18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

Ἡρακλέος θανεῖν τὸν Εὔρυτον κατὰ τοὺς ὕστερον καὶ τὰ περὶ τῆς θυγατρὸς τοῦ

Εὐρύτου Ἰόλης, οὐκ οἶδεν ὁ ποιητής. ἄλλοι δὲ μεθ' Ὅμηρον, αὐτὸ ἱστοροῦσιν. ὧν καὶ

Σοφοκλῆς. Σημείωσαι δὲ καὶ ὡς ἐμφαίνει Ὀδυσσεὺς ἐνταῦθα, μὴ δὲ δεῖν εἶναι

εὔξεσθαί τινα ἐξισωθῆναι τῷ Εὐρύτῳ, εἴγε οὕτω ταχὺ ἐκ θεομηνίας ἔθανεν. Ὅτι δὲ

τῷ τοῦ Εὐρύτου τόξῳ ἐχρᾶτο ποτὲ Ὀδυσσεὺς, ἐν τοῖς μετὰ ταῦτα ἱστορήσει Ὅμηρος.

καθά που καὶ Φιλοκτήτης τῷ τοῦ Ἡρακλέος. (ῃερς. 236.) Ὅτι οὐκἀλαζονείαν

Ἀλκίνοος ἡγεῖται τοὺς τοῦ Ὀδυσσέως λόγους, ἀλλὰ εὐδιακρίτως δεχόμενος αὐτοὺς

φησί. ξεῖνε, ἐπεὶ οὐκ ἀχάριστα μεθ' ἡμῖν ταῦτ' ἀγορεύεις, τουτέστιν ἀηδῆ καὶ ἔξω

χάριτος, ἀλλ' ἐθέλεις ἀρετὴν σὴν φαινέμεν, ἥ τοι ὀπηδεῖ. χωόμενος ὅτι σ' (ῃερς.

238.) οὗτος ἀνὴρ τουτέστιν ὁ Εὐρύαλος ἐν ἀγῶνι παραστὰς νείκεσεν, ὡς ἂν σὴν

ἀρετὴν βροτὸς οὔτις ὄνοιτο ὅς τις ἐπίσταιτο φρεσὶν ἄρτια βάζειν. Καὶ ὅρα ὡς ἁπλῶς

τὸ ἦθος ὁ βασιλεύς. ὃς πρὶν σχεῖν διάπειραν πιστεύει οἷς Ὀδυσσεὺς ἐκόμπασεν. ἔστι

δὲ ἡ ἀπόδοσις τοῦ ἐπεˉι συνδέσμου, ἐν τῷ, (ῃερς. 239.) ὡς ἂν σὴν ἀρετὴν οὔτις

ὄνοιτο. ἵνα λέγῃ ὅτι ἐπεὶ οὐκ ἀχάριστα φὴς, ὄντως ἂν οὐδεὶς μέμψοιτό σε. (ῃερς.

236.) Ἀσύνηθες δὲ τοῖς μεθ' Ὅμηρον τὸ ἀχάριστον ἐπὶ τοῦ μὴ χαρίεντος. αὐτοὶ γὰρ

ἀχάριστόν φασιν, οὗ ἀποῤῥέει μνῆσις εὖ πεπονθότος. ὃν οὐδὲ γινώσκεσθαι χρὴ ὥς

που Εὐριπίδης γνωμολογεῖ. ἐκ δὲ τοῦ Ὁμηρικοῦ ἀχαρίστου, καὶ τὸ ἀχαρίστερον ἐν

τοῖς ἑξῆς. (ῃερς. 237.) Ἀρετὴν δὲ, οὐ τὴν ἀνδρίαν μόνον ἐνταῦθα φησὶν ὡς ἐν ἄλλοις,

ἀλλὰ τὴν ἁπλῶς περὶ τοὺς ἀέθλους δεξιότητα. δηλοῖ δέ ποτε, καὶ τὴν παρὰ τοῖς

ὕστερον εὐδαιμονίαν. οἷον. ὄφρ' ἀρετὴν παρέχωσι θεοί. καὶ, ἤτοι ἐμὴν ἀρετὴν εἶδός

τε. ὃ δήπου ἡ Πηνελόπη φησίν. ἐκεῖθεν δὲ καὶ τὸ, ἀρετῶσι λαοὶ ὑπ' αὐτῷ. καὶ τὸ, οὐκ

ἀρετᾷ κακὰ ἔργα. ἐπὶ μέντοι ἀνδρίας κεῖται ἐν τῷ, οἶδ' ἀρετὴν, οἷος ἐσσί. καὶ

παντοίης ἀρετῆς μιμνήσκετο. τρὶς δὲ ἐνταῦθα λέγει τὴν ἀρετὴν διὰ τὸ τῆς λέξεως

καίριον. Φαινέμεν δὲ, τὸ φανεροῦν καὶ ἐμφανῆ ποιεῖν. Τὸ δὲ ἥ τοι ὀπηδεῖ, διὰ

σαφήνειαν κεῖται. ἔστι γάρ τις ἀρετὴ παλαιὰ ἣ νῦν οὐκ ὀπηδεῖ τῷ πάλαι σχόντι

αὐτήν. ἔχει δ' ἐντεῦθεν 1.294 ἀρχὴν γνωματεύματος καὶ ὁ τὴν ἀρετὴν εἰπὼν

ἀγωγίμων τὸ τιμιώτατον. ἣ πάντων ἔστιν ὅτε ἀπολλυμένων αὐτὴ παραμένει ὡς οἷον

ὀπηδοῦσα τῷ ἔχοντι. (ῃερς. 240.) Τὸ δὲ ὅς τις ἐπίσταιτο καὶ ἑξῆς, πρὸς διαστολὴν καὶ

αὐτὸ ἐῤῥέθη, μέμψεται μὲν γάρ τις ἴσως τὸν Ὀδυσσέα καθὰ καὶ ὁ Λαοδάμας, οὐ μὴν

φρενήρης ἐκεῖνος ἀνὴρ ὁποῖος καὶ ὁ φρεσὶν ἄρτια βάζων. Τὸ δὲ ἄρτια βάζειν ταυτόν

ἐστι τῷ, ὡς ἄν τις εἴποι ἀπαρτιλογεῖν. κεῖται γὰρ παρὰ Ἡροδότῳ ἀπαρτιλογίη ὁ

ἀπηρτισμένος λόγος. (ῃερς. 241.) Ὅτι διδασκαλικὸν τὸ, ἀλλ' ἄγε νῦν ἐμέθεν ξυνίει

ἔπος ὄφρα καὶ ἄλλῳ εἴπῃς ἡρώων ὅτε κεν σοῖς ἐν μεγάροις διάγεις, ἡμετέρης ἀρετῆς

μεμνημένος, οἷα καὶ ἡμῖν θεὸς ἐπὶ ἔργα τίθησι διαμπερὲς ἐξ ἔτι πατρῶν. ὅ ἐστιν ἐκ

προγόνων ἀέκαθεν. ὅ περ εἰς ἑρμηνείαν ἐπῆκται τοῦ διαμπερές. Ὅρα δ' ἐν τούτοις,

ὡς χαίρει ὁ βασιλεὺς ἐπαινουμένων τῶν περὶ αὐτόν. Τὸ δὲ πατρῶν ποιητικόν ἐστιν

ὡς καὶ τὸ θυγατρῶν. εἰ δέ που καὶ μητρῶν ἐστὶν, ἀλλ' οὐ προφανὴς ἡ χρῆσις. (ῃερς.

248.) Ὅτι ἅπερ ἂν εἴποι Σαρδανάπαλος ὁ Νίνου ἢ Ἀνακυνδαράξεω, ἢ ὁ τῆς ἡδονῆς

ἑταῖρος Ἐπίκουρος, ταῦτα καὶ ὁ Ὁμηρικὸς Φαίαξ βασιλεὺς λέγων φησίν. αἰεὶ δ' ἡμῖν

δαίς τε φίλη κίθαρίς τε, χοροί τε. εἵματά τ' ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐναί. εἰ δ'

οὕτως ἀεὶ φίλη δαὶς τοῖς Φαίαξιν, οὐ δ' αὐτοῖς ἀργά ποτε ἦσαν τὰ κατὰ στόμα. ὃ δὴ

λέγεται Ἄλεξις εἰπεῖν ἐν τῷ, συμποσίου διατριβὴ τὰ τραγήματα ὥστε ἀργοὺς ἔχειν

μηδέ ποτε τὰς σιαγόνας. Καὶ ὅρα τὸ ἀργοὺς Ἀττικῶς, ἀντὶ τοῦ ἀργάς. οὐ διδάσκει δὲ ὁ

ποιητὴς τοιούτους δεῖν τοὺς ἀνθρώπους εἶναι, ἀλλ' ἱστορεῖ τοιούτους τοὺς Φαίακας.

χωρικὴν ἰδιότητα ἱστορῶν, οὐ μὴν παιδεύων τρυφᾶν. τί γὰρ ἂν σπουδαῖον βίος

ἐκφῄνῃ ἁβροδαίτων ἀνδρῶν; καὶ τοῦτο δῆλον μὲν καὶ ἐξ ἱστοριῶν ἐν αἷς καὶ οἱ

Συβαρίται πινακογραφοῦνται ἀναστηλούμενοι. δηλοῖ δὲ αὐτὸ καὶ ὁ καλὸς

δειπνοσοφιστὴς ἐν τῷ, Παῤῥάσιος ὁ Ἐφέσιος ζωγράφος τρυφῶν μὲν παρὰ μέλος

ὑπὲρ τὴν γραφικήν. ἤγουν σπαταλῶν ἐκμελῶς καὶ ἀπῳδῶς ὑπὲρ ὃ ἔδει τρυφᾶν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

334

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!