18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

πόλιν, καὶ τὰ τοιαῦτα. Τὸ δὲ πόλις ἀμφικαλύψει, ἀντὶ τοῦ, ἐντὸς περιέξει. καὶ ἔστιν

ὅμοιον τῷ, ὅθ' ἑὸς δόμος ἀμφεκάλυψε. (ῃερς. 503.) Τοιοῦτόν τι καὶ ἀνωτέρω τὸ,

κεκαλυμμένοι ἵππῳ. αὐτὸ μέντοι κρυπτικὴν ἐδήλου περιοχήν. (ῃερς. 512.) Τὸ δὲ

μέγαν ἵππον, πιθανὸν ποιεῖ τὸν ἐντὸς αὐτοῦ λόχον ὑπὸ τῶν ἀρίστων. (ῃερς. 513.) Τὸ

δὲ φόνον καὶ κῆρα οὐκ ἂν ἔχοι διαφορὰν τῶν ὀνομάτων πρὸς ἄλληλα. Τὸ δὲ ἱππόθεν

ἐκχύμενοι, ταυτὸν μέν ἐστι τῷ, κοῖλον λόχον ἐκπρολιπόντες. ἀστείως δὲ πέφρασται

ὥσπερ ἂν εἰ καὶ ἐξ ἵππου ζῶντος εἴποι τις χυθῆναι τὰ ἐντός. καὶ οὐκ ἂν φράσοι τις

τούτου κρεῖττον τὸ πρᾶγμα. ἔχει δὲ καὶ σπουδῆς πολλῆς ἔνδειξιν τὸ, ἐκχύμενοι, ὡς

εἰ καὶ διερῷ ποδὶ ἐκδραμεῖν εἶπεν αὐτούς. καὶ ἔχει ἔμφασιν ἡ λέξις καθὰ καὶ τὸ, εἰς

ἵππον κατεβαίνομεν, ὡς ἐν τοῖς μετὰ ταῦτα φανεῖται. (ῃερς. 516.) Τὸ δὲ κεραΐζειν, ὅτι

κυρίως μὲν ἐπὶ φθορᾶς τῆς ἐκ τῶν ζῴων κερασφόρων λέγεται καὶ ἄλλως δὲ ἐπὶ

πολιορκίας καὶ λείας πολεμικῆς, ἐν Ἰλιάδι δεδήλωται. (ῃερς. 522.) Ὅτι τοῦ ἀοιδοῦ

∆ημοδόκου τὰ κατὰ τὸν δούρειον ἵππον ᾄδοντος ἐν οἷς καὶ Ὀδυσσέως ἦν μνήμη,

ἀκούων Ὀδυσσεὺς τήκετο. εἶτα ἑρμηνεύων τὸ τήκετο, ἐπάγει. δάκρυ δ' ἔδευεν ὑπὸ

βλεφάροισι παρειάς. ἐγκρατέστερον δὲ τοῦτο δάκρυον τοῦ ἀπὸ βλεφάρων χαμάδις

βαλλομένου ὅτε Τηλέμαχος ἐν Πύλῳ ἔκλαιεν ἐπὶ τῷ πατρί. ἐχρῆν γὰρ ἑαυτοῦ τὸν

φιλόσοφον Ὀδυσσέα κρατεῖν, ὡς καὶ μετρίως δακρύειν. (ῃερς. 523.) εἶτα

παραβολικῶς ἄλλως δεικνύων τὸ πολὺ τοῦ πένθους, φησίν, ὡς δὲ γυνὴ κλαίῃσι

1.314 φίλον πόσιν ἀμφιπεσοῦσα, ὅστε ἑῆς προπάροιθεν πόλιος λαῶν τε πέσῃσιν,

ἄστεΐ τε καὶ τεκέεσσιν ἀμύνων νηλεὲς ἦμαρ. ἡ μὲν τὸν, θνήσκοντα καὶ ἀσπαίροντ'

ἐσιδοῦσα, ἀμφ' αὐτῷ χυμένη λίγα κωκύει. οἱ δέ τ' ὄπισθεν κόπτοντες δούρεσσι

μετάφρενον ἠδὲ καὶ ὤμους, εἴρερον εἰσανάγουσι πόνον τ' ἐχέμεν καὶ ὀϊζύν. τῆς δ'

ἐλεεινοτάτῳ ἄχεϊ φθινύθουσι παρειαὶ, ὣς Ὀδυσσεὺς (ῃερς. 531.) ἐλεεινὸν ὑπ' ὀφρύσι

δάκρυον εἶβεν. οὐ μὴν ἐλεεινότατον μετὰ τὴν κάρτα φίλοικτον γυναῖκα. ἔδει γὰρ ὡς

προσεχῶς ἐῤῥέθη, κατ' ἄνδρα κλαίειν τὸν ἥρωα Ὀδυσσέα, καὶ οὐ γυναικώτερον.

Ἴσως δὲ καὶ ἶσον ἐστὶ τὸ, ὣς ἐλεεινὸν δάκρυον εἶβε, πρὸς τὸ ἐλεεινότατον. εἰ γὰρ ἡ

γυνὴ μὲν ἐλεεινότατον ἐδάκρυεν, Ὀδυσσεὺς δὲ ὣς ἐλεεινὸν δάκρυον εἶβε, δακρύει

ἂν καὶ αὐτὸς ἐλεεινότατον. Ὅρα δὲ ὡς ἡ ῥηθεῖσα πλατεῖα παραβολὴ πρὸς αὐτὸ δὴ

τοῦτο καὶ μόνον ἐλήφθη τὸ ἐλεεινὰ κλαίειν τὸν Ὀδυσσέα. ἄλλως δὲ ἀνδρὸς ἀριστίαν

ὑποδεικνύει φιλοπατρίδος καὶ φιλοικείου, καὶ γυναικὸς φιλανδρίαν, καὶ πολεμίων

ὠμότητα. ∆ῆλον δὲ ὡς αὔξει τοῖς οἰκείοις τὸ πένθος, ἀνὴρ καὶ φιλόπολις καὶ πεσὼν

ἐν τῷ ἀμύνειν τοῖς ἑαυτοῦ. (ῃερς. 522.) Τὸ δὲ τήκετο, κυρίως ἐπὶ χιόνος. τίθεται δὲ

καὶ ἐπὶ κηροῦ καὶ πίσσης καὶ τοιούτων. καὶ νῦν μὲν οὕτω ψιλῶς ἐῤῥέθη. ἐν δὲ τοῖς

ἑξῆς που ἐρεῖ τήκεσθαί τινα δακρύοις ὡς ὅτε χιὼν τὸ τοιοῦτον πάσχει πάθος. (ῃερς.

523.) Τὸ δὲ ἀμφιπεσοῦσα, καιριώτατα ἐῤῥέθη ἐπὶ νεκρῷ. τὸ γὰρ ἀμφιβαλεῖν, ἐπὶ ζῶσι

λέγεται. (ῃερς. 525.) Τὸ δὲ ἀμύνων νηλεὲς ἦμαρ, ἐντελῶς νῦν ἔχει ῥηθὲν, ἀντὶ τοῦ

ἀποσοβῶν τὴν κακὴν ἡμέραν. ὅτε μέντοι αὐτὸ κεῖται μόνον τὸ ἀμύνειν, ἐλλειπτικῶς

ἔχει τότε καὶ κεῖται ἀντὶ τοῦ βοηθεῖν. (ῃερς. 526.) Περὶ δὲ τοῦ ἀσπαίρειν ὃ δηλοῖ τὸ

σπᾶσθαι καὶ ὡς ἐξ αὐτοῦ καὶ τὸ σπαρίζειν γίνεται, ἐδηλώθη ἀλλαχοῦ. νῦν δὲ οὐ

πάρεργον εἰπεῖν καὶ ὅτι καθὰ σπαίρω καὶ κατὰ πλεονασμὸν ἀσπαίρω, οὕτω καὶ

στάχυς ἄσταχυς, καὶ σταφὶς ἀσταφὶς, καὶ σφόδλος ἀσφόδελος ὡς ἐν τοῖς ἑξῆς που

ῥηθήσεται. ἐν μέντοι τῷ ἀμέργειν καὶ μέργειν, ἄδηλον εἴτε τὸ ἀμέργειν ἐκ τοῦ

μέργειν κατὰ πλεονασμὸν, εἴτε καὶ ἀνάπαλιν ἐκεῖθεν τὸ μέργειν κατὰ ἀφαίρεσιν. ἐξ

ὧν καὶ ἀμοιργοί φασι, πόλεως ὄλεθροι. οἱ δ' αὐτοὶ, καὶ μόργοι. οἱ ἀμέλγοντες

δηλαδὴ τὸ κοινὸν, καὶ ἐκμυζῶντες οἱονεὶ τὰ ἀλλότρια. ἐν μέντοι τῷ, μαῦρον καὶ

ἀμαυρὸν, φανερῶς τὸ μαῦρον ἀφαίρεσιν πέπονθεν ἐκ τοῦ ἀμαυρόν. (ῃερς. 527.) Τὸ

δὲ χυμένη, ὑγρότητα ὅ ἐστι τρυφερότητα σώματος δηλοῖ. ἢ καὶ σπουδαῖον δρόμον

κατὰ τὸ, ἱππόθεν ἐκχύμενοι. (ῃερς. 528.) Τὸ δὲ κόπτοντες, ἀντὶ τοῦ πλήττοντες. κατὰ

τὸ, κόψε δὲ δειρήν. καὶ τίς ὁ κόπτων τὴν θύραν; τὸ μέντοι κατακόπτειν, ἐπὶ σφαγῆς,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

357

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!