18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

τῷ Μενελάῳ, εἰς τὴν κατὰ τὸ μεῖζον σύγκρισιν. ἐρεῖ γὰρ ἐκεῖνος οὐκέτι

ῥητορικώτερον ἀλλ' ὡς πρὸς ἀλήθειαν, ἀθάνατα εἶναι τὰ θεῖα. καὶ διατοῦτο οὐ

τοιάδε οἷα τὰ τοῦ θνητοῦ Μενελάου. καὶ ἄλλως δὲ φράσαι κάλλιον κατὰ τοὺς

παλαιοὺς, τὸ μὲν εἶναι πλούσιος, οὐκ ἀρνεῖται ὁ βασιλεύς. περιελὼν δὲ κἀνταῦθα

τὸν φθόνον καὶ ὡς οἷον εἰπεῖν ἐκθυσάμενος αὐτὸν, πολλά φησι παθὼν, ἔχει

πλοῦτον. οὐ μήν φησι καὶ ἀξιοῖ θεῷ συγκρίνεσθαι θνητὸς αὐτὸς ὤν. (ῃερς. 71.)

Σεμνύνει δὲ πάντως τοὺς βασιλικοὺς παῖδας τὸ, πρῶτον ἐν ἀλλοτρίᾳ οἰκίᾳ ἐλθόντας

εἰς δεῖπνον, μὴ γαστρισαμένους εὐθὺς τοῦ συμποσίου γενέσθαι ὅλους, ἀλλά τι

δοῦναί φασι πρότερον τῷ φιλοθεάμονι ἐν τῷ κατανοεῖν τὴν οἰκίαν. διὸ ποιεῖν

δοκοῦσι καὶ αὐτοὶ, ὅ φασι καὶ ὁ παρὰ Ἀριστοφάνει παῖς, ὃς ῥυθμίσας γέροντα ὡς δεῖ

κατακλίνεσθαι ἐπάγει τὸ, ἐπαίνεσόν τι τῶν χαλκωμάτων. (ῃερς. 75.) Ἐπὶ δὲ τούτοις

αὔξων τὸ θαῦμα ὁ Τηλέμαχος, ἐπάγει. ὅσα τά δ' ἄσπετα πολλά. σέβας μ' ἔχει

εἰσορόωντα. οὐκ ἂν δ' ἐνταῦθα τοὺς βασιλικοὺς οἴκους εἴπῃ τις παροιμιακῶς θαῦμα

μωροῖς διὰ τὸ ἐν θαύματι κεῖσθαι τοῖς εὐγενέσι νεανίσκοις. αὐτὸ γὰρ ἐκωμικεύσατό

τις εὐφυῶς κατὰ τῶν ἀκριβούντων τί ποιοῦσιν οἱ ἰχθύες. πῶς κοιμῶνται. πῶς

διαιτῶνται. καὶ τὰ ἑξῆς ὡς γράφει Ἀθήναιος. Τριπλῆ δ' ἐνταῦθα ἡ αὔξησις διὰ τριῶν

ἀορίστων ἐξοχῶν, τοῦ ὅσσα. τοῦ ἄσπετα. καὶ τοῦ πολλά. ὧν ἐκ παραλλήλου ἡ αὐτὴ

σημασία, ποσότητα μόνην δηλούντων, ὡς τῆς ποιότητος τοῦ κόσμου φανερᾶς οὔσης

ἐκ τῶν ὀνομάτων. τίμια γὰρ, ὁ ἀστράπτων χαλκός. ὁ χρυσός. καὶ τὰ λοιπά. τὴν γὰρ

στεροπὴν, 1.147 ὥσπερ τῷ χαλκῷ οὕτω καὶ ταῖς ἑξῆς ὕλαις ἐπεμέρισε δίχα γε τῶν

δωμάτων. αὐτὰ γὰρ εἰ καὶ συνεξέλαμπον διὰ τὰς ἀστραπτούσας περὶ ἐκεῖνα ὕλας,

οὐκ εἶχε συμφράσαι κατὰ πτῶσιν γενικὴν, διὰ τὸ κωλύεσθαι τῷ μέτρῳ. διὸ καὶ

σχηματίσας αὐτὰ κατὰ γενικὴν πτῶσιν, οὐ τὴν συννοουμένην στεροπὴν ἀλλὰ τὸ

ἠχῆεν αὐτοῖς ἀπεκλήρωσε. Καὶ οὕτω μὲν πρὸς οὖς ἐλάλει ὁ νεανίας. (ῃερς. 76.) Ἐπεὶ

δὲ περίεργός ποτε καὶ ὁ συνετὸς ἐν δέοντι, παραβαλὼν δεξιῶς ἀκοὴν ὁ βασιλεὺς,

ἀκούει τὸ ψιθυρισθὲν καὶ λαλεῖ τὰ ἐφεξῆς. φησὶ γὰρ ὁ ποιητής. τοῦ δ' ἀγορεύοντος

ξύνετο ξανθὸς Μενέλαος. καὶ εἶπε. τέκνα φίλα, Ζηνὶ μὲν, βροτῶν οὐκ ἄν τις ἐρίζοι.

ἀθάνατοι γὰρ τοῦ γε δόμοι καὶ κτήματ' ἔασιν. ἀνδρῶν δ' ἤ κέν τις μοι ἐρίσσεται ἠὲ

καὶ οὐκὶ, κτήμασιν. ἃ δὴ καὶ δηλῶν ὅπως περιῆλθον αὐτῷ, ἐπάγει. ἦ γὰρ, πολλὰ

παθὼν καὶ πόλλ' ἐπαληθεὶς ἠγαγόμην ἐν νηυσί. καὶ ὀγδοάτῳ ἔτει ἦλθον. ὃ καὶ ὁ

Νέστωρ πρὸ ὀλίγων ἱστόρησεν. (ῃερς. 83.) Εἶτα καὶ τὸ πολλὰ ἐπαληθεὶς ἀορίστως

λεχθὲν, ὁρίζων ἱστορικῶς, ἐπιφέρει. Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθείς.

Αἰθίοπάς θ' ἱκόμην. καὶ Σιδονίους. καὶ Ἐρεμβούς. καὶ Λιβύην ἵνα τ' ἄρνες ἄφαρ

κεραοὶ τελέθουσι. τρὶς γὰρ τίκτει μῆλα τελεσφόρον εἰς ἐνιαυτόν. ἔνθα μὲν οὔτε ἄναξ

ἐπιδευὴς, οὔ τέ τι ποιμὴν τυροῦ καὶ κρειῶν οὐδὲ γλυκεροῖο γάλακτος. ἀλλ' αἰεὶ

παρέχουσιν ἐπηετανὸν γάλα θῆσθαι. καὶ τὰ ἑξῆς. Καὶ ὅρα ἐξ αὐτῆς καταρχῆς, ὡς

ἱστοριῶν χορηγία τῷ ποιητῇ γέγονεν ὁ τοῦ Τηλεμάχου εἰς τὴν Σπάρτην πλοῦς. ἐν αἷς

οὐ μόνον ξενικὰ ἐκτεθήσεται διηγήματα, ἀλλὰ καὶ Τρωϊκὰ καὶ Ἑλληνικά. πάνυ οὖν

δεινῶς ἔπλασεν Ὅμηρος εἰς καλὸν τῇ ἑαυτοῦ ποιήσει ὡς καὶ προδεδήλωται, τὸν τοῦ

Τηλεμάχου πλοῦν. δι' οὗ πολλὰ ποικίλματα ἡ Ὁμηρικὴ Μοῦσα τῷ τῆς ποιήσεως

ταύτης πέπλῳ ἐνέπασεν. (ῃερς. 72.) Ἰστέον δὲ ὅτι τὸ στεροπὴν, μίαν ταύτην λέξιν,

ἠρκέσθη προσαρμόσας ὁ ποιητὴς, τῷ χαλκῷ. τῷ χρυσῷ. τῷ ἠλέκτρῳ. τῷ ἀργύρῳ. καὶ

τῷ ἐλέφαντι. οὐχ' ὡς ἀπορῶν πλειόνων ἐπιθέτων, ἀλλὰ κατὰ λόγον γοργότητος. ὡς

καὶ ἐπαναπαυσάμενος τῇ λέξει διὰ τὸ αὐτῆς σεμνόν. Ἠχήεντα δὲ δώματα τὰ μεγάλα.

τοῖς γὰρ μικροῖς, οὐκ ἔστι προσαρμόσαι τὸ ἐπίθετον, ψεύσεται γὰρ ἐπιλεχθέν.

ὀνοματοποιεῖται δὲ ὁ ἦχος καὶ τὸ ἠχεῖν καὶ ἡ ἠχὴ ὅθεν τὸ ἠχῆεν. ὡς δηλοῖ καὶ ἡ

ἠχήεσσα θάλασσα. λέγεται δὲ ἡ λέξις καὶ ἐπὶ ζῴων. ὅθεν καὶ ἠχέτα τέττιξ. Ὅτι δὲ

τῶν ἡρωϊκῶν οἴκων τοὺς μείζους Ὅμηρος δώματα καλεῖ καὶ μέγαρα καὶ κλισίας, οἱ

δὲ νῦν, ξενῶνας καὶ ἀνδρῶνας, ἐν τοῖς τοῦ Ἀθηναίου δηλοῦται. (ῃερς. 73.)

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

167

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!