ οὐρανία, κριὸς τομίας. κάπρος

ἐκτομίας. ὗς οὐ τομίας. καὶ οὕτω μὲν καὶ ταῦτα. Τὸ δὲ ἴρηκες, Ἰωνικῶς ψιλοῦται, ὡς

καὶ ἡ Ἰλιὰς ἐδήλωσεν. οὐ μὲν οὕτω πνευματισθήσεται καὶ ὁ ἱέραξ. Κορῶναι δὲ

εἰνάλιαι κατὰ τοὺς παλαιοὺς, αἱ αἴθυιαι. ἃς καὶ τανυγλώσσους λέγει, κατά τι ζωϊκὸν

ἴδιον. Τοῦ δὲ εἰνάλιαι, περίφρασις τὸ, αἷς θαλάσσια ἔργα μέμηλεν. οὐ πρὸς

σαφήνειαν ῥηθὲν τοῦ εἰνάλιαι, ἀλλὰ πρὸς ἔνδειξιν πλείω τοῦ, κορώνας τὰς αἰθυίας

εἰπεῖν. Ἡμερὶς δὲ κατὰ μὲν πολλοὺς, ἡ ἥμερος ἄμπελος πρὸς διαστολὴν τῆς

ἀγριάδος. ἣν καὶ τεθηλέναι φησὶ σταφυλαῖς, ὡς οἷα τοῦ καιροῦ ἐκείνου

μετοπωρινοῦ ὄντος. διὸ καὶ Νότος ἐτηρήθη τῷ Ὀδυσσεῖ τηνικαῦτα ὡς φιλοσόφῳ

πολυήμερος καθὰ ἐν τοῖς ἑξῆς δηλωθήσεται. ὃς δὴ Νότος, πολὺς τηνικάδε πνέει

καιροῦ ὡς καὶ Ἡσιόδῳ δοκεῖ. (ῃερς. 68.) Τετάνυστο δὲ ἡ τοιαύτη ἡμερὶς, διὰ τὸ μὴ δὲ

κλαδᾶσθαι ὡς εἰκός. διὸ καὶ σπαργῶσα ἦν καὶ διατοῦτο πλατυνομένη. ὅθεν καὶ

Ἀνάχαρσις ἐν Σκύθαις τὰ ἑλλαδικὰ διηγούμενος, φησὶ φυτὸν καθ' Ἑλλάδα εἶναι, ὃ

παραταθῆναι ἂν, ἕως καὶ εἰς Σκύθας εἰ μὴ κατ' ἔτος ἐτέμνετο. τὴν ἄμπελον ἐκεῖνος

αἰνιττόμενος οὕτω. καὶ ὧδε μὲν περὶ τῆς ἡμερίδος οἱ πλείους. ἐν δὲ ὑπομνήμασι

παλαιοῖς τοῖς εἰς τὸ ˉξ τῆς Ἰλιάδος, εἶδος λεπτοφλοίου δρυὸς ἡ ἡμερὶς λέγεται. καὶ ὁ

καρπὸς αὐτῆς, σταφυλή. φασὶ γὰρ ὡς αἱ μὲν ἄκαρποι καὶ πλαττύφυλλοι δρύες,

ἐρίφλοιοι καλοῦνται παρὰ Περγαμηνοῖς. αἱ δὲ λεπτόφυλλοι καὶ καρποφόροι,

ἡμερίδες. καὶ τοὺς ἐπ' αὐτῶν εὐθηνοῦντας βότρυς, σταφυλὰς καλοῦσιν. ἐξ ὧν καὶ ὁ

ἰξὸς γίνεται. ἡ γὰρ ἄκαρπος, κηκιδοφόρος ἐστὶ διὸ καὶ τὸ, δρυσὶν ὑψικόμοισιν ἐν τῇ

Ἰλιάδι, ἰξοφόροις γράφει Ἀγαθοκλῆς. καὶ ταῦτα μὲν οἱ παλαιοί. λέγονται δὲ μέχρι

καὶ εἰς ἡμᾶς ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη, δρύες τινές, ἡμερίδες περί που τὴν Θρᾴκην.

Ἰστέον δὲ καὶ ὅτι καθ' ὁμοιότητα τῆς κατὰ τὴν ἄμπελον σταφυλῆς, σταφυλὴ λέγεται

καὶ ὁ ἐν τῷ στόματι κίων. ὅτι δὲ τὸ βαρύτονον ἡ σταφύλη τεκτονικὸν ἐργαλεῖον

ἐστὶν, ἡ Ἰλιὰς δηλοῖ. Ἰστέον δὲ καὶ 1.1 ὅτι εἴπερ ἄμπελός ἐστιν ἡ ῥηθεῖσα ἡμερὶς,

εἰκὸς αὐτὴν καὶ αὐτόματον εἶναι κατὰ τὰ ἐν τῇ γῇ τῶν Κυκλώπων. ἔτι δὲ καὶ

ἀναδενδράδα. οὐ γὰρ χαμαὶ εἷρπε ταῖς ὄσχαις ὅ ἐστι τοῖς βοτρυηφόροις κλήμασιν,

ἀλλὰ τετάνυστο περὶ σπείους. καὶ εἴη ἂν καὶ αὐτὴ, ἁμάμαξυς. κατὰ τὸν εἰπόντα,

ἁμάμαξυς, σταφυλῆς γένος. οἱ δὲ, ἀναδενδράδα φασίν. ὅτι δὲ καὶ διάφορα εἴδη

ἀμπέλων, οἱ παλαιοὶ δηλοῦσιν. ἐν αἷς καὶ ἡ ξυστὰς, εἰκῇ φασι πεφυτευμένη ἄμπελος.

καὶ ἡ σταχὰς, ἡ κατὰ στοίχους δηλαδή. (ῃερς. 69.) Τὸ δὲ ἡβώωσα, μετήνεκται ὅθεν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

228

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!