18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἀνηρείψαντο ἅρπυιαι. εἰ καὶ ἄλλως μὲν ἐκεῖνο, ἑτέρως δὲ τοῦτο νοεῖται. (ῃερς. 421.)

Ὁ δὲ τοῦ μεγάλου κήτους φόβος καὶ ὁ τῶν ἐν ὄρει θηρῶν, οὐχ' ἱστορικῶς ἀλλὰ κατὰ

τὸ εἰκὸς ἔπεισι τῷ Ὀδυσσεῖ, τὰ μὲν τῶν κακῶν πάσχοντι, τὰ δὲ, ὑποπτεύοντι. (ῃερς.

426.) Τὸ δὲ δρύπτεσθαι καὶ ἀράσσεσθαι ὡς τὸ μὲν ἀπὸ τοῦ δόρυ, τὸ δὲ ἀπὸ τοῦ Ἄρης

γίνεται, ἀλλαχοῦ δηλοῦται. εἰσὶ δὲ οἳ καὶ ταῦτα ὠνοματοπεποιῆσθαι φασί.

τραχύφωνα δὲ οἰκείως τῷ παρόντι τόπῳ, καὶ τὸ ἐδρύφθη, καὶ τὸ ἐδρύφθη, καὶ τὸ

ἀράχθη. (ῃερς. 430.) Παλιῤῥόθιον δὲ κῦμα, τὸ ῥοθοῦν καὶ κατὰ τὴν παλίῤῥοιαν. ἦν

μὲν γὰρ ἐκεῖνο ῥόθιον, καὶ ὅτε ἐπιδραμὸν παρῆλθε τὸν Ὀδυσσέα. γέγονε δὲ

παλιῤῥόθιον, ὅτε διαύλου τρόπον εἰς θάλασσαν αὖθις ἐκ τοῦ αἰγιαλοῦ

ἀποκαθίστατο. οὕτω δὲ σφοδρὸν ἦν, ὥστε τῆς πέτρας ἀποσπάσαν τὸν Ὀδυσσέα οὐχ'

ἁπλῶς ἔφερεν ἔσω θαλάσσης, ἀλλὰ τηλοῦ ἔβαλε πόντῳ. τοῦτο δὲ πρὸς ἀγαθοῦ

γέγονε τῷ Ὀδυσσεῖ. ἐκεῖθεν γὰρ πλαγίως νηχόμενος εὗρε τόπον ἀκίνδυνον τὸν πρὸς

τῷ ποταμῷ. (ῃερς. 432.) Ὁ δὲ πολύπους, μεμέ 1.225 τρηται μὲν τοὺς πόδας εἴπερ

ὀκτάπους καλεῖται κοινότερον, δόξαν δὲ οὕτω τοῖς ὀνοματοθέταις, πολύπους

λέγεται. καθὰ καὶ ἡ τρίαινα, πολυγλώχιν. ἐν ἄλλοις δὲ, τὸ ἀνάπαλιν γίνεται. ἤγουν

ἀντὶ τῆς κατὰ τὸ πολὺ ἀοριστίας, ὡρισμένος τις ἐκφωνεῖται ἀριθμός. Κρήτη γοῦν

ἑκατόμπολις ἐν τοῖς ἑξῆς ῥηθήσεται, ἀντὶ τοῦ πολύπολις καθά τινές φασιν. οὕτω δὲ

καὶ τῇ τῆς Ἀθηνᾶς αἰγίδι, ἑκατὸν θύσανοι προσυφαίνονται, ἤγουν πολλοί. ὁμοίως

καὶ ἑκατὸν δούρατ' ἀμάξης Ἡσίοδος ἔφη. καὶ ἑκατὸν ἔτεα παῖδα παρὰ μητρὶ

ἀτιτάλλεσθαι. σὺν ἄλλοις δὲ, καὶ ὁ Ὁμηρικὸς ἑκατόγχειρ τοιαύτην ἔννοιαν

ὑποβάλλει. ἵνα ᾖ ἑκατόγχειρ, ὁ πολύχειρ. Ἡ δὲ κατὰ τὸν πολύποδα παραβολὴ,

ἐναντιότητα δοκεῖ ἔχειν πρὸς τὸ προκείμενον πρᾶγμα. ὁ μὲν γὰρ πολύπους τῆς

θαλάσσης ἐξελκόμενος, ἀνασπᾷ λάϊγγας ὅ ἐστι λιθίδια πρὸς ταῖς κοτυληδόσιν

ἐχόμενα. Ὀδυσσεὺς δὲ ἀφῆκέ τι τοῦ σώματος πρὸς ταῖς πέτραις. φασὶ γοῦν οἱ

παλαιοὶ, ὅτι ἡ παραβολικὴ ἐνταῦθα ὁμοίωσις πρὸς μόνον γίνεται τὸ στεῤῥὸν τῆς

ἀντοχῆς. ὡς γὰρ ὁ πολύπους αἴρει τι τῶν λίθων ἀντεχόμενος, οὕτως Ὀδυσσεὺς

ἀφίησί τι τοῦ κατὰ τὰς χεῖρας ῥινοῦ πρὸς τῇ πέτρᾳ. καὶ μία αἰτία ἀμφοῖν τοῦ τε

ἀφεῖναί τι πρὸς ταῖς πέτραις, καὶ τοῦ ἀποσπασαί τι ἀπ' αὐτῶν, ἡ βιαία δηλαδὴ

ἀντοχὴ τῶν κοτυληδόνων καὶ τῶν χειρῶν. δῆλον δ' ἐκ τῶν παλαιῶν, καὶ ὡς

δύσριγον ὁ πολύπους. καὶ ὡς ἀντέχεται τῆς οἰκείας θαλάμης, ἵνα θερμαίνων,

ἀντιθάλπηται ὑπ' αὐτῆς κατά τινα φερωνυμίαν. ἐπειδὴ ἀπὸ τοῦ θάλπειν δοκεῖ

γίνεσθαι ἡ θαλάμη καθὰ καὶ ὁ θάλαμος. Ὅρα δὲ ὡς ἐν τοῖς κατὰ τὸν Ὀδυσσέα

ἐφιλοτιμήσατο δι' ἐνέργειαν ταῖς παραβολαῖς ὁ ποιητής. τέσσαρες γὰρ ἐν τοῖς

εἰρημένοις κεῖνται παραβολαί. Τὸν δὲ πολύποδα, πούλυπον μὲν Ἀττικοί φασιν ὡς ἐν

ῥητορικῷ εὕρηται λεξικῷ, καὶ πολύπουν. Ἴωνες δὲ καὶ ∆ωριεῖς καὶ Αἰολεῖς,

πώλυπον. ὅτι δὲ καὶ πώλυψ ὁ αὐτὸς παρὰ τοῖς τοιούτοις, ἐδηλώθη καὶ ἀλλαχοῦ. ὅτι

δὲ καὶ ἀμφίβιος ὁ πολύπους, καὶ ὅτι καὶ τῇ ἐλαίᾳ χαίρει, καὶ συκέαις δὲ φιληδεῖ

προσπεφυκυίαις θαλάσσῃ, καὶ ὡς ἐφωράθησαν πολύποδες καὶ τῶν σύκων ἐσθίοντες,

δῆλον ἐκ τῶν παλαιῶν. παρ' οἷς κεῖται, καὶ ὅτι νόμος παρὰ Τροιζῆνα, οὔτε τὸν ἱερὸν

καλούμενον πολύπουν οὔτε τὸν κωπηλάτην πολύπουν θηρεύειν. ἀπεῖπον γάρ φασι,

τούτων τε καὶ τῆς θαλαττίας χελώνης μὴ ἅπτεσθαι. πολλῶν δὲ ὄντων ἃ φέρεται περὶ

πολύποδος, ἐκεῖνα ἐπιτμητέον, ὅτι ὁ ποὺς μὲν, οὐκ ἔχει μονοσύλλαβον αἰτιατικὴν

κατὰ τὸν βοῦν καὶ τὸν νοῦν, τὸ δὲ σύνθετον ἔχει, τὸν πολύπουν γάρ φαμεν, καὶ τὸν

Οἰδίπουν καὶ τὸν τρίπουν λέβητα παρ' Αἰσχύλῳ. καὶ ὅτι τὸν ὡς ἐῤῥέθη Αἰολικὸν καὶ

∆ωρικὸν διὰ τοῦ ˉω μεγάλου πώλυπον, παρὰ Ἐπιχάρμῳ ἔστιν εὑρεῖν. ἔστι γάρ φασι

παρ' ἐκείνῳ παθητικὸν πώλυποι. παρὰ δὲ Σιμωνίδῃ τὸ, πώλυπον διζήμενος. καὶ ὅτι

τὰ μὲν ἄλλα μαλάκια, εὔθετα πρὸς ἡδονὴν ἁπλῶς καὶ ἀφροδίσια, μάλιστα δὲ οἱ

πολύποδες. καὶ ὅτι θολὸν καὶ ὁ πολύπους ἔχει ἐν τῷ λεγομένῳ μήκωνι, οὐ μέλανα

κατὰ τὴν σηπίαν, ἀλλ' ὑπένυθρον. καὶ ὅτι ὁ ῥηθεὶς μήκων ὃν καὶ σηπία, ἔχει. ὅρα δὲ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

256

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!