18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

πομπῆς, καὶ τῆς μνηστηροκτονίας, ἣν δυνατὸν ὂν καὶ δόλῳ καταπράξασθαι,

Ὀδυσσεὺς ὅμως ἀμφαδὸν ποιεῖται, τὸ ἀνδρικώτερον ἐπιλεξάμενος. (ῃερς. 107.)

Ἰστέον δὲ ὅτι ἴφια μὲν μῆλα ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη τὰ ἰσχυροποιὰ, ἢ καὶ ἄλλως, τὰ

εὐτραφῆ. (ῃερς. 114.) Τὸ δὲ δήεις, πρωτότυπόν ἐστι τῆς μυθικῆς ∆ηοῦς ἤτοι

∆ήμητρος ἥ φασιν ἁρπαγείσης αὐτῇ τῆς θυγατρὸς Περσεφόνης περιώδευεν

ἐρευνῶσα, καὶ ὡς ἤκουε συχνὰ ἐκ τῶν παραμυθουμένων τὸ, δήεις τουτέστιν

εὑρήσεις, ἐκλήθη ἐντεῦθεν ∆ηώ. (ῃερς. 115.) Τὸ δὲ τῶν μνηστήρων δοκεῖ ἀστεῖον

εἶναι, εἰ ἐκ μέρους μὲν βιάζονται κατέδοντες τὰ τοῦ Ὀδυσσέως, ἐκ μέρους δὲ

καταβάλλονται ἕδνα, ὡς οἷον ἀντισηκοῦντες τὸ ἀδίκημα, καὶ τῇ βίᾳ καὶ ἀδικίᾳ

παραμιγνύντες δικαιοπράγημα. ἔστι δὲ καὶ ἄλλως εἰπεῖν, ὅτι τὸν μὲν Ὀδυσσέα

περιφρονοῦντες ὡς μηκέτι ὄντα κατέδουσι τὰ ἐκείνου, βίοτον τοῦτον ἀλλότριον,

τὴν δὲ Πηνελόπην ἕκαστος ὡς γυναῖκα ἕξων θεραπεύει δώροις. (ῃερς. 116.)

Ἀντιθέαν δὲ αὐτὴν Ὀδυσσεὺς λέγει κληθῆναι παρὰ τοῦ Τειρεσίου, ὑποδεικνὺς τῷ

Ἀλκινόῳ ἀγαθῆς ἀντιποεῖσθαι γυναικὸς, δι' ἣν οὐκ ἂν ἐθέλοι μένειν παρὰ τοῖς

Φαίαξιν, ἀλλὰ ταχὺ ἀπελθεῖν ἵνα νικήσας τοὺς μνηστῆρας ὁποῖά τι μέγα ἔπαθλον

νίκης αὐτὴν λήψεται. (ῃερς. 119.) Σημείωσαι δὲ καὶ ὅτι τὸ, ἠὲ δόλῳ ἢ ἀμφαδὸν, ἀντὶ

τοῦ καὶ δόλῳ καὶ ἀμφαδὸν νοοῦσιν οἱ παλαιοὶ, δόλῳ μὲν τὰ πρῶτα, δι' οὗ

ἐπέκρυψεν ἑαυτὸν, ὕστερον δὲ ἀμφαδὸν ὀξέϊ χαλκῷ. ἄλλως γὰρ οὐκ ἐχρῆν λοξὰ τὸν

Τειρεσίαν μαντεύσασθαι. (ῃερς. 1.) Ὅτι συμβουλεύει Τειρεσίας τῷ Ὀδυσσεῖ, ἐπειδὰν

περιγένηται τῶν μνηστήρων, τότε δὴ ἔρχεσθαι λαβόντα εὐῆρες ἐρετμὸν, εἰσόκε τοὺς

ἀφίκηται οἳ οὐκ ἴσασι θάλασσαν ἀνέρες, οὐδέθ' ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν.

οὐδ' ἄρα τοί γ' ἴσασι νέας φοινικοπαρῄους, οὐδ' εὐήρε' ἐρετμὰ, τά τε πτερὰ νηυσὶ

πέλονται. βούλεται δὲ ἡ τοῦ Τειρεσίου παραίνεσις λαβεῖν τὸν Ὀδυσσέα κώπην ἐπὶ

τοῖς ὤμοις καὶ ὁδεύειν ἕως ἂν εἰς ἄνδρας ἔλθοι μὴ εἰδότας θάλασσαν ἢ

ἐμβρωματιζομένους μετὰ ἁλῶν ἢ ἐπιστήμονας νηῶν, ἵνα δηλαδὴ τιμηθῇ Ποσειδῶν

ἠπειρώτης ἐν τόποις οἷς οὐ φέρεται αὐτοῦ ὄνομα. φιλοτιμία γάρ τις καὶ τὸ τιμᾶσθαί

τινας παρ' οἷς οὐ γνωρίζονται. διόπερ ὁ πρὸς εἰδότας λέγων ἐπαίνους τινῶν ἀκούσοι

ἂν τὸ, εἰδόσιν Ἀχαιοῖς ταῦτ' ἀγορεύεις. τίνες δ' ἂν εἶεν οἱ μὴ εἰδότες Ποσειδῶνα;

ὅσοι οὐκ ἴσασι τὰ ἀνωτέρω ῥηθέντα. οἱ δὲ παλαιοὶ καί τινων τοπικῶν ὀνομάτων

βαρβαροφώνους δούπους ἱστοροῦσι, Βουνίμαν λέγοντές τινα ἢ Κελκέαν, ἐν οἷς

Ὀδυσσεὺς τὸν Ποσειδῶνα ἐτίμησε. καὶ ταῦτα μὲν τοιαῦτα. (ῃερς. 125.) Ὁ δὲ

Ὁμηρικὸς Τειρεσίας μὴ ὀνομάζων μὲν, ἄλλως δὲ σημαίνων σαφῶς ποῖος ἂν εἴη

τοιοῦτος τόπος προσήκων εἰς τιμὴν τῷ Ποσειδῶνι, φησὶν οὕτως· Σῆμα δέ τοι ἐρέω

μάλ' ἀριφραδὲς, ἤγουν εὔγνωστον. διὸ οὐδ' ἂν σελήσει. ὁππότε κεν δή τοι (ῃερς.

126.) συμβλήμενος ἤγουν συναντήσας ἄλλος ὁδίτης, φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ

φαιδίμῳ ὤμῳ, καὶ τότε δὴ γαίῃ πήξας εὐῆρες ἐρετμὸν, ἔρξας ἢ μάλιστα ῥέξας ἱερὰ

καλὰ Ποσειδάωνι ἄνακτι, ἀρνειὸν ταῦρόν τε, συῶν τ' ἐπιβήτορα κάπρον, οἴκαδ'

ἀποστείχειν. (ῃερς. 131.) ἕρδειν θ' ἱερὰς ἑκατόμβας ἐκεῖσε κοινῇ τοῖς οὐρανίοις.

(ῃερς. 133.) εἶτα καὶ οἷος ἔσται θάνατος τῷ Ὀδυσσεῖ λέγων ἐκ περιττοῦ διὰ τὸ τῆς

ἱστορίας ἐντελὲς, φησί· θάνατος δέ τοι ἐξ ἁλὸς ἢ ἔξαλος αὐτῷ ἀβληχρὸς μάλα τοῖος

ἐλεύσεται, ὃς κέ σε πέφνῃ γήρᾳ ὑπὸ λιπαρῷ ἀρημένον. ἀμφὶ δ' ἑταῖροι ἢ μᾶλλον

ἀμφὶ δὲ λαοὶ ὄλβιοι ἔσονται. (ῃερς. 136.) ἐφ' οἷς τὸν λόγον περαίνων κομματικῶς

φησί· τάδε τοι νημερτέα εἴρω. καὶ ἔστιν ὁ λόγος οἰκεῖος μάντεϊ ὃς θαῤῥεῖ μηδὲν

ψεύδεσθαι. (ῃερς. 125.) Ἰστέον δὲ ὅτι σήματος ὅ πέρ ἐστι σημείου ὑποκοριστικὸν

κοινότερον εὕρηται σημάτιον, κατὰ τὸ γράμμα γράμματος γραμμάτιον. σημάδιον δὲ

εἰπεῖν ἀκολουθεῖ μὲν ἀναλογίᾳ τῇ, χεῖμα χειμάδιον, κατὰ τὸ βασιλέων χειμάδιον.

δοκεῖ δὲ ὅμως ἰδιωτικώτερον εἶναι. (ῃερς. 127.) Τὸ δὲ ῥηθὲν ὑπὸ τοῦ Τειρεσίου σῆμα

τοιοῦτόν ἐστιν. ὡς ἐπεὶ ἀπορεῖν σε εἰκὸς ὦ Ὀδυσσεῦ ποῖ δή ποτε τοιούτους ἄνδρας

εὑρήσεις, μὴ εἰδότας δηλαδὴ θάλασσαν καὶ νῆας, ἔστω σοι τῶν τοιούτων σημεῖον

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

458

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!