18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἀλλ' ἄγε θᾶσσον ἰδώμεθα ὅττι τάδ' ἐστίν. ὅπερ ἐφερμηνεύων, φησίν. ὅσσος τις

χρυσός τε καὶ ἄργυρος ἀσκῷ ἔνεστιν, (ῃερς. 47.) οὕτως ὁ πολυτελὴς δεσμὸς αὐτοὺς,

ὡς ἐῤῥέθη, ἐξηπάτησεν. εἰ δὲ καὶ ἐκ τῆς κουφότητος τοῦ ἀσκοῦ ἦν γνῶναι ὡς οὐκ

εἶχε τοιαῦτα ἐντὸς, ἀλλὰ τὸ προσδεδέσθαι ἐκώλυεν τὴν πεῖραν. ἔοικε γὰρ

καταδεδεσμῆσθαι ὁ ἀσκὸς ἐν τῇ νηΐ. ὡς καὶ τοῦτο ὑποδηλοῖ τὸ, νηῒ δ' ἐνὶ γλαφυρῇ

κατέδει. ὣς ἔφασαν. βουλὴ δέ φησι κακὴ νίκησεν ἑταίρων. ἀσκὸν μὲν λῦσαν. ἄνεμοι

δ' ἐκ πάντες ὄρουσαν. (ῃερς. 48.) τοὺς δὲ, ὅ ἐστι τοὺς ἀμφὶ τὸν Ὀδυσσέα, ἁρπάξασα

φέρεν πόντονδε θύελλα κλαίοντας, (ῃερς. 49.) γαίης ἄπο πατρίδος, ἧς ἐγγὺς ἦσαν.

Καὶ ὅρα οἷον ὁ φθόνος. ὃς πολυπραγμοσύνην ἐνθεὶς τοῖς τοῦ Ὀδυσσέως διὰ

φιλοχρηματίαν περιεργάσασθαι δέδωκε τὸν ἀσκὸν, ὅθεν αὐτοῖς τὸ κακόν. ἔτι δὲ καὶ

οἷα φαῦλα ποιεῖ βραχεῖα οὐκ ἐν καιρῷ ἀνάπτωσις. δι' ἣν Ὀδυσσεὺς ὑπνώσας γλυκὺ

πικρὰ ἔπαθε. (ῃερς. 30.) Πυρπολεῖν δὲ ἢ τὸ πυρσεύειν ὅ ἐστι νυκτὸς πῦρ καίειν διὰ

τοὺς πελαγίζοντας ἢ καὶ τὸ μεθ' ἡμέραν τεκμηριοῦσθαι τόπον τῷ τοῦ πυρὸς σημείῳ

καπνῷ, ὃν ἀποθρώσκοντα ἐκεῖθεν ἰδεῖν ἐπηύξατο πρὸ τούτων Ὀδυσσεύς. (ῃερς. 31.)

Τὸ δὲ ἐπήλυθε, μετὰ δοτικῆς φασὶν οἱ ὕστερον καὶ οὐχ' ὡς νῦν μετὰ αἰτιατικῆς ἐν

τῷ, ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε. (ῃερς. 35.) Τὸ δὲ ἄγεσθαι καὶ τὸ ἄγεται, ἐπὶ

κειμηλίων οὐ μὴν συνήθως ἐπὶ ἐμψύχων λέγει. (ῃερς. 39.) Τὸ δὲ ὅτεων, δύο ἔχει

πλεονασμούς. τὸ γὰρ κοινὸν τῶν, ἀντὶ τοῦ ὧν τινων. τοιοῦτον καὶ τὸ ὁτέοισι καὶ τὸ

ὅτεῳ καὶ τοιαῦτα. (ῃερς. 42.) Τὸ δὲ κενεὰς χεῖρας ἔχειν καὶ τὸ, βουλὴ δὲ κακὴ νίκησε,

παροιμιώδη εἰσίν. (ῃερς. 50.) Ὅτι κινδυνώδη φράζει πλοῦν τὰ τοιαῦτα. αὐτὰρ ἐγὼ

κατὰ θυμὸν ἀμύμονα μερμήριξα ἠὲ πεσὼν ἐκ νηὸς ἀποφθίμην ἐνὶ πόντῳ ἢ ἀκέων

τλαίην καὶ ἔτι ζωοῖσι μετείην, ἀλλ' ἔτλην καὶ ἔμεινα. καλυψάμενος δ' ἐνὶ νηῒ

κείμην. αἱ δ' ἐφέροντο κακῇ ἀνέμοιο θυέλλῃ. στενάχοντο δ' ἑταῖροι. (ῃερς. 51.)

Γίνεται δ' ἐν τούτοις τὸ ἀποφθίμην ἀπὸ τοῦ φθίω ῥήματος, ἐξ οὗ καὶ ἡ φθίσις καὶ ὁ

φθισίνωρ. (ῃερς. 52.) Τὸ δὲ τλαίην καὶ τὸ ἔτλην τλήμονα εἶναι τὸν Ὀδυσσέα παριστᾷ

τὸν ταῦτα λέγοντα. (ῃερς. 59.) Ὅτι τὸ, κήρυκα ὀπασάμενος, ἀντὶ τοῦ ὀπαδὸν

ἑλόμενος, ἐξ οὗ καὶ γίνεται ὁ ὀπαδός. οὐκ ἄρα ἐπὶ μόνου τοῦ παρέχειν τὸ ὀπάζειν

λέγεται. (ῃερς. 60.) Ὅτι ἐν τῷ, βῆν εἰς Αἰόλου κλυτὰ δώματα, λαγαρότης ἐστὶν, ὡς

τοῦ Αἰόλου ἀντὶ μακρᾶς ἔχοντος τὴν παραλήγουσαν καὶ σφιγγομένου ἀπὸ δακτύλου

εἰς τροχαϊσμὸν ἀπεναντίας τῷ προκοιλίῳ. ἐπεὶ καὶ ἀντίκειται τὸ προκοίλοιον καὶ τὸ

λαγαρόν. θεραπεία δὲ τοῦ τοιούτου μετρικοῦ πάθους ἴσως μὲν καὶ τὸ εἶναι κύριον

ὄνομα τὸν Αἴολον καὶ διὰ τοῦτο ὑποπίπτειν ἐξανάγκης ἔστιν ὅτε ἀδιαφορίᾳ. μάλιστα

δὲ ἡ ὀξεῖα, δυναμένη ἐκτείνειν, ὡς ἀλλαχοῦ ἐῤῥέθη, οὐ μόνον βραχὺ φωνῆεν ᾧ

ἐπίκειται ὡς ἐν τῷ, Αἰόλον ὄφιν, ἀλλὰ καὶ τὸ πρὸ αὐτῆς καὶ μετ' αὐτήν. Ὅτι δὲ ὁ

οὕτω παθὼν στίχος οὐ μόνον λαγαρὸς, ἀλλὰ καὶ πρόκλαστος, ὡς δὲ ἐν ἄλλοις

ἐῤῥέθη, καὶ σφηκώδης. καὶ ὅτι καθὰ τῇ ὀξείᾳ οὕτω καὶ ἄλλοις τόποις τὰ μετρικὰ

ἐκτείνονται, καὶ αὐτὸ ἑτέρωθι ἐδηλώθη. Ἰστέον δὲ ὅτι τὸ βῆν ἡ μονοσυλλαβία

περιέσπασεν, ἄλλως γὰρ τὸ πλῆρες αὐτοῦ, ἤγουν τὸ ἔβην, βαρύνεται. ἀμήχανον γὰρ

κατὰ Ἡρακλείδην ὁριστικὸν εὑρέσθαι εἰς ˉην λῆγον, μὴ πάντως βαρυνόμενον ἐν

πρώτῳ προσώπῳ, εἰ μὴ μονοσύλλαβον εἴη. μονοσυλλαβοῦν μέντοι περισπᾶται. οἷον.

βῆν ἔβην. στῆν ἔστην. οὐκοῦν ὡς εἰκὸς καὶ τὸ χρῆν προσλήψει τοῦ ˉε ἦν ἂν ἔχρην, εἴ

περ ἦν ὁριστικὸν ῥῆμα. ἔστι δὲ οὐ τοιοῦτον κατ' αὐτὸν, ἀλλὰ ∆ωρικὸν ἀπαρέμφατον,

κατὰ τὸ ζῆν καὶ τὰ ὅμοια. πᾶν γάρ φησι ῥῆμα εἰς ˉην λῆγον καὶ περισπώμενον οὐκ

ἄλλο τί ἐστιν ἢ ἀπαρέμφατον. καὶ τοῦτο παρὰ ∆ωριεῦσιν, οἳ φιλῆν καὶ νοῆν διὰ τοῦ

ˉη φασίν. οὐκοῦν φησὶ καὶ ἐχρῆν. σκοπητέον δὲ εἰ παραδεκτέον τοῦτο ἁπλῶς. χρῆν

μὲν γὰρ ἀπαρέμφατον εὕρηται παρ' Εὐριπίδῃ ἐν τῷ, πότερα τὸ χρῆν σφ' ἐπήγαγ'

ἀνθρωποσφαγεῖν. ὃ ταυτόν ἐστι τῷ χρῆναι. τοῦ μέντοι ἐχρῆν παρατατικὴν σημασίαν

ἡ κοινὴ ἔχει χρῆσις. εἰ μὴ ἄρα ὥσπερ χθὲς ἐχθὲς οὕτω καὶ τὸ Εὐριπίδειον χρῆν ἐχρῆν

γέγονεν. (ῃερς. 69.) Ὅτι οὐδὲν 1.367 ὤνησε τὸν Ὀδυσσέα εἰς ἱκετευτικὴν πειθὼ τὸ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

417

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!