18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

λέγεται. οὗ παρώνυμον τὸ Παλαμήδειον ἀβάκιον. καὶ ὅτι πεσσὸς καὶ πεττὸς, ὁ

πίπτων φασὶν ἐν τῷ βάλλεσθαι, ὡς ἐκ τοῦ πέτειν τὸ πίπτειν. καὶ ὅτι πεττεύειν, τὸ

ταυλίζειν φασὶ καὶ μετατιθέναι καὶ παίζειν. καὶ ὅτι κύβος, πᾶσα ψῆφος τετράγωνος.

καὶ ὅτι λέγοντος Ἡροδότου, ἐπὶ Ἄτυος εὑρεθῆναι διὰ λιμὸν τὰς παιδιὰς, οὐκ ἐξ

ἀνάγκης καὶ πεττοὶ συννοοῦνται, οὓς ὁ Παλαμήδης εὗρε. καὶ ὅτι δοκεῖ τὸ κυβεύειν

καὶ πεττεύειν, καὶ ἀστραγαλίζειν λέγεσθαι. ὡς ὑπεμφαίνεται ἀπὸ τοῦ,

ἀστραγαλίζουσιν ἐν τῇ κατὰ τὴν Ὀδύσσειαν πολιτείᾳ καὶ ὀρχοῦνται καὶ σφαιρίζουσι.

καὶ ὅτι συντελεῖ πρὸς τὸ ῥηθὲν, τὸ, ἀστράγαλος, τρία σημαίνει. τὸν ἐν σφυρῷ καὶ τὸν

σπόνδυλον ἁπλῶς. καὶ τὸν παιστικὸν ἢ πεσσικὸν βόλον τὸ τοῦ Ἀπίωνος. Καὶ ὅτι

κύβος, ὁ κύκλωθεν βάσιν ἔχων. ἢ ὁ κατεστραμμένος. ἐκ τοῦ κυβῶ κυβήσω τὸ

καταστρέφω. ὅθεν καὶ κύβιτον. τὸ ὄγκωμα Ῥωμαϊστί. καὶ κυβιστᾶν, τὸ ἐπὶ κεφαλὴν

πίπτειν. τῆς δὲ λέξεως τῶν πεσσῶν ἡ ἐν δυσὶ σίγμα γραφὴ, ζητητέα εἰ φυλάσσεται

καὶ ἐν τοῖς παρὰ Ἀρχιγένει πεσοῖς. φάρμακα δέ εἰσιν ἰατρικά φασιν ἐκεῖνα, οὐ

γνωστὰ εἰ ἐν δυσὶ ˉςˉσ γράφεται. ὁ δὲ τὰ περὶ Ἑλληνικῆς παιδιᾶς γράψας, διαφορὰν

καὶ αὐτὸς εἰδὼς κύβων καὶ πεσσῶν, καὶ παλαιοτάτην εἰπὼν τὴν κυβευτικὴν παιδιὰν,

παράγει Σοφοκλέους μὲν ἐκ Παλαμήδους ὁμωνύμου τῷ ἥρωϊ δράματος τὸ, ἐκεῖνος

ἐφεῦρε πεσσοὺς κύβους τε τερπνὸν ἀργίας ἄκος. Καὶ Εὐφορίωνος τὸ, πεσσὰ

ναυπλιάδαο. λέγει δὲ καὶ ἐν μὲν Ἰλίῳ δείκνυσθαι λίθον ἐφ' οὗ ἐπέσσευον οἱ Ἀχαιοί.

ἐν δὲ Ἄργει,τὸν λεγόμενον Παλαμήδους πεσσόν. Καὶ ὅτι Πλάτων τὴν τῶν πεσσῶν

εὕρεσιν Αἰγυπτίοις ἀνατίθησιν ἐν Φαίδρῳ. λέγων, αὐτοὺς πρῶτον, ἀριθμὸν καὶ

λογισμὸν εὑρεῖν καὶ γεωμετρίαν καὶ ἀστρονομίαν. ἔτι δὲ, πεττείαν τε καὶ κυβείαν.

καὶ δὴ γράμματα. καὶ ὅτι οἱ τοῦ Πλάτωνος ὑπομνηματισταὶ, οὐ τὴν παρ' Ἕλλησι

πεττείαν σημανθῆναι φασὶ ὑπὸ Πλάτωνος, ἀλλὰ τὴν τοῦ λεγομένου πεττευτηρίου.

καταγράφεσθαι γάρ τι πλινθίον ὥσπερ ἐν τῇ πεττευτικῇ παιδιῇ δι' οὗ τὰ κινήματα

τοῦ ἡλίου καὶ τῆς σελήνης ἔτι δὲ καὶ τὰ ἐλλειπτικὰ, πραγματεύονται οἱ Αἰγύπτιοι.

καὶ ὅτι ἐχρῶντο οἱ παλαιοὶ τρισὶ κύβοις. καὶ οὐχ' ὥσπερ οἱ νῦν, δυσί. ὅθεν καὶ

παροιμία ἐπὶ τῶν μηδὲν διὰ μέσου κινδυνευόντων, τὸ, ἢ τρὶς ἓξ ἢ τρεῖς κύβους. ἀπὸ

τοῦ μεγίστου καὶ ἐλαχίστου ἀριθμοῦ ἧς μέμνηται Πλάτων ἐν νόμοις. εἰπών. ἢ τρεῖς

κύβους βάλλοντες. τουτέστι τρεῖς μονάδας. κύβον γάρ φασι, διχῶς ἔλεγον. αὐτό τε

τὸ ἀναῤῥιπτούμενον, ὅθεν παροιμία τραγικὴ τὸ, ἀεὶ γὰρ εὖ πίπτουσιν οἱ ∆ιὸς κύβοι,

καὶ τὴν ἐν αὐτῷ μονάδα. ὅθεν λυθείη ἄν φησι καὶ τὸ ζητούμενον ἐν τῷ παρὰ

Ἀριστοφάνους κωμῳδουμένῳ στίχῳ. βέβληκ' Ἀχιλλεὺς δύο κύβω καὶ τέτταρα, καὶ

ἑξῆς. λέγει γὰρ, δύο μονάδας καὶ τέτταρα. ἔκειτο δ' ὁ στίχος ἐν τῷ Εὐριπίδου

Τηλέφῳ σὺν ἄλλοις ἰαμβικοῖς, ἔνθα κυβεύοντας τοὺς ἥρωας εἰσήγαγε. περιηρέθη δέ

φησιν ὅλον ἐκεῖνο τὸ ἐπεισόδιον, χλευασθέντος ἐπ' αὐτῷ τοῦ ποιήματος. λέγει δὲ ὁ

ταῦτα παραδιδοὺς, καὶ ὡς οἱ τῇ παιδιᾷ ταύτῃ χρώμενοι, ἀπὸ τῶν ἐν τοῖς κύβοις

τρημάτων, τρηματίται ἐλέγοντο. παράγων καὶ χρῆσιν Σώφρονος τὸ, δειπνήσας

ὠστίζεται τοῖς τρηματιζόντεσσι. καὶ ὅτι ἐσπουδάζετο ἡ κυβεία, οὐ μόνον παρὰ

Σικελοῖς ἀλλὰ καὶ Ἀθηναίοις. οἳ καὶ ἐν ἱεροῖς ἀθροιζόμενοι, ἐκύβευον. καὶ μάλιστα

ἐν τῷ τῆς σκιράδος Ἀθηνᾶς τῷ ἐπὶ σκίρῳ. ἀφ' οὗ καὶ τὰ ἄλλα κυβευτήρια, σκιράφεια

ὠνομάζετο. ἐξ ὧν καὶ πάντα τὰ πανουργήματα διὰ τὴν ἐν σκιραφείοις ῥᾳδιουργίαν,

σκίραφοι ἐκαλοῦντο. Ἱππώναξ. τί με σκιράφοις ἀτιτάλλεις; πεποίηνται δέ φησι καὶ

προστάται τοῦ οὕτω παίζειν, Ἑρμῆς καὶ Πάν. καθὰ τῆς μουσικῆς, Ἀπόλλων καὶ

Μοῦσαι. τοὺς δὲ πεσσοὺς λέγει, ψήφους εἶναι πέντε. αἷς ἐπὶ πέντε γραμμῶν ἔπαιζον

ἑκατέρωθεν, ἵνα ἕκαστος τῶν πεττευόντων ἔχῃ τὰς καθ' ἑαυτόν. Σοφοκλῆς. καὶ

πεσσὰ πεντάγραμμα καὶ κύβων βολαί. παρετείνετο δέ φησι δι' αὐτῶν, καὶ μέση

γραμμή. ἣν ἱερὰν ὠνόμαζον ὡς ἀνωτέρω δηλοῦται, ἐπεὶ ὁ νικώμενος, ἐπ' ἐσχάτην

αὐτὴν ἵεται. ὅθεν καὶ παροιμία, κινεῖν τὸν ἀφ' ἱερᾶς, λίθον δηλαδὴ, ἐπὶ τῶν

ἀπεγνωσμένων καὶ ἐσχάτης βοηθείας δεομένων. Σώφρων. κινήσω δ' ἤδη καὶ τὸν ἀφ'

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

32

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!