18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

τὸ αὐτὸ καὶ ἀνενείκασθαι, ὅτε καὶ δηλοῖ τὸ ἀνελθεῖν, ὡς τὸ, ἀνενείκαντο εἰς τὸ

Κωρύκιον παρὰ Ἡροδότῳ. ἴσως δὲ καὶ τότε ἀνακομιδήν τινα δηλοῖ 1.442 ὡς καὶ τὸ,

ἐς Σπάρτην ἀνενείκαντο καὶ αὐτοὶ ἀνέβησαν. τοιοῦτον δέ τι καὶ τὸ ἀνενείκατο

φώνησέν τε, ἤγουν ἀναγαγὼν πνεῦμα, ἐμελῴδησεν. (ῃερς. 629.) Ὅτι ἐμφαίνων ὁ

ποιητὴς πολλὰ μὲν ἔτι ἔχειν διηγήσασθαι περὶ παλαιῶν ἡρώων, οἷον καὶ τὰ κατὰ

Θησέα καὶ Πειρίθοον, περιττὸν δὲ κρίνειν ἐμβραδύνειν τοῖς κάτω, ὃς καὶ Πατρόκλου

καὶ Ἀντιλόχου πρὸ βραχέων μνησθεὶς, οὐδὲν ἱστόρησε περὶ αὐτῶν, ὡς ἂν μὴ ἐπιπολὺ

παρατείνῃ τὸ ἐπεισόδιον, φησί· καὶ δὴ ἂν ἔτι προτέρους ἴδον ἀνέρας, οὓς ἔθελόν περ,

Θησέα Πειρίθοόν τε, θεῶν ἐρικυδέα τέκνα. (ῃερς. 631.) ἀλλὰ πρὶν ἐπὶ ἔθνε' ἀγείρετο

μυρία νεκρῶν ἠχῇ θεσπεσίῃ. ἐμὲ δὲ χλωρὸν δέος ᾕρει. τοῦτο δὲ παρῳδηθῆναι

δύναται εἴς τινα δεινὴν πολυπλήθειαν. (ῃερς. 630.) Ἀοίδιμος δὲ ἐν ἱστορίαις καὶ ὁ

Πειρίθοος καὶ ὁ Θησεύς. οὓς καὶ ἐθέλειν διατοῦτο ἰδεῖν εἶπεν ὁ Ὀδυσσεύς. (ῃερς.

632.) χλωρὸν δὲ καὶ νῦν δέος τὸ χλωροποιὸν ἤτοι ὠχροποιὸν, ὡς καὶ οἶνος ἐρυθρὸς

κατὰ τοὺς παλαιοὺς οὐ μόνον ὁ μέλας, ἀλλὰ καὶ ὁ ἐρυθροποιὸς τοῖς πίνουσιν. (ῃερς.

633.) Ὅτι δέδιεν Ὀδυσσεὺς ἐν Ἅιδου, μή μοι γοργείην κεφαλήν φησιν δεινοῖο

πελώρου ἐξ Ἀΐδος πέμψειεἀγαυὴ Περσεφόνεια βραδύνοντι κάτω. Λέγει δὲ γοργείαν

κεφαλὴν δαιμόνιόν τι φοβερὸν, ὅλην γοργόνα, κατὰ τὸ, Τεῦκρε, φίλη κεφαλή. φασὶ

δὲ οἱ παλαιοὶ γελοῖον εἶναι τὸν φόβον, ὡς εἴπερ μὴ εἴδωλον καὶ ἡ γοργὼν ἐν Ἅιδου

ἦν, ἀλλ' αὐτὴ ἐκείνη, ἐμφαίνει δὲ ὅμως Ὀδυσσεὺς ἀκολούθως τοῖς πεπλασμένοις, ὡς

δεινὴ κατὰ τὴν ποτὲ ἀληθῆ γοργόνα, οὕτω καὶ ἡ τῆς Γοργόνος εἰκασία, γοργείην γὰρ

κεφαλὴν οἱ παλαιοὶ τὴν τῆς Γοργόνος εἰκόνα φασί. κεῖται δὲ περὶ γοργείας κεφαλῆς

καὶ ἐν Ἰλιάδι, ὅπου περὶ τῆς κατὰ τὴν Ἀθηνᾶν αἴγιδος ἐῤῥέθη. ἔνθα ὥσπερ ἡ ἔρις καὶ

ἡ ἀλκὴ οὐκ αὐτὰ ἐκεῖνα εἰσὶ τὰ σωματοειδῆ, οὕτως οὐδὲ γοργεία αὐτόχρημα κεφαλὴ

τῇ αἰγίδι ἐντέθειται, ἀλλὰ ἢ ἀντίμιμόν τι αὐτῆς, ἢ κατάπληξις δηλοῦται γινομένη

διὰ τῆς αἰγίδος οἷα καὶ Γοργόνος τινός. Ἰστέον δὲ ὅτι τε καὶ πᾶς ἄγριος ἀνὴρ καὶ

φοβερὸς λέγοιτο ἂν γοργείη κεφαλὴ δεινοῖο πελώρου. καὶ ὅτι ἄλλων ἄλλα φαμένων

περὶ Γοργόνος ἤτοι Γοργοῦς, διττὴ γὰρ αὐτῆς ἡ κλίσις καθὰ καὶ τῆς ἀηδόνος καὶ τῆς

χελιδόνος, Ἀλέξανδρος ὁ Μύνδιος ἱστορεῖ ὡς ἐν τοῖς τοῦ Ἀθηναίου φέρεται, ὅτι τὴν

Γοργόνα τὸ ζῷον καλοῦσιν οἱ ἐν Λιβύῃ νομάδες, ὅπου καὶ γίνεται, κατώβλεπτα ἢ

κατώβλεπτον. ἔστι δὲ προβάτῳ ἀγρίῳ ὅμοιον, κατὰ δέ τινας μόσχῳ. τῇ δ' ἀναπνοῇ

πάντα τὰ ἐντυχόντα διαφθείρει. καὶ ἐμβλέψαν δὲ κτείνει, οὐ πνεύματι ἀλλὰ τῇ

γινομένῃ ἀπὸ τῶν ὀμμάτων φορᾷ. τοιούτῳ δ' ἂν εἰκάζοιτο ζῴῳ πᾶς ὁ κατὰ

πρόσχημα μὲν ἀρετῆς κάτω νεύων εἰς γῆν, ἄλλως δὲ πῦρ, ὅ φασιν ὢν εἰς φθοράν.

Ἰστέον δὲ ὅτι ἐκ τῆς ἐνταῦθα γοργείας κεφαλῆς καὶ ἐκ τοῦ ἐπέῤῥεεν ἔθνεα νεκρῶν

λαβὼν ὁ Πλάτων ἔφη τὸ, ἐπιῤῥεῖ μοι ὄχλος τοιούτων Γοργόνων καὶ Πηγάσων καὶ

ἑξῆς. παράγωγον δὲ ἡ γοργεία κεφαλὴ ἢ τῆς Γοργοῦς ἢ ἀλλὰ τῆς Γοργόνος, (ῃερς.

634.) ἵνα ᾖ γοργονείη καὶ ἐν συγκοπῇ γοργείη. Γοργόνος δὲ παράγωγον κτητικῷ

τύπῳ καὶ τὸ γοργόνειον, εἴδωλόν τι αὐτὸ Γοργόνος ἀνακείμενον Ἀθηνᾷ πολιάδι, οὗ

χρῆσις ἐν τῷ, τῆς θεοῦ τὸ γοργόνειον ἐκ τῆς ἀκροπόλεως ὑφελόμενος. ὅτι δὲ ἡ

Περσεφόνη καὶ κόρη παρὰ τοῖς ὕστερον φέρεται λέγεσθαι κατά τινα ἐξοχὴν καὶ

μᾶλλον παρ' Ἀττικοῖς, δῆλόν ἐστι. Πέμπει δὲ Περσεφόνη πρὸς ἐκφόβησιν γοργείαν

κεφαλὴν, καθὰ καὶ Ἔμπουσαν ἦ Ἑκάτη. Ἔμπουσα γάρ, φασι, φάσμα δαιμονιῶδες

ὑπὸ Ἑκάτης πεμπομενον, ὃ τινὲς μὲν Ὀνόκωλιν λέγουσιν, οἱ δὲ Ὀνόσκελιν. (ῃερς.

638.) Ὅτι εἰ καὶ ἐν ἄλλοιςὁ ποιητὴς ἐμφαίνει θάλασσαν εἶναι τὸν Ὠκεανὸν κατὰ

τοὺς φιλοσόφους, ἀλλ' ἐνταῦθα ποταμὸν φανερῶς αὐτὸν λέγει ποιητικῶς φράζων,

οὔτε τῆς ἀληθείας ἐθέλων ἀπέχεσθαι, καὶ τῇ ποιήσει δὲ τὰ εἰκότα χαριζόμενος. φησὶ

οὖν· τὴν δὲ νῆα κατ' Ὠκεανὸν ποταμὸν φέρε κῦμα ῥόοιο. πρῶτα μὲν εἰρεσίη, ἔπειτα

δὲ κάλλιμος οὖρος. ὡσαύτως δὲ καὶ ἐν τῇ εὐθὺς ἐφεξῆς ῥαψῳδίᾳ. αὐτὰρ ἐπεὶ

ποταμοῖο λίπεν ῥόον Ὠκεανοῖο νηῦς. ἴσως δὲ καὶ Ἀντίκλεια εἰποῦσα ὅτι μέσσῳ γὰρ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

504

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!