18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἄναλτον, ἐκ τοῦ ἁλὸς ὡς ἐκεῖ ῥηθήσεται, παρήγαγον. ὅτι δὲ παρὰ τὴν ἅλμην

σύγκειται καὶ ὁ μυσάλμης καὶ τί ποτε αὐτὸς δηλοῖ, ῥηθήσεται ἐν τῷ, οὐδ' ἅλα δοίης.

(ῃερς. 497.) Τὸ δὲ ἐν νόστῳ ἀπώλοντο, πρὸς διαστολὴν ἐῤῥέθη τῶν ἐν τῷ Τρωϊκῷ

πολέμῳ. διὸ καὶ ἐπήγαγε. μάχῃ δὲ καὶ σὺ παρῆσθα. ὅπερ ἀνάμνησίς ἐστιν Ὁμηρική.

ὡς οἷα λέγοντος τοῦ ποιη 1.179 τοῦ, ὅτι τῶν Τρωϊκῶν τὰ μὲν τῆς μάχης, φθάσας

εἶπον ἤδη. τὰ δὲ μετὰ τὸν πόλεμον ἐν τῷ νόστῳ, οὐ δέον κρίνω πάντα εἰπεῖν. (ῃερς.

500.) Ὅρα δὲ ὅτι τὲ κοσμεῖ παρίσοις τὸ διήγημα, τῷ, ἐπέλασεν, ἐξεσάωσεν. ἔτι δὲ τῷ,

γυρῇσι πέτρῃσι μεγάλῃσι. καὶ ὅτι τὰς γυρὰς ταύτας, καὶ γυρέην πέτρην ἔφη ἑνικῶς.

ὁμοίως τῷ, Μάλειαν καὶ Μαλείας. καὶ τῷ Κρήτη τις νῆσος ἐστί. καὶ Κρητάων γένος

εὔχομαι εἶναι. καὶ ἑτέροις τοιούτοις. ἐν οἷς καὶ τὸ, ἂψ ἀπ' Ἀθηνάων. καὶ, Ἀθήνην

εὐρυάγυιαν. δῆλον δὲ ὡς ἐκ τοῦ γυρῆ, παράγωγον ἡ γυραία. ὡς ἀρχὴ ἀρχαία. ἀνάγκη

ἀναγκαία. σελήνη σεληναία. πέτραι δέ φασι περὶ Μύκονον εἰσὶν αἱ γυραί. Νῆσος δὲ

κυκλὰς ἡ Μύκονος. εἰκὸς δὲ καὶ στρογγύλην εἶναι τὴν πέτραν καὶ οὕτω κεκλῆσθαι

γυρήν. (ῃερς. 502.) Τὸ δὲ καὶ ἐχθόμενός περ Ἀθήνῃ, ἐμμαρτύρως ἔχει. οὔτε γὰρ

Ἀθηνᾶ ἐάσει ἀπολωλέναι τὸν Ὀδυσσέα εἰ καὶ Ποσειδῶν αὐτῷ κεχόλωται, οὐδ' ἂν ὁ

Ποσειδῶν ἀφῆκε κινδυνεῦσαι τὸν Λοκρὸν εἰ καὶ ὀργὴν εἶχεν αὐτῷ ἡ Ἀθηνᾶ. νῦν δὲ

εἰπὼν, ἀέκητι θεῶν φυγεῖν, καὶ λυπήσας οὕτως ἐν τῷ κοινῷ καὶ τὸν περισωσάμενον

Ποσειδῶνα, ἐξόλωλεν. (ῃερς. 501.) Ἔστι δὲ τὸ, ἐξεσάωσε θαλάσσης τὸν Λοκρὸν ὁ

Ποσειδῶν, οὐδὲν ἄλλο ἢ ὅτι κύμασιν ἠρεμαίοις φερόμενος καὶ προσπελάσας ἐκεῖνος

ταῖς πέτραις καὶ ἀναβὰς, περιεποιήθη. ἀπώλεια δὲ αὖθις αὑτοῦ ὑπὸ τοῦ Ποσειδῶνος,

τὸ προσραγῆναι βαρὺ κῦμα τῇ πέτρᾳ καὶ θρύψαι τι μέρος αὐτῆς δυστυχῶς τῷ Αἴαντι.

οὗ ἐμπεσόντος τῷ πόντῳ, συγκατέδυ καὶ ὁ Λοκρός. (ῃερς. 503.) Τὸ δὲ ἔκβαλε, πάνυ

ἀστείως ἐῤῥέθη. οὐ γὰρ εἶπεν ἀλλ' ἐξέβαλεν ἔπος ὑπερφίαλον, ὅ ἔστιν ἐξέῤῥιψε. καὶ

δοκεῖ ὅμοιον εἶναι τοῦτο πρὸς τὸ ἐκφεύγειν ἔπος ἕρκος ὀδόντων. Τὸ δὲ μέγ' ἀάσθη,

σκληρὸν μὲν λόγῳ πεζῷ, χρηστὸν δὲ εἰς ποίησιν. διὸ καὶ δὶς ἐνταῦθα ἐῤῥέθη.

δύναται δὲ καὶ ἄσθη δισυλλάβως εἶναι διὰ τὸ, ἆσέ με δαίμονος αἶσα. καὶ ἀάσθη

τρισυλλάβως διὰ τὸ, ἄτη ἣ πάντας ἀᾶται. (ῃερς. 505.) Τὸ δὲ μεγάλα αὐδῆσαι

τουτέστιν ὑπερηφανεύσασθαι, πεποίηκε μὲν τὴν παρὰ τοῖς ὕστερον

μεγαλοῤῥημοσύνην. ταυτὸν δέ ἐστι τῷ, ὑπερφίαλον ἔπος ἐκβαλεῖν. πλὴν ὅσον,

σφοδρὸν μὲν τὸ ὑπερφίαλον, λεῖον δὲ καὶ σεμνὸν τὸ μέγα. (ῃερς. 512.) Τὸ δὲ τρύφος,

ἐπὶ ἄρτου μὲν λέγεται, δύναται δὲ καὶ ἐπὶ ἄλλων, ὡς δηλοῖ τὸ, τριχθὰ καὶ τετραχθὰ

διατρυφὲν, ἔκπεσε χειρός. τὸ γὰρ διατρυφὲν, τρύφος ἂν εἴη. Ὅτι ἐκ παραλλήλου

ταυτοδύναμοι καὶ ἐνταῦθα κεῖνται λέξεις τὸ ἐκφυγεῖν καὶ τὸ ὑπαλύξαι. φησὶ γάρ.

σὸς δέ που ἔκφυγε κῆρας ἀδελφεὸς ἠδ' ὑπάλυξεν. (ῃερς. 513.) Ὅτι ἐπισυνείρων τῷ

τοῦ Λοκροῦ διηγήματι τὸ κατὰ τὸν Ἀγαμέμνονα, φησὶν ὡς ἐν νηυσὶ μὲν, οὐδὲν

ἔπαθε κακὸν, σάωσε δὲ πότνια Ἥρη. τουτέστιν ἀλληγορικῶς, ὁ ἀὴρ εὔκρατον

πνέων. (ῃερς. 519 σθθ.) ἀλλ' ὅτε δὴ ἔμελλε Μαλειάων ὄρος αἰπὺ ἵξεσθαι, τότε δή μιν

ἀναρπάξασα θύελλα, πόντον ἐπ' ἰχθυόεντα φέρεν βαρέα στενάχοντα, ἀγροῦ ἐπ'

ἐσχατιήν. ὅθι δώματα ναῖε Θυέστης τοπρίν. τότε δὲ, Αἴγισθος. ἀλλ' ὅτε δὴ καὶ κεῖθεν

ἐφαίνετο νόστος ἀπήμων, ἂψ δὲ θεοὶ οὖρον τρέψαν καὶ οἴκαδ' ἵκοντο. αὐτὸς μὲν,

χαίρων ἐπεβήσετο πατρίδος αἴης. καὶ κύνει ἁπτόμενος ἣν πατρίδα. πολλά δ' ἀπ'

αὐτοῦ δάκρυα θερμὰ χέοντο, ἐπεὶ ἀσπασίως ἴδε γαῖαν· οὗτοι δὲ οἱ τρεῖς στίχοι, ἐπὶ

παντὸς ἁρμόττουσιν ὃς χρόνιος παλιννοστήσει ποθὲν μετὰ κινδύνους συχνούς.

(ῃερς. 524.) Εἶτα διασαφῶν ὁ ποιητὴς καὶ ὅπως δολόμητις ἦν ὁ Αἴγιστος, ἱστορεῖ ὅτι

τὸν βασιλέα ἀπὸ σκοπιῆς εἶδε σκοπὸς, ὃν καθεῖσεν Αἴγισθος δολόμητις ἄγων. ὑπὸ δ'

ἔσχετο μισθὸν, χρυσοῦ δοιὰ τάλαντα. (ῃερς. 527.) φύλασσε δὲ εἰς ἐνιαυτὸν, μή ἑ

λάθοι παριὼν, μνήσαιτο δὲ θούριδος ἀλκῆς. ἤγουν ἀντικατασταίη ἀνδρικῶς τῷ σὺν

γυναιξὶ ποιουμένῳ κατὰ τὴν τραγῳδίαν τὰς μάχας, Αἰγίσθῳ. ἰδὼν δὲ τὸν βασιλέα ὡς

ἐῤῥέθη ὁ σκοπὸς, ἔβη ἀγγελέων πρὸς δώματα ποιμένι λαῶν. αὐτίκα δ' Αἴγισθος

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

204

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!