18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

προεδηλώθη τὴν χηλὸν μή πως οἱ ξένοι ἐπιβουλεύσωσι λύσαντες καθά ποτε καὶ οἱ

ἑταῖροι τὸν τοῦ ἀσκοῦ δεσμὸν περὶ ὃν οἱ ἄνεμοι ἐγκεκλεισμένοι ἦσαν. Ἅπαξ δὲ

εἴρηται καὶ ἡ λέξις αὕτη. καὶ εἴπερ δηλοῖ τὸ ἐξ αὐτῆς ὁδοῦ, Ἰωνικῶς ἐγράφη καθὰ

καὶ τὸ ἐπίστιον, καὶ ὁ ἀπηλιώτης. καὶ λοιπὰ τὰ προγραφέντα. ἄλλως γὰρ αὐθόδιον

κοινῶς γραφῆναι ὤφειλεν. (ῃερς. 450.) Ὅτι ἀσπασίως ἴδε θυμῷ θερμὰ λοετρὰ

Ὀδυσσεὺς, ἐπεὶ οὔτι κομιζόμενός γε θάμιζεν ἐπειδὴ λίπε δῶμα Καλυψοῦς. τόφρα δέ

οἱ κομιδή γε θεῷ ὣς ἔμπεδος ἦεν. Ἡδέα δὲ καὶ μάλιστα τοῖς ἐκ καμάτου τὰ θερμὰ

λοετρὰ, καθὰ δηλοῖ καὶ τὰ Ἡράκλεια λουτρὰ, θερμὰ ὄντα κατὰ τὸν κωμικὸν, οἷς ὁ

πολύτλας Ἡρακλῆς ἔχαιρε. (ῃερς. 451.) Τὸ δὲ κομιζόμενος, ἀντὶ τοῦ κομιδὴν ἔχων

καὶ ἐπιμέλειαν, διὸ ἐπάγει. τόφρα δέ οἱ κομιδή, ἤγουν ἕως ἦν παρὰ τῇ Καλυψοῖ.

(ῃερς. 453.) Θαμίζειν δὲ, τὸ ἁπλῶς ἔργῳ τινὶ συχνάκις παρεῖναι. διδασκάλοις τε γοῦν

θαμίζει τις, καὶ θερμοῖς λοετροῖς, καὶ νηΐ, καὶ ἑτέροις ἔργοις οἷς χαίρει. Τὸ δὲ θεῷ ὣς,

ἀλληγορικῶς ὑποβάλλει νοεῖν οἵαν ἀθανασίαν ἡ σωματικὴ Καλυψὼ τῷ φιλοσόφῳ

ὑπισχνεῖτο Ὀδυσσεῖ, τὴν σωματικὴν δηλαδὴ ἄνοσον εὐκτικὴν ἐπιμέλειαν ὡς καὶ πρὸ

ὀλίγων δεδήλωται. (ῃερς. 456.) Ὅτι τοὺς συμποσιαστὰς ἄνδρας οἰνοποτῆρας λέγει,

τὴν δὲ περικαλλῆ Ναυσικάαν, (ῃερς. 457.) θεῶν ἄπο κάλλος ἔχουσαν, διὰ τὸ

θεόσδοτον καὶ τὸ κάλλος εἶναι. κατὰ τὸ, οὔτοι ἀπόβλητα θεῶν ἐρικυδέα δῶρα. (ῃερς.

458.) Ὅτι παραστᾶσα τῷ συμποσίῳ ἡ βασιλικὴ κόρη κατ' ἔθος ἀρχαῖον τὸ καὶ

προδηλωθὲν θαύμαζεν Ὀδυσσῆα ἐν ὀφθαλμοῖσιν ὁρῶσα, καὶ χαῖρε ξεῖνε εἶπεν. ἵνα

καί ποτ' ἐὼν ἐν πατρίδι γαίῃ μνήσῃ ἐμοῖο ὅτι μοι (ῃερς. 462.) πρώτῃ ζωάγρια

ὀφέλλεις, ἀνθ' οὗ σε δηλαδὴ ζωὴν ἀγεῖραι τουτέστιν ἀθροῖσαι πεποίηκα. αὐτὴ γὰρ

ὀλιγοδρανέοντα τὸν Ὀδυσσέα περιεσώσατο, ζωὴν ὀλιγηπελέοντι αὐτῷ ἀγείρασα, ὃ

καὶ θυμὸν ἀγείρειν λέγεται. ὅθεν καὶ ὁ θυμηγερέων. καὶ ἔστιν ἄλλο τοῦτο ζωάγριον

παρὰ τὸ ἐν πολέμῳ, ὃ γίνεται παρὰ τὸ ζῶντας τινὰς ἀγρεύεσθαι. καὶ οὕτω μὲν ἡ

κόρη. (ῃερς. 467.) Ὀδυσσεὺς δὲ ὑπεραναβαίνων τὴν αὐτῆς ἀξίωσιν ὡς θεῷ αὐτῇ

εὔχεσθαι φησὶ οἴκοι ἐλθών. εἰπών. (ῃερς. 468.) οὕτω νῦν θεὸς θείη, οἴκαδέ τ'

ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι. τῷ κέν τοι κἀκεῖθι θεῷ ὣς εὐχετοῴμην αἰεὶ

ἤματα πάντα, σὺ γάρ με βιώσαο κούρη. ἤγουν ζῆν πεποίηκας. καὶ ὡς δεξιῶς

κολακεύει καὶ νῦν ὁ ἥρως τὴν κόρην. εἰ γὰρ καὶ τὰ μέγιστα συνεβάλετο, ἀλλ' οὐκ

ἐβιώσατο τὸν Ὀδυσσέα αὐτή. (ῃερς. 462.) Ὅρα δὲ κἀνταῦθα τὸ, μνήσῃ ἐμεῖο, ὡς τῆς

εἰσέπειτα διηνεκοῦς ἀγαθῆς μνήμης ἐφετῆς οὔσης καὶ παρὰ τοῖς Φαίαξιν ὡς καὶ

προδεδήλωται. (ῃερς. 466.) Τὸ δὲ οἴκαδε ἐλθεῖν καὶ νόστιμον ἦμαρ ἰδεῖν τῆς αὐτῆς

σημασίας εἰσίν. ὥσπερ καὶ τὸ αἰεὶ καὶ τὸ ἤματα πάντα. (ῃερς. 467.) Τοῦ δὲ

εὐχετοῴμην οὗ ἡ κλίσις κατὰ τὸ, βοαοίμην βοῴμην, τὸ θέμα εὐχετάω εὐχετῶ. ἀφ' οὗ

εὐχετῴμην, καὶ πλεονασμῷ τοῦ ˉο μικροῦ, εὐχετοῴμην. τοιοῦτον δέ που καὶ τὸ

ὁράοιτε ὁρῷτε, καὶ ἐπενθέσει τοῦ ˉο ὁρόῳτε ἀντὶ τοῦ, βλέποιτε. (ῃερς. 468.) Ὅρα δὲ

καὶ τὸ, σύ με βιώσαο κούρη, ἀλλοπαθῶς ῥηθὲν ἀντὶ τοῦ, ἔζησάς με, ἤγουν ζῆν με

πεποίηκας, (ῃερς. 470.) Ὅτι εἰλαπινατικὸν τὸ, οἵδ' 1.310 ἤδη μοίρας ἔνεμον,

κερόωντό τε οἶνον. Καὶ ὅρα ὅτι μοίρας τὰς μερίδας φησὶ, κοινότερον γράψας. (ῃερς.

477.) Ὅτι μέλλων Ὀδυσσεὺς προκαλέσασθαι τὸν ∆ημόδοκον εἰς ἀοιδὴν φίλην αὐτῷ

δεξιοῦται πρῶτον, ᾧπερ εἶχε δώρῳ ἐκ τῆς δαιτός. καὶ ἐπαινεῖ δέ. εἶτα καὶ ἀξιοῖ ᾄδειν.

φησὶ γοῦν ὁ ποιητὴς οὕτω. δὴ τότε κήρυκα προσέφη πολύμητις Ὀδυσσεὺς, νώτου

ἀποπροταμὼν ἐπὶ δὲ πλεῖον ἐλέλειπτο ἀργιόδοντος ὑός. θαλερὴ δ' ἦν ἀμφὶς ἀλοιφή.

κῆρυξ, τῇ δὴ τοῦτο πόρε κρέας ὄφρα φάγῃσι, ∆ημοδόκῳ. καί μιν προσπτύξομαι

ἀχνύμενός περ. (ῃερς. 479.) πᾶσι γὰρ ἀνθρώποισιν ἐπιχθονίοισιν ἀοιδοὶ τιμῆς

ἔμμοροί εἰσι καὶ αἰδοῦς, οὕνεκ' ἄρα σφέας οἴμας Μοῦσ' ἐδίδαξε, φίλησε δὲ φῦλον

ἀοιδῶν. ἃ δὴ πάντως διαβαίνει καὶ εἰς Ὅμηρον, ὡς εἶναι καὶ αὐτὸν Μούσαις τε

φίλον καὶ μουσοδίδακτον καὶ αἰδοῖον, καὶ ἐπὶ τυχῇ τιμῆς ὅ ἐστι τίμιον. (ῃερς. 480.)

τοῦτο γὰρ ὁ τιμῆς ἔμμορος. καὶ νῦν μὲν ταῦτα ὁ Ὁμηρικὸς ῥήτωρ Ὀδυσσεὺς ἔφη

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

352

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!