18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

οὐκ ἔτ' ἔφαινον ἐπειδὴ τοπρῶτον ἐγείνατο παῖδα ἐρατεινὴν Ἑρμιόνην. ἵνα φασὶν ἐπὶ

πλέον ἀκμάζῃ μὴ δαπανωμένη πρὸς τέκνων τροφήν. ἢ καὶ ἵνα ἐξ Ἀλεξάνδρου παῖδα

μὴ σχῇ πρὸς ἐπιγονὴν ἀναμνηστικὴν τῆς ἁρπαγῆς. καὶ οὕτω μὲν ὁ ποιητής. οἱ δὲ

ὕστερον, καὶ υἱὸν τῷ Μενελάῳ γενεαλογοῦσι, Νικόστρατον. καὶ Ἀλεξάνδρου καὶ

Ἑλένης, Κόριθόν φασιν υἱὸν ἢ Ἕλενον. γέγραπται δέ τι περὶ τούτων, καὶ ἐν τοῖς εἰς

τὴν Ἰλιάδα. οἱ δὲ παλαιοὶ, γράφουσι καὶ τοιαῦτα. Ἀγαμέμνονος Ἀχιλλεῖ θυγατέρα

ὑποσχομένου ἐν ταῖς λιταῖς, διέπεσεν ὁ γάμος ἀποθανόντων ἀμφοτέρων. συνέπεσε

δὲ ἄλλως τὸ πρᾶγμα, Ἑρμιόνης τῆς Μενελάου εἰς γάμον ἐκδοθείσης Νεοπτολέμῳ τῷ

τοῦ Ἀχιλλέως υἱῷ. Σοφοκλῆς δέ φασιν ἐν Ἑρμιόνῃ ἱστορεῖ, ἐν Τροίᾳ ὄντος ἔτι

Μενελάου, ἐκδοθῆναι τὴν Ἑρμιόνην ὑπὸ τοῦ Τυνδάρεω τῷ Ὀρέστῃ. εἶτα ὕστερον

ἀφαιρεθεῖσαν αὐτοῦ, ἐκδοθῆναι τῷ Νεοπτολέμῳ κατὰ τὴν ἐν Τροίᾳ ὑπόσχεσιν.

αὐτοῦ δὲ Πυθοῖ ἀναιρεθέντος ὑπὸ Μαχαιρέως ὅτε τὸν Ἀπόλλω τινύμενος τὸν τοῦ

πατρὸς ἐξεδίκει φόνον, ἀποκαταστῆναι αὖθις αὐτὴν τῷ Ὀρέστῃ. ἐξ ὧν γενέσθαι τὸν

Τισαμενόν. φερωνύμως οὕτω κληθέντα, παρὰ τὴν μετὰ μένους τίσιν. ἐπεὶ ὁ πατὴρ

Ὀρέστης ἐτίσατο τοὺς φονεῖς τοῦ Ἀγαμέμνονος. (ῃερς. 9.) Ὅρα δὲ καὶ ἐν τῷ ῥηθέντι

χωρίῳ τὸ ἐπαινετικὸν εἶδος. ἐν ᾧ περικλυτὸν μὲν λέγει τὸ τῶν Μυρμιδόνων ἄστυ, ὅ

ἐστιν ἴσως, ἡ Φθία. κρατερὸν δὲ, τὸν Μεγαπένθην. τὴν δὲ Ἑρμιόνην, οὐ μόνον

ἀμύμονα, ἀλλὰ καὶ περικαλλεστάτην. φησὶ γάρ. ἡ εἶδος ἔσχε χρυσῆς Ἀφροδίτης.

(ῃερς. 8.) Τὸ δὲ πέμπειν, πρωτότυπόν ἐστι τῆς θριαμβικῆς πομπῆς. καιρία δὲ ἡ λέξις.

διὸ καὶ δὶς αὐτὴν ἐνταῦθα εἶπεν ὁ ποιητής. πρῶτον μὲν, ἁπλῶς εἰπὼν τὴν μὲν

ἔπεμπεν. εἶτα καὶ περιφραστικῶς, ἐν ἵπποισι καὶ ἅρμασι πέμπε νέεσθαι. ὃ καὶ

μάλιστά ἐστι πομπή. Ἔνθα καὶ ὅρα τὸ νέεσθαι, οὐ νόστον δηλοῦν ἀλλὰ πορείαν

ἁπλῶς. (ῃερς. 7.) Τὸ δὲ θεοὺς τὸν γάμον ἐκτελεῖν, σύνηθες ἐπὶ εὐδαιμόνων γάμων

τῷ μύθῳ, οὕτω γὰρ καὶ οἱ τοῦ Πηλέως γενέσθαι μυθεύονται. Καὶ ὅρα ὅτι τὸ

ἐξετέλειον, τελετὴν εἶναί τινα καὶ τὸν γάμον ἐμφαίνει. (ῃερς. 10.) Ὁ δὲ ῥηθεὶς

Ἀλέκτωρ, Ἀργείου γενεαλογεῖται τοῦ Πέλοπος καὶ Ἡγησάνδρας τῆς Ἀμύκλα.

θυγάτδ' αὐτοῦ, Ἰφιλόχη φασὶν ἢ Ἐχέμηλος. Ἰστέον δὲ ὅτι τὸ ἀλέκτωρ, ἐπὶ ὀρνέου

οὐκ ἔστιν εὑρεῖν παρὰτῷ ποιητῇ. ἐπὶ δὲ ἡλίου, δοκεῖ αὐτὸ εἰδέναι μετὰ ἐκτάσεως τῆς

ἀρχούσης. Ἠλέκτωρ γάρ. δῆλον δ' ἐκ τῶν παλαιῶν, ὅτι τοῦ ἀλέκτωρ ὁ ὄρνις ὃς οὕτω

λέγεται διὰ τὸ ἐκ τοῦ λέκτρου ἡμᾶς ἐγείρειν, ἔστι καὶ θηλυκὸν ἡ ἀλεκτορίς. ἤδη δὲ

καὶ ἡ ἀλεκτρύαινα ὡς ἐμφαίνει ὁ κωμικός. καὶ ὅτι καθὰ ὁ ὄρνις καὶ ἡ ὄρνις διγενῶς,

οὕτω διχῶς καὶ ἀλεκτρυών. καὶ τοῦ μὲν ἀρσενικοῦ, χρήσεις πολλαί. τοῦ δὲ θηλυκοῦ,

αὗται παρὰ τῷ Ἀθηναίῳ. πολλαὶ τῶν ἀλεκτρυόνων ὑπηνέμια τίκτουσι. καὶ, αἱ δ'

ἀλεκτρυόνες ἅπα 1.142 σαι καὶ τὰ χοιρίδια τέθνηκεν. Ἴων δὲ ὁ τραγικὸς, ἀλέκτορα

τὸν αὐτὸν εἶπε, διὰ τὸ ἡδύ. οὗ χάριν, οὐκ ἔχει ὁ ἀκροατὴς λέγεσθαι ἤγουν κοιμᾶσθαι.

ἄλλῳ δὲ λόγῳ, ἀλέκτωρ καὶ ἡ ὁμόλεκτρος καθὰ καὶ ἀγάστωρ, ὁ ὁμογάστριος. ἄλλως

δὲ πάλιν, παρθένος ἀλέκτωρ, ἡ μὴ πειραθεῖσα λέκτρου. κατὰ τὸ, γενέθλιός ἐστι τῆς

ἀλέκτορος Ἀθηνᾶς καὶ ἄδικος, ἡ τῆτες ἡμέρα. γριφώδεις δὲ λέξεις αὗται, δριμύτητος

ἰδέαν ὑποκοριζόμεναι. διὸ οὔτε τὸ, ἀλέκτωρ Ἀθηνᾶ τέτριπται, οὔτε τὸ, ἄδικος ἡμέρα

καθ' ἣν οὐ κροτεῖται δίκη. τοιοῦτον δὲ καὶ τὸ, ἐκ ∆ελφῶν ἐπανῆκεν ἄχρηστος. ἤγουν

μὴ λαβὼν χρησμόν. καὶ τὸ, ναῦται δὲ, μηρύσαντο νηὸς ἰσχάδα. ἤγουν ἄγκυραν δι' ἧς

ἴσχεται ἡ ναῦς. πρὸς ὅπερ ὁμόστοιχον, καὶ τὸ εἰπεῖν τὰς ἀγκύρας, Ἕκτορας

πλημυρίδος ἤγουν κυμάτων ἐφεκτικάς. τούτων δὲ γλυκύτερον, τὸ εἰπεῖν ἰοχέαιραν,

τὴν ἀσπίδα τὸ ζῷον. καὶ ταῦτα μὲν οὕτω εἰρήσθω. μνηστέον δὲ καὶ Ἀδαίου ὃς

περιώνυμος ἦν ἐν τοῖς Φιλίππου ξένοις, ὅτι ἀλεκτρυὼν ἐπεκαλεῖτο. περὶ οὗ

Ἡρακλείδης ὁ κωμικὸς παίζων ὡς περὶ ὄρνιθος, λέγει ὅτι ἀλεκτρυόνα τὸν τοῦ

Φιλίππου λαβὼν ἀωρὶ κοκκύζοντα καὶ πλανώμενον, κατέκοψεν, οὐ γὰρ εἶχεν οὐδέ

πω λόφον. κἆτα κόψας, μάλα συχνοὺς ἐδείπνισε Χάρης Ἀθηναίους. ὅτε δηλαδὴ ὁ

τοιοῦτος Χάρης τοὺς Ἀθηναίους ἐν τῇ ἀγορᾷ εἱστίασε, θύσας ἐπινίκια μάχης τῆς πρὸς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

161

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!