18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

Ἐτεωνεὺς ὀτρηρὸς θεράπων Μενελάου ἔβη ἀγγελέων ποιμένι λαῶν. ἀγχοῦ δ'

ἱστάμενος ταυτόν δ' εἰπεῖν παριστάμενος, ἔφη. ξείνω δή τινε τώ γε διοτρεφὲς ὦ

Μενέλαε ἄνδρε δύω καὶ ἑξῆς. ποιεῖ δὲ καὶ ποικιλίαν ἡ διὰ τοῦ Ἐτεωνέως ἀγγελία.

ἵνα τῷ Νέστορι μὲν, αὐτόματοι ἐντύχωσιν οἱ νέοι. τῷ Μενελάῳ δὲ, δι' ἀναφορᾶς. Καὶ

ὅρα εἰσβολὴν λόγου διηγηματικὴν ἀφελῆ, ἐν τῷ, ξείνω δή τινε τώ γε. Κρείοντα δὲ

τὸν ῥηθέντα θεράποντα λέγει, ὡς βασιλικὸν ἄνδρα. ἢ καὶ ὡς τῶν συνθεραπόντων

ὑπερέχοντα οὓς κέκλεται μετ' ὀλίγα, σπέσθαι αὐτῷ. δηλοῖ δὲ ἡ λέξις φανερῶς, καὶ

μὴ δὲ δοῦλον εἶναι τὸν θεράποντα. οὐ γὰρ ἂν εἴη κρείων ὁ δοῦλος. καὶ μὴν ἄλλως,

οὐ καινὸν κρείοντα εἰρῆσθαι θεράποντα, εἴγε καὶ δοῦλος ἐν τοῖς μετὰ ταῦτα πιστὸς,

ὄρχαμος ἀνδρῶν λεχθήσεται, ἤτοι κρείων. οὗ παραγωγὴ, ἐκ τοῦ κρατῶ κρατείω.

καθά φασι καὶ γαμείων, ἐκ τοῦ γαμείω. (ῃερς. 27.) Τὸ δὲ δύω, περιττὸν καὶ ἐνταῦθα

κεῖται, ὡς καὶ ἐν τῷ, δύω κοσμήτορε. καὶ ἐν ἄλλοις. ἴσως δὲ, καὶ διὰ σαφήνειαν. ἵνα

τὸ, ξείνω τώ γε ἄνδρε, καθαρῶς νοηθῶσι δυϊκὰ διὰ τὸ ἔστιν οὗ καὶ ἐπὶ πληθυντικῶν

τὰ τοιαῦτα λαμβάνεσθαι. καθὰ καὶ τὰ πληθυντικὰ, πολλάκις κεῖνται ἀντὶ δυϊκῶν.

Ὅτι τὸ μὲν ἐΐκτην ἐν Ἰλιάδι, ἀπὸ ὑπερσυντελίκου ἦν, διὸ καὶ ἀμοιβῇ τοῦ ˉο εἰς ˉη

προήνεκτο. ἐνταῦθα δὲ τὸ, γενεῇ ∆ιὸς μεγάλοιο ἔϊκτον, παρακειμένου ἐστὶ χρόνου

τρίτον δυϊκόν. διὸ καὶ ὁμοφωνεῖ τῷ δευτέρῳ. ἔστι δὲ πρῶτον ἑνικὸν τούτου, τὸ εἶκα

καὶ κατὰ διάλυσιν ἔϊκα. οὐκ ἂν δὲ πεζογραφῶν τις, ἐρεῖ οὔτε τὸ ἔϊκτον, οὔτε τὸ

ἐΐκτην. (ῃερς. 28.) Ὅτι τὸ καταλύσομεν ὠκέας ἵππους, ἀντὶ τοῦ, ἀποζεύξομεν.

λύσομεν τοῦ ἅρματος. ὅθεν μετηνέχθη καὶ τὸ καταλύειν ἀντὶ τοῦ ξενοδοχεῖσθαι. καὶ

ὁ τῆς ξενίας δὲ τόπος, ἐντεῦθεν λέγεται κατάλυμα, ἐν ᾧ δηλαδὴ τὰ ὑποζύγια ἢ τὰ

φορτία λύονται. διὸ μετ' ὀλίγα φησὶν, ἀλλὰ λύε ἵππους, τοῦ ζυγοῦ δηλαδή. ἄλλως

γὰρ, δεθήσονται αὖθις πρὸς ταῖς φάτναις. (ῃερς. 31.) Ὅτι ὥσπερ Πάνθοος κύριον ἐξ

οὗ Πανθοΐδης πατρωνυμικὸν καὶ ἐν συναιρέσει Πανθοίδης Πολυδάμας. οὕτω καὶ ὧδε

Βοηθοΐδης Βοηθοίδης ὁ Βοηθόου υἱὸς Ἐτεωνεύς. ὁμώνυμος δὲ λέξις ὁ βοηθόος.

ἄνδρα τε γὰρ δηλοῖ μάχιμον ἐξ οὗ καὶ βοηθόον ἅρμα ἐν Ἰλιάδι, καὶ κύριον δὲ

ἐνταῦθα ὄνομα, ὃ συγκοπὲν, τὸν παρὰ τοῖς ὕστερον βοηθὸν ἐποίησεν. Ὁ δὲ

Ἐτεωνεὺς, Ἐτεωνῷ πόλειπαρωνόμασται. περὶ ἧς ἡ Βοιωτία δηλοῖ. (ῃερς. 32.) Ὅτι ἐπὶ

συνετοῦ μὲν ἀνάξια δὲ λέγοντος ὧν χρὴ, οἰκεῖον εἰπεῖν τὸ, οὐ μὲν νήπιος ἦσθα

τοπρίν. ἀτὰρ μὲν νῦν γε παῖς ὣς νήπια βάζεις. πρὸς Ἐτεωνέα δὲ τὸν θεράποντα

φησὶν ὁ Μενέλαος τοῦτο, ἐρωτῶντα εἰ τοὺς ξένους εἰσακτέον. (ῃερς. 33.) Λέγων καὶ

ὅτι ἡμεῖς ξένια πολλὰ φαγόντες ἄλλων ἀνθρώπων, δεῦρ' ἱκόμεθα. λόγος δὲ οὗτος

εὐχαρίστου πλάνητος, ὁμολογοῦντος τὴν ξενίαν. (ῃερς. 35.) Προστίθησι δὲ ὁ

Μενέλαος καὶ τὸ, αἴκε ποθὶ Ζεὺς ἐξοπίσω περ παύσει ὀϊζύος. ἔοικε γὰρ εἶναι δύσελπις

ἕως τὴν Ἑλένην ἔχει. (ῃερς. 31.) Ἰστέον δὲ ὅτι τὸ, οὐ μέν τι νήπιος ἦσθα ὦ δεῖνα,

ἀπεναντίας ἐσχημάτισται πρὸς τὸ, νήπιος εἶς ὦ ξεῖνε. ὃ ἐν τοῖς μετὰ ταῦτά που

κεῖται. (ῃερς. 35.) Ὅτι φιλοξένου λόγος τὸ, ἀλλὰ λύε ἵππους ξείνων. ἐς δ' αὐτοὺς

προτέρω ἄγε θοινηθῆναι. ἔστι δὲ τὸ προτέρω ἀντὶ τοῦ προσωτέρω. (ῃερς. 39.) Ὅτι

καταλύσεως ξενικῆς φραστικὸν τό, οἵ δ' ἵππους λῦσαν ὑπὸ ζυγοῦ ἱδρόωντας. καὶ

τοὺς μὲν κατέδησαν ἐφ' ἱππείῃσι κάπῃσι. Πάρ δ' ἔβαλον ζειάς. ἀνὰ δὲ κρῖ τουτέστι

κρίμνον λευκὸν ἔμιξαν. ἅρματα δ' ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα. αὐτούς δ'

εἰσῆγον θεῖον δόμον. τοιοῦτος δ' ἐνταῦθα ὁ τοῦ Μενελάου. διὸ καὶ ἰδόντες,

θαύμαζον κατὰ δῶμα οἱ ξένοι ἐφ' οἷς ἑρμηνεύων πῶς θεῖος ὁ ῥηθεὶς δόμος ἐπάγει,

ὥστε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης δῶμα καθ' ὑψερεφές. προιὼν δὲ

σαφέστερον ἑρμηνεύσει τὸ τοῦ δόμου θεῖον, εἰπὼν τοιαύτην εἶναι τὴν τοῦ ∆ιὸς

αὐλήν. ἐκθήσει δὲ καὶ τὴν ἐκτιμίας ὕλης τοῦ δόμου λαμπρότητα. καὶ τοιαῦτα μὲν

ταῦτα. ἐν δὲ τῷ, λῦσαν ὑπὸ ζυγοῦ ἀντὶ τοῦ ὑπέλυσαν, ὅρα ὅτι ὃ φθάσας εἶπε λύειν

ἵππους καὶ καταλύειν, τοῦτο καὶ ὑπολύειν ἔφη. (ῃερς. 40.) Ἱππείας δὲ κάπας φησὶ,

πρὸς διαστολὴν τῶν βοείων. κάπη δὲ ἡ φάτνη, παρὰ τὸ κάπτω τὸ χανδὸν ἐσθίω,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

164

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!