18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

λέγει. ὡς καὶ χαλκὸς ἰαίνεται πυρί. ῥιγεδανὸν δὲ καὶ κρυερὸν, τὸ λυπηρὸν καὶ

φοβερόν. ὁ δὲ ἀλίβας καὶ ὁ σκελετὸς, ἐπὶ νεκρῶν λέγονται. λοιδορουμένων τῶν

παλαιῶν, τῷ ὀνόματι τῆς ξηρότητος. καὶ τοιαῦτα μὲν καὶ τὰ τοῦ Πλουτάρχου. ὁ δὲ ἐν

τοῖς τοιούτοις διαληφθεὶς ἀλίβας, βαρύνεται καθ' ὁμοιότητα τοῦ ἁλίκρας. ἔστι δὲ

ἁλίκρας κατὰ Αἴλιον ∆ιονύσιον, ὁ θαλάσσῃ μεμιγμένος. καθὰ καὶ χαλκόκρας, ὁ

χαλκῷ φησι κεκραμένος. τὰ δὲ ῥηθέντα ἐνταῦθα εἰς τὸ, διερὸς βροτὸς, χρήσιμα καὶ

ἐν τοῖς ἑξῆς εἰς τὸ, διερῷ ποδί. ὅτι δὲ ὁ ὑγιὴς καὶ ἡ ὑγίεια ἐκ τοῦ ὑγροῦ παράγεται, ἐν

ἄλλοις δεδήλωται. (ῃερς. 3.) Τὸ δὲ δηϊοτῆτα φέρων, πρὸς διαστολὴν κεῖται. ἄλλως

γὰρ, ἔπλεόν τινες ἴσως εἰς Φαίακας. ἐξ ὧν καὶ τὰς ἀμφιπόλους εἶχον ὡς εἰκὸς οἱ ἐν

τῇ νήσῳ. Τὸ δὲ μάλα φίλοι ἀθανάτοισι παιδευτικῶς ἔχει. ὡς τῶν θεοφιλῶν, οὐ

πειρωμένων δηϊοτῆτος. Τὸ δὲ οἰκέομεν ἐναλλαγὴν ἔχει σχήματος. ὤφειλε γὰρ

ἀκολούθως τοῖς ἀνωτέρω εἰπεῖν. οἰκέουσι δ' ἀπάνευθεν. ὅμως δὲ κοινοῦται τὸν

λόγον ἡ κόρη ὡς καὶ αὐτὴ Φαίαξ. Τοῦ δὲ ἀπάνευθεν, ἑρμηνεία εὐθὺς τὸ ἔσχατοι. καὶ

τὸ, (ῃερς. 5.) οὐδέ τις ἡμῖν ἐπιμίσγεται. ἐκτετοπίσθαι γὰρ ὁ ποιητὴς βούλεται τὴν

Φαιακίαν ὡς ἐν τοῖς ἑξῆς φανήσεται. καὶ μὴν οἱ Κερκυραῖοι Φαίακες, κατέναντι

κεῖνται τῆς Ἠπείρου, ὡς καὶ Ὅμηρος ὕστερον παραδηλοῖ ἐν τοῖς κατὰ τὸν Φείδωνα.

οὐδὲν δὲ καινὸν ἐὰν οἱ Κερκυραῖοι ἁπλοϊκώτερον ἑαυτοὺς ἐκτοπίζωσιν οὐκ ἀληθῆ

λαλοῦντες, εἰ καὶ τὸν Ἀχελῷον μέγιστόν που εἶπεν ὁ Ἀχιλλεὺς ἐν ποταμοῖς.

ἁπλούστερον λέγων, καὶ ταῦτα, ἑτέρων ἐχόντων τὸ τοιοῦτον σεμνολόγημα. οὕτω

καὶ Αἰσχύλος φησὶ τερατωδέστερον καὶ τραγικώτερον, τὸ, ἔστι τις πόλις Κάνωβος

ἐσχάτη χθονός. τερατευόμενος καὶ αὐτός. οὐ γὰρ ἐσχάτη γῆς ἁπάσης ἡ Κάνωβος,

ἀλλ' ἢ μόνης τῆς ἐκεῖ ὡς ἀγχίαλος. Σημείωσαι δὲ ὅτι οὐκ αὐτὸς ὁ ποιητὴς ἀναιδῶς

οὕτω τὴν τῶν Φαιάκων ἐκτοπίζει γῆν, ἀλλ' ἡ Ὁμηρικὴ κόρη καὶ οἱ λοιποὶ δὲ

Φαίακες. οὐχ' οὕτως οὐδ' αὐτοὶ εἰδότες, οὐδὲ πρὸς ἀλήθειαν λαλοῦντες, ἀλλ'

ἐθέλοντες τοιοῦτοι δοκεῖν τοῖς πολλοῖς, διὰ τὸ ἀνεπιβούλευτον. ἵνα δηλαδὴ μὴ

πολεμοῖντο φθονούμενοι διὰ τὸ τῆς χώρας εὔδαιμον, ὃ πολλαχοῦ γίνεται. Ἰστέον δὲ

καὶ ὅτι ἀστείως ἡ κόρη τὸ ψεῦδος σοφίζεται. οἰκοῦσι μὲν γὰρ ἀπάνευθε τῶν κύκλων

οἱ Φαίακες πολυκλύστῳ ἐνὶ πόντῳ καθὰ νησιῶται, καὶ ἔσχατοι ἐκεῖ πρὸς τῇ ἠπείρῳ.

καὶ οὔτις αὐτοῖς ἐπιμίσγεται ἁπλῶς δίχα τοῦ πλεῦσαι. βούλονται δὲ, ταῦτα καθ'

ὑπερβολὴν νοηθῆναι ὡς ἐπὶ πολλῷ ἐκτοπισμῷ. Ὀδυσσεὺς δὲ, γελῴη ἂν ἐπὶ τούτοις

οἷα τὴν κόρην ψευδομένην εἰδώς. (ῃερς. 6.) Τὸ δὲ ἐνθάδ' ἱκάνει, τόδ' ἱκάνει ἐν τοῖς

ἑξῆς ἐρεῖ ὁ ποιητὴς, ὡς ἐκεῖ φανεῖται. (ῃερς. 7.) Τὸ δὲ κομέειν, λέγεται καὶ κομίζειν.

μετ' ὀλίγα 1.250 γοῦν, πλαχθέντα κομίσσατο ἐρεῖ, παραγώγως. ὅθεν καὶ κομιδὴ ἡ

ἐπιμέλεια. καὶ εὐκόμιστος κατὰ τοὺς παλαιοὺς, ὁ ἐπιμελείας τετευχώς. Τὸ δὲ πρὸς

θεοῦ εἶναι τοὺς ξένους καὶ τοὺς πτωχοὺς καὶ τὰ ἑξῆς, (ῃερς. 8.) φιλοξένου ἤθους

λόγος ἐστί. ξένοι δὲ καὶ πτωχοὶ, διαφέρουσιν. οὔτε γὰρ ἅπας ξένος, πτωχός ἐστιν.

οὔτε ὁ πτωχὸς, ξένος, εἰ μὴ καὶ ἐπιξενωθῆ. Ἡ δὲ πρὸς τοὺς τοιούτους δόσις, ὀλίγη

μέν τι τῷ διδόντι, πολλὴ δὲ τῷ λαμβάνοντι. ἀρκεῖται γὰρ ἐνδεὴς εὐγνώμων, καὶ

ὀλίγον λαβών. ἑτεροῖον δὲ πάντως τὸ ἐνταῦθα ὀλίγον τε φίλον τε, παρὰ τὸ ἐν

Ἰλιάδι. ἐκεῖ μὲν γὰρ, γέρας Ἀχιλλεὺς ἔρχεται ἔχων τὸ τοιοῦτον. ἐνταῦθα δὲ

Ὀδυσσεὺς, δῶρον πτωχικόν. παρέξεσται δὲ ὅμως ἡ ὀλίγη τε φίλη τε δόσις ἐκ τῶν

ἐκεῖ. (ῃερς. 9.) Αἱ δὲ ἀμφίπολοι, σεμνὴ λέξις ἤπερ τὸ, δμωαὶ καὶ δμωΐδες καὶ δουλίδες

καὶ δοῦλαι. διὸ καὶ Ὀδυσσεὺς θαῤῥεῖ εἰπεῖν, ἀμφίπολοι στῆθ' οὕτως ἀπόπροθεν.

σεμνὸν δὲ οὐδὲν ἧττον καὶ τὸ παῖς καὶ παιδίσκη, ἀντὶ τοῦ, δοῦλος καὶ δούλη. αἴτιον

δὲ, ὅτι οὔτε τὸ τοῦ παιδὸς ὄνομα ἐξ ἀνάγκης δοῦλον σημαίνει, οὔτε τὸ τῆς

ἀμφιπόλου, ὡς πολλαχοῦ δηλοῦται. οὕτω δὲ οὐδὲ ὁ πρόσπολος δουλικὸν ἀεὶ ὄνομά

ἐστιν, οὐδὲ μὴν ὁ πρόσπολος. διόπερ ὁ γράψας τὸ, πίνειν ὁ πόσον κεν ἔχων ἀφίκοιο

οἴκαδε ἄνευ προπόλου, ἀσαφῶς ἔγραψε. πρόπολον εἰπὼν, ἢ δοῦλον, ἢ τὸν ἁπλῶς

προοδεύοντα εἰς χειραγωγίαν ὁδοῦ. χρῆσις δὲ προπόλου, ἔν τε τῷ τοῦ κωμικοῦ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

284

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!