18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

τοῦ χρεὼν εἶναι καὶ λίθοις βάλλειν τὸν ἐχθρόν. λέγεται δὲ ὅτι τε ἧς γλώττης ἔστιν ὁ

Βίλιππος ἀντὶ τοῦ Φίλιππος, τῆς αὐτῆς καὶ τὸ Βαλλήνη ἀντὶ τοῦ Παλλήνη, καὶ ὅτι

ἀγρίως ἐβίουν οἱ Παλλήνιοι. διὸ καὶ ἡ τῶν Γιγάντων μάχη ἐν τῇ κατ' αὐτοὺς γῇ

μεμυθολόγηται, ὅ που καὶ ἡ Φλέγρα. Θεοῖς δὲ πεποιθέναι Κύκλωπας ὁ μῦθος λέγει,

δι' ὧν αὔξονται καρποί. οἷον. ∆ιῒ ἀέρι. ∆ήμητρι γῇ. 1.327 Νύμφαις καρποτρόφοις.

Ἀπόλλωνι ἡλίῳ. καὶ τοῖς τοιούτοις. οἷς θαῤῥοῦντες διὰ τὸ τῆς ἐκεῖ γῆς πῖον οὐκ

ἔκαμνον. Τὸ δὲ πεποιθότες, Αἰολικόν ἐστι καθ' Ἡρακλείδην, ὃς λέγει ὅτι τὸ οἶδα

πέποιθα λέλοιπα δέδοικα Αἰολικοί εἰσι παρακείμενοι. χαίρουσι γὰρ Αἰολεῖς τοιαύταις

παρατελεύτοις. τὰ δὲ κοινὰ αὐτῶν, εἶδα. πέπειθα. λέλειπα. δέδεικα. (ῃερς. 108.) Τὸ δὲ

οὐ φυτεύουσι φυτὸν, ἐτυμολογίας ἔχει τρόπον. Τὸ δὲ ἀρόωσιν, ἔοικε δευτέρας εἶναι

συζυγίας τῶν περισπωμένων. ἦν δ' ἂν καθαρῶς τρίτης, εἴπερ ἐγράφετο ἀρόουσι. Τὸ

δὲ ἄσπαρτα, ἐκτείνει τὴν λήγουσαν. (ῃερς. 109.) Τὸ δὲ πάντα φύονται, ἐφερμηνεύων

ἵνα μήτις ἐπὶ ἀγρίων ἐκφύσεων τὸ πρᾶγμα νοήσῃ, φησί. πυροὶ καὶ κριθαὶ, καὶ τὰ

ἑξῆς. ὃ καὶ καινόν. φύονται μὲν γάρ που καὶ ἀλλαχοῦ κατὰ τὸν γεωγράφον ἄσπαρτά

ποτε καὶ ἀνήροτα. πλὴν, ἐκπροϋπάρξαντος ἀρότου τε καὶ σπόρου καὶ πεπάνσεως

καρποῦ καὶ πτώσεως ἐκεῖθεν εἰς γῆν, καὶ ἐπ' ὀλίγους τινὰς τοῦτο ἐνιαυτούς. τὸ δὲ

καὶ ἀεὶ τὸ τοιοῦτον γίνεσθαι, ὑπερβολὴν ἔχει εὐδαιμονίας. οὕτω δὲ καὶ οἶνος γίνεται

μὲν καὶ ἐξ ἀγριάδων ἀνεργάστων. (ῃερς. 111.) τὸ δὲ καὶ ἐρισταφύλους τὰς τοιαύτας

εἶναι, καινόν ἐστι καὶ θεῖον ὄντως δῶρον. Ἐνταῦθα δὲ ὅρα καὶ ὡς οὐ μόνον ἄμπελος

κοινότερον ἐριστάφυλος, ἀλλ' ἰδοὺ καὶ οἶνος τοιοῦτος, ὁ ἀπὸ σταφυλῶν μεγάλων

γινόμενος. Ὄμβρος δὲ ∆ιὸς, τουτέστιν ἀέρος, δηλοῖ μὴ αὐχμηρὰν τὴν τῶν

Κυκλώπων εἶναι. (ῃερς. 112.) Τὸ δὲ οὐκ ἀγοραὶ βουληφόροι, συντόμως δύο

ἀποφάσκει ταῦτα, τὸ μήτε ἀγορὰς μήτε βουλὰς εἶναι κοινῇ παρὰ τοῖς Κύκλωψιν,

ἀλλὰ νόμον ἕκαστον εἶναι τοῖς ἑαυτοῦ. (ῃερς. 115.) Τὸ δὲ οὐδ' ἀλλήλων ἀλέγουσιν,

ἀντὶ τοῦ οὐχ' ὑποτάσσονται ἀλλήλοις. Καὶ ὅρα ἐν τῷ, ἀλλήλων, ὅτι καὶ πρὸ ὀλίγων

τὸ, Κίκονες Κικόνεσσιν ἐβόων, ταυτὸν ἦν τῷ, ἀλλήλοις. καθάπερ αὖ πάλιν καὶ

ἐνταῦθα τὸ, ἀλλήλων, ταυτόν ἐστι τῷ, Κύκλωπες Κυκλώπων. Ἰστέον δὲ ὅτι μετὰ

τοὺς Λωτοφάγους περὶ Κυκλώπων ὁ ποιητὴς λέγει, οὐχ' ὡς ἐφεξῆς αὐτοῖς κειμένων

ἐκεῖ που τῇ κατὰ τόπον θέσει, ἀλλ' ὅτι μετ' ἐκείνους ἡ γῆ τῶν Κυκλώπων ἔσχε τὸν

Ὀδυσσέα, εἴτε ἀνόπιν πλεύσαντα ἐκ Λιβύης περὶ τὰ κατὰ Σικελίαν, εἴτε καὶ ἀλλαχοῦ

πλαγχθέντα κατὰ τὴν Ὁμηρικὴν πρόθεσιν. Σημείωσαι δὲ καὶ ὅτι τὰ περὶ Κυκλώπων

ἐνταῦθα τὰ ῥηθέντα προκατασκευαστικά εἰσι καὶ χρήσιμα εἰς τὸ πιθανῶς ὕστερον

τυφλωθῆναι τὸν Πολύφημον. εἰ γὰρ μήτε θεμιστεύονται, μήτε πόλεις ἔχουσι, μήτε

οἰκίας, μήτε γεωδαιτοῦνται, καὶ ἐν σπηλαίοις δὲ διεσπαρμένοι οἰκοῦσι καὶ οὐδ'

ἀλλήλων ἀλέγουσι, ῥᾷον οὕτω κατεργασθήσεται ὁ Πολύφημος ἐρημάζων κατὰ

σπέος ἐν ἐσχατιῇ, καὶ μᾶλλον ὅτι οὐδὲ παίδων γοῦν ἢ γυναικῶν θεμιστεύει, ἀλλὰ

πάντῃ μονάζει εὐεπιβούλευτος ὢν καὶ πάντοθεν ἀβοήθητος. (ῃερς. 116.) Ὅτι

πιθανῶς περισώζων καὶ εὐπλάστως ὁ ποιητὴς ἐκ τῶν ἀξένων Κυκλώπων τὰς τοῦ

Ὀδυσσέως νῆας πλάττει νῆσόν τινα ἐρήμην, μικρὰν μὲν, ἀγαθὴν δὲ θεραπεῦσαι

καταίροντάς τινας, εὐδαίμονα καὶ αὐτὴν καὶ πολύθηρον. ἔνθα στήσας Ὀδυσσεὺς τὰς

λοιπὰς νῆας μετὰ μόνης ἔπλευσε μιᾶς εἰς τὴν μεγάλην, τὴν τῶν Κυκλώπων. καὶ

ἔπαθε καὶ ἐποίησε τὰ θρυλούμενα. ἔχει δὲ πιθανῶς ἡ τῆς μικρονήσου ταύτης

παντελὴς ἐρημία, ἐκ τοῦ μὴ διοικεῖσθαι ὅλως ναυσὶ τοὺς Κύκλωπας. διό περ οὐδὲ

εἶχον φόβον οἱ ἐκεῖ καταπλεύσαντες. ἀφ' ἧς Ὀδυσσεὺς ὡς ἐξ ὁρμητηρίου τινὸς

ἀσφαλοῦς ἢ καὶ ἐπιτειχίσματος εἰς τὴν τῶν Κυκλώπων ἐλθὼν καὶ πειραθείς, ὧν

ἐπειράθη, ἐπανῆλθεν εἰς τὰς λοιπὰς νῆας. καὶ εὗρεν ἐκείνας κακῶν ἀπαθεῖς. ὡς εἴγε

κατὰ πρῶτον πλοῦν τῇ τῶν Κυκλώπων γῇ προσωρμίσθη, οὐκ ἂν εὐτυχῶς εἶχεν

ἀπαλλάξαι. νῦν δὲ κατά τι θεῖον νησιδίῳ προσοκείλας εὐτύχησε. διὸ καί τις θεὸς

ἡγεμονεῦσαι αὐτῷ λέγεται εἰς τὸν τοιοῦτον κατάπλουν, γενόμενον ἔν τε λειοκύμονι

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

372

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!