18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

προείρηται τί δηλοῖ Ὁμηρικῶς τὸ ῥόθιον. ἑρμηνεύει δὲ τὸ παλιῤῥόθιον ὁ ποιητὴς

μετ' ὀλίγα ἐν τῷ, πόντονδε βαλὼν βέλος ἤγαγε νῆα αὖτις ἐς ἤπειρον. ἔστι γὰρ τὸ

αὖτις ἐς ἤπειρον ἤγαγε ταυτὸν τῷ, παλιῤῥόθιον φέρεν. (ῃερς. 495.) Ἔστι δ' ἐνταῦθα

ἰδεῖν καὶ ὡς βέλος ἔφη τὴν τοῦ ὄρους κορυφὴν, ὅπερ ὁ Κύκλωψ κουφίσας ἀφῆκε.

δῆλον δὲ ὡς βέλος λέγεται ἅπαν τὸ μήκοθεν ἀφιέμενον. (ῃερς. 486.) Τὸ δὲ πλημυρὶς

τινὲς τῶν παλαιῶν προπαροξύνουσι καὶ δι' ἑνὸς δὲ ˉμ γράφουσιν ὡς ἀπὸ τῆς

πλήμης. πλῆμαι δέ εἰσι πάθη θαλάσσης κυρίως ἐναντία ταῖς ἀμπώτεσι, γινόμενα

μάλιστα περὶ τὸν Ὠκεανόν. ἀφ' ὧν ἡ πλημύρα παρωνόμασται. ἡ δὲ χρῆσις τῆς

πλήμης καὶ παρὰ Στράβωνι. κῦμα δὲ ὅ ἐστι θαλάσσης κύκημα καὶ πλημυρίς. διὸ κῦμα

ἐνταῦθα εἰπὼν ἐπήγαγε τὸ, πλημυρίς, δηλῶν καὶ ὅτι οὐκ ἐξ ἀνέμου τὸ τοιοῦτον ἦν

κῦμα, ἀλλ' ἐκ πλημυρίδος ἣν ὁ λίθος ἐκύκησεν. Ὅτι δὲ ταυτὸν πλημυρίδα εἰπεῖν καὶ

ῥόθιον καὶ κῦμα παλιῤῥόθιον, δῆλον ἐκ τῶν παλαιῶν. παρ' οἷς εὕρηταί που κῦμα καὶ

τὸ κύημα. ὡς δηλοῖ καὶ Εὐριπίδης ἐν Κερκυόνι, οὗ τὴν θυγατέρα γέμειν ἔφη κύματος

θεοσπόρου, τοῦ ἐκ Ποσειδῶνος δηλαδή. Ἐν δὲ τοῖς ῥηθεῖσιν, ὅρα καὶ τὸ (ῃερς. 481.)

ἀποῤῥήξας κορυφὴν ὄρεος. οὐ γὰρ κειμένην ἁπλῶς ἀνείλετο, ἀλλὰ συνεχῆ οὖσαν

διασείας ἀπέῤῥηξεν. ὁ δὲ πλάσας καὶ μῆλα συναφεθῆναι οἷα ἐπὶ τῆς τοιαύτης

τυχόντα νέμεσθαι κορυφῆς, τὴν Ὁμηρικὴν τερατείαν ψυχρῶς ὑπερήλασεν. (ῃερς.

487.) Ὅτι κοντὸν ὅπλον οἶδε ναυτικὸν ὁ ποιητὴς, οὐ μὴν πολεμικὸν, καί τοι τῆς

λέξεως ἐτυμολογουμένης ἀπὸ τοῦ κεντεῖν. ἀλλὰ τὸ μὲν τοῦ πολέμου δόρυ λέγει. καὶ

ξυστόν. καὶ μελίην. καὶ ἐγχείην. καὶ ἔγχος. κοντὸν δὲ, τὸ τοῖς ναύταις χρηστόν. φησὶ

γοῦν ὁ Ὁμηρικὸς Ὀδυσσεὺς οὕτως. αὐτὰρ ἐγὼ χείρεσσι λαβὼν περιμήκεα κοντὸν ὅτε

δηλαδὴ ἡ ναῦς ἠναγκάσθη πρὸς τῇ γῇ γενέσθαι, ὦσα παρέξ. τουτέστι παρεκτὸς τῆς

χέρσου. (ῃερς. 488.) ἑτάροισι δ' ἐποτρύνων ἐκέλευσα ἐμβαλέειν κώπαις ἵν' ὑπ' ἐκ

κακότητα φύγοιμεν, κρατὶ κατανεύων. λαλεῖν γὰρ οὐκ ἦν διὰ φόβον. (ῃερς. 490.) οἱ

δὲ προπεσόντες ἤτοι κατὰ σπουδὴν ἐπικύπτοντες, ὡς καὶ προεῤῥέθη, ἔρεσσον. Ὅτι δὲ

προπεσεῖν ἐνταῦθα τὸ προνεύειν εἴρηται, δηλοῖ Ξενοφῶν ἐν τῷ, διατί ἄλυτοι

ἀλλήλοις εἰσὶν οἱ ἐρέται, ἢ, ὅτι ἐν τάξει μὲν κάθηνται ἐν τάξει δὲ προνεύουσιν ἐν

τάξει δὲ ἀναπίπτουσιν. Ἔνθα ὅρα τὸ ἀναπίπτουσιν, οὐ ληφθὲν ἐπὶ ψυχικῆς ἀθυμίας

ὡς παρὰ Θουκυδίδῃ ἐν τῷ, νικώμενοι ἀναπίπτουσιν, ἀλλ' ἀντὶ τοῦ ἀνακλῶνται καθὰ

νοεῖ καὶ Κρατῖνος εἰπὼν, ῥοθιάζει καὶ ἀναπίπτει. (ῃερς. 487.) ∆ῆλον δὲ ὅτι τὸν

ῥηθέντα Ὁμηρικὸν κοντὸν τὸ παρ' ἡμῖν κοντάριον ὑπεκόρισε. καὶ ὅτι (ῃερς. 489.) τὸ

ἐμβαλεῖν κώπαις περίφρασίς ἐστι τοῦ ἐρέσσειν, ῥηθὲν ἀντὶ τοῦ χεῖρας ἐπιθεῖναι ἢ

ἐπιῤῥίψαι σπουδαίως ταῖς κώπαις. (ῃερς. 492.) Ὅτι παυστικὸν ὑβριστικοῦ ἐρεθισμοῦ

τοῦ πρὸς κακόν τινα, τὸ, ἀμφὶ δ' ἑταῖροι μειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος.

σχέτλιε. τίπτ' ἐθέλεις ἐρεθιζέμεν ἄγριον ἄνδρα ὃς καὶ νῦν ἐποίησε τό δέ τι; ἴσως δὲ

χρησιμεύσει ἐκ τῶν ἐφεξῆς καὶ τὸ, καὶ δὴ φάμεν αὐτόθ' ὀλέσθαι. (ῃερς. 497.) εἰ δὲ

φθεγξαμένου τεῦ ἢ αὐδήσαντος ἄκουσε, σύν κεν ἄραξ' ἡμέων κεφαλάς. (ῃερς. 500.) ὁ

δέ γε μὴ πειθόμενος τοῖς οὕτω παραινοῦσιν εἴποι ἂν, ὣς φάσαν. ἀλλ' οὐ πεῖθον ἐμὸν

μεγαλήτορα θυμόν. ἀλλά μιν ἄψοῤῥον προσέφην κεκοτηότι θυμῷ. (ῃερς. 497.) Ὅρα

δ' ἐν τούτοις διαφορὰν ὑπεμφαινομένης φθογγῆς καὶ αὐδῆς. οὐ γὰρ ἔφη

φθεγξαμένου ἠδ' αὐδήσαντος, ἀλλὰ φθεγξαμένου ἢ αὐδήσαντος. καὶ ἴσως μέν τις

κἀνταῦθα λήψεται ἀντὶ τοῦ καˉι τὸν ˉη σύνδεσμον ἵνα ἐκ παραλλήλου ταυτὰ εἴη τὸ

φθεγξαμένου καὶ τὸ αὐδήσαντος. μάλιστα δὲ αὐδὴν μὲν νοήσει τὴν ἀνθρωπίνην,

φθογγὴν δὲ τὴν καὶ ἄλλως ἁπλῶς φωνήν. κατὰ τὸ, αὐτῶν τε φθογγὴν οἰῶν τε καὶ

αἰγῶν. (ῃερς. 500.) Τὸ δὲ μεγαλήτορα θυμὸν, οὐ πάνυ ἀπέοικε τοῦ, βόας βουκολεῖν.

καὶ οἶνον οἰνοχοεῖν. καὶ τῶν ὁμοίων. δοκεῖ γὰρ ποιητικήν τινα ἔχειν ἀδολεσχίαν καὶ

τὸ λέγειν, μεγαλήτορα θυμόν. ὅμοιον ὂν τῷ, ψυχὴν μεγαλόψυχον. 1.359 (ῃερς. 501.)

Τὸ δὲ κεκοτηότι θυμῷ, λύσις ἀπορίας ἐστίν. ὡς γάρ τινος εἰπόντος διατί μὴ ἐπείσθη

τοῖς φίλοις εὖ παραινοῦσι; φησὶν ὅτι διὰ κεκοτηότι θυμῷ. ἀγαθὸς δὲ ὁ θυμὸς κατὰ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

408

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!