18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

τοιοῦτον. ἢ εἴληπται ἀντὶ τοῦ ὁμοία ἡλικία. Ἐν τούτοις δὲ καὶ δαίτην συνήθως

βαρυτόνως τὴν δαῖτα φησί. (ῃερς. 48.) Λέγει δὲ βιωτικῶς ἅμα καὶ γνωμικῶς, καὶ τὸ

ἐπεὶ καὶ τοῦτον ὀΐομαι θεῷ εὔχεσθαι. πάντες δὲ θεοῦ χατέουσ' ἄνθρωποι. φησὶ δὲ καὶ

χρύσειον ἄλεισον κατὰ λόγον πολυωνυμίας, τὸ ἀνωτέρω ῥηθὲν χρύσειον δέπας.

(ῃερς. 51.) Καὶ οἶνον δὲ νῦν ἡδὺν λέγει, ὃν φθάσας μηλιηδέα ἔφη. Ἐν τούτοις δὲ καὶ

τὸ ἤντησε δοτικῇ συντάττεσθαι εἰωθὸς, μετὰ γενικῆς συνέταξεν, εἰπών. δαίτης

ἠντήσατε. ὅ ἐστιν ἐτύχετε. ἄντην ἤλθετε. τοιοῦτον καὶ ἐν τοῖς ἑξῆς τὸ, ἤντησας

ὀπωπῆς. (ῃερς. 52.) Ὅτι τὸ τῆς τιμῆς ἐπαγωγὸν παραδεικνὺς κἀνταῦθα ὁ ποιητὴς,

πλάττει τὴν ἐν τῷ Μέντορι Ἀθηνᾶν, χαίρουσαν οἷς προτέρα ἐδεξιώθη πρὸς τοῦ

Νεστορίδου Πεισιστράτου. φησὶ γάρ. χαῖρε δ' Ἀθηναίη πεπνυμένῳ ἀνδρὶ δικαίῳ,

Οὕνεκά οἱ προτέρῃ δῶκε χρύσειον ἄλεισον, τὸ ἀνωτέρω ῥηθέν. Σημείωσαι δὲ ὡς οὐ

μόνος Ὅμηρος Ἀθηναίαν λέγει τὴν Ἀθηνᾶν, ἀλλὰ καὶ τῶν μετ' αὐτὸν πεζολόγων

πολλοὶἈττικοὶ, ὡς ∆ημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους. οἱ σύμμαχοι, ἀριστεῖον

τῇ Ἀθηναίᾳ ἀνέθεσαν.καὶ Πλάτων Εὐθυδήμῳ, ἑρκεῖος Ζεὺς καὶ φράτριος καὶ

Ἀθηναίη φρατρία. φασὶ δὲ οἱ παλαιοὶ ὡς ἐπειδὰν ἤρξαντο Ἀθηναῖαι γυναῖκες

λέγεσθαι ἀντὶ ἀστῶν, καὶ Ἀττικῶν, ὡς Φερεκράτης, Ἀθηναίαιςαὐταῖς τε καὶ ταῖς

συμμάχοις, τό τε ἤρξατο ἐκείνη λέγεσθαι τρισυλλάβως Ἀθηνᾶ. περὶ δὲ τούτων,

εἴρηται καὶ ἐν τῇ ˉα τῆς Ἰλιάδος. Ὅρα δὲ τὸ ἔχαιρεν Ἀθηνᾶ πεπνυμένῳ ἀνδρὶ

δικαίῳ. πιστωτικὸν ὂνκαὶ αὐτὸ τοῦ χαίρειν τῷ ὁμοίῳ τὸ ὅμοιον. Ἀθηνᾶ γὰρ

φρόνησις, ἀγαπῴη ἂν ἄνδρα τὸν κατ' αὐτήν. (ῃερς. 55.) Ὅτι ἐπισπευστικὸν ἱκετείας

τὸ, κλῦθι μὴ δὲ μεγήρῃς ἡμῖν εὐχομένοισι, τελευτῆσαι τάδε ἔργα. περὶ ὧν δηλαδὴ τὸ

ἱκετεύειν. ἡ μυθικὴ δὲ Ἀθηνᾶ τοῦτο φησίν. εἰδυῖα ὡς οὐκ ἂν χαίροι ὁ Ποσειδῶν οἷς

Ἀθηνᾶ ὑπὲρ τοῦ Ὀδυσσέως ποιεῖ. διὸ καὶ αὐτὴ τελευτᾷ τὴν εὐχὴν, ὡς μετ' ὀλίγα

φασὶν Ὅμηρος οἷα τοῦ Ποσειδῶνος μὴ ἂν τελέσαντος αὐτήν. (ῃερς. 57.) Ὅτι τῷ

Νέστορι μὲν καὶ τοῖς υἱοῖς, ὁ φαινόμενος Μέντωρ κῦδος μόνον ἐπεύχεται. τῶν γὰρ

ἄλλων ἁπάντων ἅλις εἶχε. πλοῦτος γάρ φασιν ἦν αὐτῷ. χρόνου μῆκος. εὐπαιδία.

μεγάλων πράξεων εὐτυχία. φρόνησις. ἀκμὴ λόγου. τοῖς μέντοι ἄλλοις Πυλίοις,

δοθῆναι χαρίεσσαν ἀμοιβὴν τῆς ἑκατόμβης, εὔχεται. μὴ ὁρίσας τὸ τῆς ἀμοιβῆς εἶδος,

ἀλλ' ἀρκεσθεὶς εἰς μόνον τὸ, χαρίεσσαν. (ῃερς. 62.) Ὅτι ἐπὶ τοῦ προσποιουμένου μὲν

εὔχεσθαί τι, δυναμένου δὲ ποιεῖν ἃ εὔχεται, οἰκεῖον τὸ, ὣς ἂρ ἔπειτ' ἠρᾶτο, καὶ αὐτὸς

ἢ αὐτὴ πάντα τελεύτα. (ῃερς. 63.) Ὅτι τὸν χρυσὸν συνήθως τῷ τοῦ καλοῦ ἐπιθέτῳ

κοσμῶν, καλὸν δέπας καὶ ἐνταῦθα φησὶν, ὃ φθάσας εἶπε χρύσειον δέπας καὶ

χρύσειον ἄλεισον. (ῃερς. 65.) Ὅτι ἐν τῷ, ὤπτησαν κρέα ὑπέρτερα ὃ καὶ ἐν τοῖς ἑξῆς

που κεῖται, ἢ τὰ νωτιαῖα οὕτω καλεῖ, ἢ τὰ ὑπεράνω κείμενα τοῦ πυρός. τινὲς δέ φασι,

καὶ τὰ ἔξωθεν τῶν ἔνδον. πρὸς διαστολὴν εἰπόντες τοῦτο τῶν σπλάγχνων ἅπερ

προήσθιον. (ῃερς. 66.) Ὅτι τὸ, μοίρας δασσάμενοι, δαίνυν τ' ἐρικυδέα δαῖτα,

εὐσχήμονι τραπέζῃ ἐπιλεχθήσεται. ὅτε δὲ καιρός τινος ἐρωτήσεως, καλὸν εἰπεῖν τὸ,

νῦν δὴ κάλλιόν ἐστι μεταλλῆσαι καὶ ἔρεσθαι. (ῃερς. 69.) Νέστωρ δὲ Γερήνιος ἱππότα,

τοῦτο φησὶν, αὐθωρὸν τοὺς ξένους ἐρωτῶν. καὶ οὐκ ἀναμένων τὴν ἐν ἄλλοις

ἱστορουμένην ἐνναήμερον. (ῃερς. 70.) Εἰ δὲ καὶ δαιτός ἐστι καιρὸς, καλὸν ἐπαγαγεῖν

καὶ τὸ, ἐπεὶ τάρπησαν ἐδωδῆς. ἤγουν 1.113 νῦν ἐρωτητέον αὐτοὺς ἐπεὶ ἔφαγον. Καὶ

ὅρα ὡς διὰ σαφήνειαν τοῦ νῦν, ἐπήνεγκε τὸ, ἐπεὶ τάρπησαν. ἵνα μὴ τὸ νῦν, πλατικὸν

νοηθῇ. Τὸ δὲ τάρπησαν, ἀντὶ τοῦ ἐκορέσθησαν. ἢ μᾶλλον ἐτέρφθησαν δι' ἐδωδῆς. ἣν

πρὸ ὀλίγων δαίτην εἶπε κατὰ πολυωνυμίαν. ἔστι γὰρ αὐτὴν καὶ ἐδητὺν εἰπεῖν. καὶ

δαῖτα. καὶ βρώμην. καὶ βρῶσιν. ὡς τὸ, δότ' ἀμφίπολοι βρῶσιν τε πόσιν τε. Περὶ δὲ

τοῦ Γερήνιος, ἐν τοῖς εἰς τὴν Ἰλιάδα δεδήλωται. (ῃερς. 68.) Καὶ περὶ τοῦ ἱππότα δὲ,

ποιητικῆς ταύτης εὐθείας τῶν ἑνικῶν. ἣν καὶ ὅσαι δὲ κατ' αὐτὴν, ὁ τοξότα, ὁ

ἱππηλάτα, καὶ τὰς ὁμοίας, Εὐδαίμων ὁ Πηλουσιώτης, Μακεδόνων γλώσσης εἶναι

λέγει. οἳ τρέπουσιν εὐθειῶν κλινομένων διὰ τῆς ˉοˉυ, τὸ ˉηˉς εἰς ἄλφα, ἵνα μὴ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

128

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!